1

 2

 3

 4

 5

 6

 7

 8

 9

4

σπουδὴν πολλὴν ποιούμεθα νοσοῦντες, καὶ χρήματα δαπανῶμεν, καὶ ἰατροὺς καλοῦμεν, καὶ φάρμακα ἐπιτίθεμεν, καὶ γαστρὸς κατέχομεν, καὶ ἐπιθυμίαν κολάζομεν; Εἰ γὰρ τῆς εἱμαρμένης ἤρτηται καὶ ὑγίεια καὶ νόσος, περιττὰ τῶν χρημάτων τὰ ἀναλώματα, περιττὴ τῶν ἰατρῶν ἡ εἴσοδος, περιττὴ τῆς τῶν νοσούντων διαίτης ἡ ἀκρίβεια. Νῦν δὲ μετὰ τῶν ἄλλων καὶ ἐκ τούτων δηλοῦμεν, ὅτι οὐδὲν αὐτῶν περιττόν ἐστιν. Ἀλλ' οἴχεται μὲν ὁ τῆς εἱμαρμένης μῦθος· οὐδεμιᾷ γὰρ ἀνάγκῃ τὰ καθ' ἡμᾶς ὑπόκειται· πάντα δὲ, καθὼς ἔφην, ἐλευθερίᾳ τετίμηται προαιρέσεως. δʹ. Ταῦτ' οὖν εἰδότες, ἀγαπητοὶ, καὶ τὰ τούτων πλείονα πολλὰ γὰρ ἔστι καὶ ἄλλα περὶ τούτων εἰπεῖν, ἀλλὰ τοῖς συνετωτέροις ἀρκεῖ ταῦτα, φύγωμεν κακίαν, ἑλώμεθα ἀρετὴν, ἵνα δείξωμεν διὰ τῶν πραγμάτων, ὅτι αὐτεξούσιον ἔχομεν πρὸς τὰ δοκοῦντα τὴν γνώμην, ἵνα μὴ καταισχυνθῶμεν ἐν τῇ ἡμέρᾳ τῆς τῶν ἔργων ἀποκαλύψεως. Τοὺς γὰρ πάντας ἡμᾶς φανερωθῆναι δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, καθώς φησιν ὁ Παῦλος, ἵνα κομίσηται ἕκαστος πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν, εἴτε κακόν. Λάβωμεν, παρακαλῶ, κατὰ νοῦν ἐκεῖνο τὸ δικαστήριον, καὶ νομίσω, μὲν αὐτὸ παρεῖναι νῦν, καὶ τὸν κριτὴν καθέζεσθαι, καὶ τὰ πάντα ἀνακαλύπτεσθαι, καὶ εἰς μέσον ἄγεσθαι. Οὐ γὰρ ἁπλῶς παραστῆναι δεῖ, ἀλλὰ καὶ φανερωθῆναι ἡμᾶς. Ἆρα οὐκ ἠρυθριάσατε; ἆρα οὐκ ἐφρίξατε; ἆρα οὐχ αἱρούμεθα πολλάκις ἀποθανεῖν, ἢ ἐπὶ φίλων αἰδεσίμων πταῖσμα κρυπτὸν ἡμῶν φανερωθῆναι; Πῶς οὖν τότε διακεισόμεθα, ἐπὶ πάντων ἀγγέλων καὶ πάντων ἀνθρώπων φανερουμένων τῶν ἡμετέρων ἁμαρτημάτων, καὶ πρὸ τῶν ὀφθαλμῶν ἡμῶν ἱσταμένων; Ἐλέγξω σε γὰρ, φησὶ, καὶ παραστήσω κατὰ πρόσωπόν σου τὰς ἁμαρτίας σου. Εἰ δὲ μήπω τοῦ πράγματος παρόντος, ἀλλὰ καθ' ὑπόθεσιν δοθέντος, καὶ λόγῳ διαγραφέντος, ἀπολλύμεθα ὑπὸ τοῦ συνειδότος, τί