5
ὑπομένουσι, τί τότε ἔσται; Ἢ μικρὰν εἶναι νομίζετε κόλασιν τὸ μὴ κατατάττεσθαι ἐν ἐκείνῳ τῷ χορῷ; τὸ μὴ καταξιοῦσθαι τῆς ἀποῤῥήτου δόξης; τὸ τῆς πανηγύρεως ἐκείνης καὶ τῶν ἀφράστων ἀγαθῶν πόῤῥω που καὶ μακρὰν ἀπεῤῥῖφθαι; Ὅταν δὲ καὶ σκότος ᾖ, καὶ βρυγμὸς ὀδόντων, καὶ δεσμὰ ἄλυτα, καὶ σκώληξ ἀτελεύτητος, καὶ πῦρ ἄσβεστον, καὶ θλίψις καὶ στενοχωρία, καὶ γλῶσσαι τηγανιζόμεναι, καθάπερ ἡ τοῦ πλουσίου, καὶ ὀλοφυρώμεθα, καὶ μηδεὶς ἀκούῃ, καὶ στένωμεν, καὶ βρύχωμεν ὑπὸ τῶν ἀλγηδόνων, καὶ μηδεὶς προσέχῃ, καὶ πανταχοῦ βλέπωμεν, καὶ μηδαμοῦ μηδεὶς ὁ παραμυθούμενος ᾖ· ποῦ τάξομεν τοὺς ἐν τούτοις ὄντας; τί δὲ ἐκείνων ἀθλιώτερον τῶν ψυχῶν; τί δὲ ἐλεεινότερον; εʹ. Εἰ δὲ εἰς δεσμωτήριον εἰσιόντες, καὶ τοὺς μὲν αὐχμῶντας ὁρῶντες, τοὺς δὲ σιδηραῖς ἁλύσεσι δεδεμένους, τοὺς δὲ σκότῳ κατακεκλεισμένους, κατακλώμεθα, φρίττομεν, πάντα πράττομεν ὑπὲρ τοῦ μὴ ἐμπεσεῖν εἰς τοιαύτην ἀνάγκην καὶ θλίψιν· ὅταν ἀπαγώμεθα εἰς αὐτὰ τὰ τῆς γεέννης βασανιστήρια δεδεμένοι, τίνες ἐσόμεθα; τί δὲ πράξομεν; Οὐ γὰρ ἐκ σιδήρου τὰ δεσμὰ ἐκεῖνα, ἀλλ' ἀπὸ πυρός εἰσιν οὐδέποτε σβεννυμένου, οὐδὲ ὁμότιμοί τινες οἱ ἐφεστῶτες ἡμῖν, οὓς καὶ ἐκμειλίξασθαι πολλάκις ἔνι, ἀλλ' ἄγγελοι φοβεροὶ καὶ ἀσυμπαθεῖς, οἷς οὐδὲ ἀντιβλέψαι δυνατὸν, σφοδρῶς ὑπὲρ ὧν τὸν ∆εσπότην ὑβρίσαμεν ὀργιζόμενοι. Οὐκ ἔστι, καθάπερ ἐνταῦθα, τοὺς μὲν ἀργύ56.285 ριον, τοὺς δὲ τροφὰς, τοὺς δὲ λόγους εἰσάγοντας παρακλητικοὺς ἰδεῖν, καὶ παραμυθίας τυχεῖν, ἀλλὰ πάντα ἐκεῖ ἀσύγγνωστα. Κἂν Νῶε ᾖ, κἂν Ἰὼβ, κἂν ∆ανιὴλ, καὶ τοὺς οἰκείους ἴδωσι κολαζομένους, οὐ τολμῶσι παραστῆναι, καὶ χεῖρα ὀρέξαι. Καὶ γὰρ τὴν ἐκ φύσεως συμπάθειαν ἀναιρεῖσθαι τότε συμβαίνει Ἐπειδὴ γὰρ εὑρίσκονται δίκαιοι τέκνων ἁμαρτωλῶν πατέρες, καὶ παῖδες ἀγαθοὶ γονέων πονηρῶν οὐ γὰρ φύσεώς ἐστιν, ἀλλὰ γνώμης τὰ κακὰ, ὥστε καθαρὰν αὐτοῖς εἶναι τὴν εὐφροσύνην, καὶ μὴ τῇ τῆς συμπαθείας ἀνάγκῃ κατακλᾶσθαι τοὺς ἀπολαύοντας τῶν ἀγαθῶν ἐκείνων, καὶ ταύτην σβέννυσθαι τότε ἐστὶ, καὶ αὐτοὺς συναγανακτεῖν τῷ ∆εσπότῃ κατὰ τῶν οἰκείων σπλάγχνων. Εἰ γὰρ καὶ νῦν τινες, ὅταν ἴδωσι φαύλους τοὺς αὐτῶν παῖδας, ἀποκηρύττουσι, καὶ τῆς συγγενείας ἀποτέμνουσι, πολλῷ μᾶλλον ἐν τῇ κρίσει τοῦτο γενήσεται. Τοιγαροῦν μηδεὶς ἐλπιζέτω, χρηστὰ μὴ ἐργασάμενος, τὶ χρηστὸν, κἂν μυρίους ἔχῃ προγόνους δικαίους. Ἕκαστος γὰρ κομίσεται, φησὶ, τὰ διὰ τοῦ σώματος, πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν, εἴτε κακόν. Ἀκούσωμεν, παρακαλῶ, καὶ σωφρονῶμεν. Ἂν πῦρ ἔχῃς ἐπιθυμίας πονηρᾶς, ἐννόησον τῆς κολάσεως ἐκείνης τὸ πῦρ, καὶ τοῦτο κατασβεσθὲν οἴχεται. Ἂν βουληθῇς φθέγξασθαί τι τῶν ἀτόπων, ἐννόησον τὸν βρυγμὸν τῶν ὀδόντων, καὶ χαλινὸς ἔσται σοι φόβος. Ἂν ἁρπάσαι θελήσῃς, ἄκουσον τοῦ δικαστοῦ λέγοντος, ∆ήσατε αὐτοῦ χεῖρας καὶ πόδας, καὶ βάλετε αὐτὸν εἰς τὸ σκότος τὸ ἐξώτερον, καὶ ταύτην ἐκβαλεῖς τὴν ἐπιθυμίαν. Ἂν ὠμὸς καὶ ἀνελεήμων ᾖς, ἀναμνήσθητι τῶν παρθένων ἐκείνων, αἳ, τῶν λαμπάδων αὐτῶν σβεσθεισῶν διὰ τὸ μὴ ἔχειν ἔλαιον, τοῦ νυμφῶνος ἐξέπεσον, καὶ ταχέως ἔσῃ φιλάνθρωπος. Ἂν μεθύειν καὶ τρυφᾷν ἐπιθυμῇς, ἄκουσον τοῦ πλουσίου λέγοντος, Πέμψον Λάζαρον, ἵνα ἄκρῳ τῷ δακτύλῳ καταψύξῃ τὴν τηγανιζομένην γλῶσσαν, καὶ οὐ τυγχάνοντος τῆς αἰτήσεως, καὶ ταχέως ἀποστήσῃ τοῦ πάθους. Καὶ τὰ ἄλλα δὲ πάντα τούτῳ κατορθώσεις τῷ τρόπῳ· οὐδὲν γὰρ φορτικὸν ἐπέταξεν ὁ Θεός. Πόθεν οὖν φορτικὰ φαίνεται τὰ ἐπιτάγματα; Ἀπὸ τῆς ῥᾳθυμίας τῆς ἡμετέρας. Ὥσπερ γὰρ, ἐὰν σπουδάζωμεν, καὶ τὰ δοκοῦντα βαρέα κοῦφα ἔσται καὶ ῥᾴδια, οὕτως, ἐὰν ῥᾳθυμῶμεν, καὶ τὰ φορητὰ φανεῖται δύσκολα ἡμῖν. Ἅπερ ἅπαντα λογισάμενοι, μὴ τοὺς τρυφῶντας μακαρίζωμεν, ἀλλὰ τὸ τέλος αὐτῶν ἐννοῶμεν. Ἐνταῦθα μὲν γὰρ κόπρος καὶ πολυσαρκία, ἐκεῖ δὲ σκώληξ καὶ πῦρ. Μὴ τοὺς ἁρπάζοντας,