6
ἀλλὰ τί τὸ τέλος αὐτῶν. Ἐνταῦθα φροντίδες καὶ πόνοι, ἐκεῖ δεσμὰ ἄλυτα καὶ σκότος ἐξώτερον. Μὴ τοὺς δόξης ἐρῶντας, ἀλλὰ τί τὸ τέλος αὐτῶν. Ἐνταῦθα δουλεία καὶ εἰρωνεία, ἐκεῖ ζημία πολλὴ καὶ τὸ διηνεκὲς ἐμπυρίζεσθαι. Ἂν οὕτως ἑαυτοῖς διαλεγώμεθα, καὶ ταῦτα καὶ τὰ τοιαῦτα συνεχῶς ἐπᾴδωμεν ταῖς πονηραῖς ἡμῶν ἐπιθυμίαις, ταχέως καὶ κακίαν ἐκφύγωμεν, καὶ ἀρετὴν κατορθώσομεν, καὶ τὸν τῶν παρόντων ἔρωτα σβέσομεν, καὶ τὸν τῶν μελλόντων ἀνάψομεν. Τί γὰρ ἔχει τὰ παρόντα βέβαιον, ἢ τί ξένον καὶ παράδοξον, ὅτι πᾶσαν τὴν σπουδὴν εἰς αὐτὰ ἀναλίσκωμεν; Οὐχὶ τὰ αὐτὰ διαπαντὸς ὁρῶμεν ἀνακυκλούμενα, οἷον ἡμέρα καὶ νὺξ, νὺξ καὶ ἡμέρα, χειμὼν καὶ θέρος, θέρος καὶ χειμὼν, καὶ πλέον οὐδέν; Ἀνάψωμεν τοίνυν τῶν μελλόντων ἀγαθῶν τὸν πόθον. Μεγάλη γὰρ ἀπόκειται δόξα τοῖς δικαίοις, καὶ ἢν οὐκ ἔνι παραστῆσαι λόγῳ. Τὰ γὰρ σώματα μετὰ τὴν ἀνάστασιν ἀπολαβόντες ἄφθαρτα, συνδοξάζονται καὶ συμβασιλεύουσι τῷ Χριστῷ. ʹ. Τοῦτο δὲ ἡλίκον ἐστὶν, ἐντεῦθεν εἰσόμεθα· μᾶλλον σὲ σαφῶς μὲν οὐδαμόθεν εἰσόμεθα· ὥστε δὲ ἀπὸ τῶν παρ' ἡμῖν ἀγαθῶν ἀναχθέντες, μικρὰν γοῦν τινα λάβωμεν ἔννοιαν, ὡς ἂν οἷός τε ὦ, παραστῆσαι πειράσομαι τὸ λεχθέν. Εἰπὲ γάρ μοι, εἴ τίς σε γεγηρακότα, καὶ ἐν πενίᾳ ζῶντα ἐπηγγέλλετο ποιήσειν ἐξαίφνης νέον, καὶ εἰς αὐτὴν ἄξειν τῆς ἡλικίας τὴν ἀκμὴν, καὶ σφόδρα ἰσχυρὸν καὶ ὡραῖον ὑπὲρ πάντας κατασκευάσειν, καὶ βασιλείαν δώσειν τῆς γῆς ἁπάσης ἐπὶ ἔτεσι χιλίοις, βασιλείαν εἰρήνην ἔχουσαν βαθυτάτην, τί οὐκ ἂν ὑπὲρ ταύτης εἵλου τῆς ὑποθέσεως καὶ ποιῆσαι καὶ παθεῖν; Ἰδοὺ τοίνυν, ὁ Χριστὸς οὐχὶ ταῦτα, ἀλλὰ πολλῷ μείζονα τούτων ἐπαγγέλλεται. Οὐ γὰρ ὅσον γήρως καὶ νεότητος τὸ μέσον, τοσοῦτον φθορᾶς καὶ ἀφθαρσίας τὸ διάφορον· οὐδὲ ὅσον βασιλείας καὶ πενίας, τοσοῦτον τῆς δόξης τῆς παρούσης καὶ τῆς μελλούσης· ἀλλ' ὅσον ὀνειράτων καὶ ἀληθείας. Μᾶλλον δὲ οὐδὲν οὐδέπω