ποιήσομεν ὅταν 56.284 παραγένηται, ὅταν ἡ οἰκουμένη πᾶσα παρῇ, ὅταν ἄγγελοι καὶ ἀρχάγγελοι, ὅταν ἀρχαὶ καὶ ἐξουσίαι, ὅταν σάλπιγγες ἠχῶσιν αἱ συνεχεῖς καὶ ἐπάλληλοι, καὶ ἁρπαγὴ τῶν δικαίων ἐπὶ νεφελῶν, καὶ πολὺς τῶν ἡμαρτηκότων ὁ κλαυθμός; Ποῖος ἄρα φόβος ἕξει τότε τοὺς ἐπὶ τῆς γῆς ἀπομένοντας; Μία γὰρ, φησὶν, ἁρπάζεται, καὶ μία ἀφίεται· καὶ εἷς παραλαμβάνεται, καὶ εἷς καταλιμπάνεται. Τίς ἔσται ἡ ψυχὴ ἐκείνων, ὅταν τοὺς μὲν ὁρῶσιν ἀπαγομένους μετὰ τιμῆς μεγάλης, ἑαυτοὺς δὲ ἀφιεμένους μετὰ πολλῆς αἰσχύνης; Οὐκ ἔστιν, οὐκ ἔστι, πιστεύσατε, παραστῆσαι λόγῳ τὸ πάθος. Εἴδετέ ποτε τοὺς ἀπαγομένους ἐπὶ θάνατον; Ποίαν αὐτοῖς νομίζετε εἶναι τὴν ψυχὴν τὴν μέχρι τῆς πύλης ὁδὸν βαδίζουσι; Τί οὐκ ἂν εἵλοντο καὶ ποιῆσαι καὶ παθεῖν, ὥστε ἀπαλλαγῆναι τῆς ἀχλύος ἐκείνης; Ἐγὼ πολλῶν ἤκουσα λεγόντων τῶν φιλανθρωπίᾳ βασιλικῇ μετὰ τὴν ἀπαγωγὴν εἰς τοὐπίσω ἀνακληθέντων, ὅτι οὐδὲ ἀνθρώπους ἑώρων τοὺς ἀνθρώπους, τεθορυβημένης τῆς ψυχῆς καὶ ἐκπεπληγμένης. Καὶ τί λέγω περὶ τῶν ἀπαγομένων; Ὄχλος περιέστηκε τότε, οἱ πλείους οὐκ εἰδότες αὐτούς. Εἴ τις ἑνὸς τότε ἑκάστου τὴν ψυχὴν περιεσκόπησεν, οὐδεὶς οὕτως ὠμὸς, οὐδεὶς οὕτω θρασὺς, οὐδεὶς οὕτω γενναῖος, ὃν οὐ καταπεπτωκυῖαν αὐτὴν ἔχοντα εὕροι καὶ παρειμένην ὑπὸ τοῦ φόβου καὶ τῆς ἀθυμίας. Εἰ δὲ ἑτέρων ἀναιρουμένων οἱ μηδὲν αὐτοῖς κοινωνοῦντες οὕτω διατίθενται, ὅταν ἡμεῖς αὐτοὶ τοῖς μείζοσι περιπέσωμεν, τίνες ἄρα ἐσόμεθα, τῆς μὲν ἀῤῥήτου χαρᾶς ἐκείνης ἀποπεμπόμενοι, εἰς αἰωνίαν δὲ τιμωρίαν παραπεμπόμενοι; Εἰ γὰρ καὶ γέεννα μὴ ἦν, τὸ ἐκ τοσαύτης λαμπρότητος ἀπωσθῆναι, καὶ ἄτιμον ἀναχωρῆσαι, πόση κόλασις; Καὶ γὰρ εἰ νῦν, βασιλέως εἰσελαύνοντος, θεωροῦντες πολλοὶ, καὶ τὴν ἑαυτῶν πενίαν ἐννοοῦντες, οὐ τοσαύτην ἀπὸ τῆς θέας λαμβάνουσιν ἡδονὴν, ὅσην ἀπὸ τοῦ μηδενὸς μετέχειν τῶν περὶ τὸν βασιλέα, μηδὲ ἐγγὺς εἶναι τοῦ κρατοῦντος, ἀθυμίαν