7
ὕψος τὸ ἄπειρον, εἰς τὸ φῶς τὸ ἀπρόσιτον, εἰς τοὺς δήμους τῶν ἀγγέλων, εἰς τὰς τάξεις τῶν ἀρχαγγέλων, εἰς τὰς ἄλλας δυνάμεις τὰς ἀσωμάτους· καὶ πάλιν ἐπιλαβοῦ τῆς παρ' ἡμῖν εἰκόνος, καταβὰς ἄνωθεν, καὶ ὑπόγραψόν μοι τὰ περὶ τὸν βασιλέα τὸν ἐπὶ γῆς, οἷον, ἄνδρας χρυσοφοροῦντας, καὶ ζεῦγος λευκῶν ἡμιόνων χρυσῷ καλλωπιζομένων καὶ ὄχημα λιθοκόλλητον, καὶ πέταλα τούτῳ περισειόμενα, καὶ δράκοντας ἐν ἱματίοις σχηματιζομένους σηρικοῖς, καὶ ἀσπίδας χρυσοῦς ἐχούσας ὀφθαλμοὺς, καὶ ἵππους χρυσοφοροῦντας, καὶ χαλινοὺς χρυσοῦς. Ἀλλ' ὅταν τὸν βασιλέα ἴδωμεν, οὐδὲν τούτων ὁρῶμεν λοιπόν· 56.287 ἐκεῖνος γὰρ ἡμᾶς ἐπιστρέφει μόνος, καὶ τὰ πορφυρᾶ μάτια, καὶ τὸ διάδημα, καὶ ἡ καθέδρα, καὶ ἡ περόνη, καὶ τὰ ὑποδήματα, καὶ ἡ τῆς ὄψεως λαμπηδών. Ταῦτα οὖν ἅπαντα συναγαγὼν ἀκριβῶς, ἀπὸ τούτων μετάθες πάλιν ἐπὶ τὰ ἄνω τὸν λογισμὸν, καὶ τὴν ἡμέραν ἐννόησον τὴν φοβερὰν, καθ' ἣν ὁ Χριστὸς παραγίνεται. Οὐ γὰρ ζεῦγος ἡμιόνων ὄψει τότε, οὐδὲ ὀχήματα χρυσᾶ, οὐδὲ δράκοντας καὶ ἀσπίδας, ἀλλ' ὃ πολλῆς γέμει φρίκης, καὶ τοσαύτην ἐμποιεῖ τὴν ἔκστασιν, ὡς καὶ αὐτὰς ἐκπλαγῆναι τὰς οὐρανίους δυνάμεις· Αἱ γὰρ δυνάμεις τῶν οὐρανῶν, φησὶ, σαλευθήσονται. Τότε ἀνοίγεται μὲν ἅπας ὁ οὐρανὸς, κάτεισι δὲ ὁ μονογενὴς τοῦ Θεοῦ Υἱὸς, οὐκ εἴκοσι, οὐδὲ ἑκατὸν δορυφορούντων αὐτὸν, ἀλλὰ χιλιάδων καὶ μυριάδων ἀγγέλων τε καὶ ἀρχαγγέλων, καὶ πάντα ἔσται φόβου καὶ τρόμου μεστὰ, τῆς γῆς ἀναῤῥηγνυμένης, καὶ τῶν πώποτε γενομένων ἀνθρώπων, ἐξ οὗ γέγονεν ὁ Ἀδὰμ μέχρι τῆς ἡμέρας ἐκείνης, ἀπὸ γῆς ἀνισταμένων, καὶ ἁρπαζομένων, αὐτοῦ μετὰ τοσαύτης φαινομένου δόξης, ὥστε τὸν ἥλιον καὶ τὴν σελήνην ἅπαν κρύψαι τὸ φῶς, ὑπὸ τῆς αὐγῆς ἐκείνης ὑπερλαμπόμενον. Ἀλλ', οἴμοι τῆς πολλῆς ἀναισθησίας, ὅτι, τοιούτων προσδοκωμένων ἀγαθῶν, ἔτι πρὸς τὰ παρόντα κεχήναμεν, καὶ οὐκ ἐννοοῦμεν τοῦ διαβόλου τὴν κακουργίαν, ὃς διὰ τῶν μικρῶν τὰ μεγάλα ἡμᾶς ἀφαιρεῖται, καὶ δίδωσι πηλὸν, ἵνα ἁρπάσῃ οὐρανὸν, καὶ δείκνυσι σκιὰν, ἵνα ἐκβάλῃ τῆς ἀληθείας, καὶ ἐν ὀνείροις φαντάζει τοῦτο γὰρ ὁ παρὼν πλοῦτος, ἵν', ἡμέρας γενομένης, δείξῃ πάντων πενεστέρους. Ἅπερ μαθόντες, ἀγαπητοὶ, φύγωμεν τὸν ἐκείνου δόλον, φύγωμεν τὴν μετ' ἐκείνου κατάκρισιν, ἵνα μὴ καὶ πρὸς ἡμᾶς ὁ κριτὴς εἴπῃ· Πορεύεσθε ἀπ' ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. ζʹ. Ἀλλὰ φιλάνθρωπός ἐστιν ὁ Θεός· οὐκ ἔσται τοῦτο, φησίν. Οὐκοῦν εἰκῆ γέγραπται; Οὐχὶ, φησὶν, ἀλλὰ πρὸς ἀπειλὴν μόνον, ἵνα σωφρονῶμεν. Ἂν οὖν μὴ σωφρονῶμεν, ἀλλὰ μένωμεν κακοὶ, οὐκ ἐπάξει τὴν κόλασιν; εἰπέ μοι. Οὐκοῦν οὐδὲ τοῖς ἀγαθοῖς ἀποδώσει τὰς ἀμοιβάς; Ναὶ, φησί· τοῦτο γὰρ πρέπον αὐτῷ καὶ ὑπὲρ τὴν ἀξίαν εὐεργετεῖν. Ὥστε ἐκεῖνα ἀληθῆ καὶ πάντως ἔσται, τὰ δὲ τῶν κολάσεων οὐ πάντως; Ὢ τῆς πολλῆς τοῦ διαβόλου κακοτεχνίας, ὢ τῆς ἀπανθρώπου ταύτης φιλανθρωπίας. Ἐκείνου γάρ ἐστιν οὗτος ὁ λογισμὸς χάριν ἀνόνητον χαριζόμενος καὶ ῥᾳθύμους ποιῶν. Ἐπειδὴ γὰρ οἶδεν, ὅτι τῆς κολάσεως ὁ φόβος, καθάπερ τις χαλινὸς, τὴν ἡμετέραν ἄγχει ψυχὴν, καὶ τῶν κακῶν ἀναστέλλει, πάντα ποιεῖ καὶ πραγματεύεται, ὥστε πρόῤῥιζον ἀνασπάσαι τοῦτον, ἵνα λοιπὸν ἀδεῶς κατὰ κρημνῶν φερώμεθα. Πῶς οὖν αὐτοῦ περιγενώμεθα; Ὅσα ἂν εἴπωμεν ἀπὸ τῶν Γραφῶν, ἐροῦσιν οἱ ἀντιλέγοντες, ὅτι ἀπειλῆς ἕνεκεν γέγραπται. Ἀλλὰ περὶ μὲν τῶν μελλόντων ἔχοιεν ἂν τοῦτο λέγειν, εἰ καὶ λίαν ἀσεβῶς· περὶ δὲ τῶν ἐκβεβηκότων οὐκ ἔτι, καὶ τέλος ἐσχηκότων. Ἐρώμεθα τοίνυν αὐτούς· Ἠκούσατε περὶ τοῦ κατακλυσμοῦ καὶ τῆς πανωλεθρίας ἐκείνης; μὴ κἀκεῖνο ἀπειλῆς ἕνεκεν εἴρητο; οὐχὶ γέγονε, καὶ εἰς ἔργον ἐξέβη; οὐχὶ καὶ τὰ 56.288 ὄρη μαρτυρεῖ τῆς Ἀρμενίας, ἔνθα ἡ κιβωτὸς ἱδρύθη; οὐχὶ καὶ τὰ λείψανα αὐτῆς ἕως νῦν ἐκεῖ