εἴρηκα· οὐδὲ γάρ ἐστι λόγος ἱκανὸς παραστῆσαι τὸ μέγεθος τῆς διαφορᾶς τῶν ἐσομένων πρὸς τὰ παρόντα. Χρόνου δὲ ἕνεκεν, οὐδὲ ἐννοῆσαι ὅλως ἔστι διαφοράν. Πῶς γὰρ ἄν τις παραβάλοι τοῖς παροῦσι ζωὴν πέρας οὐκ ἔχουσαν; Τῆς δὲ εἰρήνης τοσοῦτο τὸ μέσον, ὅσον εἰρήνης καὶ πολέμου τὸ διάφορον· καὶ τῆς φθορᾶς καὶ τῆς ἀφθαρσίας, ὅσον βώλου πηλίνης ὁ καθαρὸς μαργαρίτης ἀμείνων. Μᾶλλον δὲ, ὅσα ἂν εἴπῃ τις, οὐδὲν παραστῆσαι δυνήσεται. Κἂν γὰρ τῷ τῆς ἀκτῖνος παραβάλω φωτὶ τὸ κάλλος τῶν τότε σωμάτων, κἂν ἀστραπῇ τῇ φανοτάτῃ, οὐδὲν οὐδέπω τῆς λαμπρότητος ἐκείνης ἄξιον ἐρῶ. Ὑπὲρ δὴ τούτων πόσα οὐκ ἄξιον προέσθαι χρήματα καὶ σώματα; μᾶλλον δὲ πόσας οὐκ ἄξιον προέσθαι ψυχάς; Νῦν δὲ, εἰ μέν τίς σε εἰς βασίλεια εἰσήγαγε, καὶ πάντων παρόντων διαλεχθῆναί σοι τὸν βασιλέα παρεσκεύασε, καὶ ὁμοτράπεζον αὐτῷ καὶ ὁμοδίαιτον ἐποίησε, πάντων ἂν ἔφης σαυτὸν εἶναι μακαριώτερον· εἰς δὲ τὸν οὐρανὸν μέλλων ἀναβῆναι, καὶ παρ' αὐτὸν ἑστάναι τὸν βασιλέα τῶν ὅλων, καὶ τοῖς ἀγγέλοις ἀντιλάμπειν, καὶ τῆς ἀπροσίτου δόξης ἀπολαύειν ἐκείνης, ἀμφιβάλλεις εἰ δέοι προέσθαι χρήματα, δέον, εἰ καὶ τὴν ζωὴν αὐτὴν ἀποδύσασθαι ἔδει, σκιρτᾷν καὶ ἀγάλλεσθαι καὶ πτεροῦσθαι ὑπὸ τῆς ἡδονῆς; Σὺ δὲ, ἵνα μὲν ἀρχὴν λάβῃς τὴν παρέχουσάν σοι κλοπῶν ἀφορμὰς οὐ γὰρ κέρδος τὸ τοιοῦτον ἐγὼ καλῶ, καὶ τὰ ὄντα ἐκβάλλεις, καὶ τὰ ἑτέρων δανεισάμενος, εἰ δέοι, καὶ τὴν γυναῖκα καὶ τὰ τέκνα ὑποθέσθαι οὐ κατοκνεῖς, τῆς δὲ βασιλείας τῶν οὐρανῶν προκειμένης, τῆς οὐδένα διάδοχον ἐχούσης ἀρχῆς, ὀκνεῖς καὶ ἀναδύῃ καὶ πρὸς χρήματα κέχηνας; καὶ οὐκ ἐννοεῖς, ὅτι εἰ τὰ πρὸς ἡμᾶς τοῦ οὐρανοῦ μέρη οὕτω καλὰ καὶ τερπνὰ, ἡλίκα τὰ ἀνώτατα, καὶ ὁ τοῦ οὐρανοῦ οὐρανός; Ἀλλ' ἐπειδὴ σωματικοῖς ὀφθαλμοῖς ταῦτα ἰδεῖν οὐκ ἔστιν, ἀνάβηθι τῷ λογισμῷ, καὶ ὑπὲρ τὸν οὐρανὸν τοῦτον στὰς, ἀνάβλεψον εἰς ἐκεῖνον τὸν ἀνωτέρω τούτου οὐρανὸν, εἰς τὸ