1

 2

 3

 4

 5

 6

 7

 8

 9

3

ἐπανώρθωσεν ὀξέως, παλαιᾶς συνηθείας μεῖζον ἰσχύσασα, τῶν οὐρανίων νόμων πλήρη πεποιηκυῖα τὴν πόλιν, συνεφελκομένη μεθ' ἑαυτῆς καὶ σωφροσύνην, καὶ φιλανθρωπίαν, καὶ πραότητα, καὶ πρόνοιαν πτωχῶν. Οὐ γὰρ ἀνέχεται χωρὶς τούτων ἐνδιαιτᾶσθαι ψυχῇ· ἀλλ' εἰς ἣν ἂν οἰκήσῃ διάνοιαν, πλήρη ποιεῖ δικαιοσύνης πάσης, παιδοτριβοῦσα πρὸς ἀρετὴν, καὶ κακίαν ἐξορίζουσα. Καὶ δὴ καὶ τότε εἴ τις εἰσῆλθεν εἰς Νινευῆ τὴν πόλιν, καὶ πρότερον αὐτὴν ἀκριβῶς ἐπιστάμενος, οὐκ ἂν ἐπέγνω τὴν πόλιν· οὕτως ἐξαίφνης ἀπὸ τοῦ φαυλοτέρου βίου πρὸς εὐσέβειαν μετεπήδησεν. Ὥσπερ γὰρ γυναῖκα πτωχὴν, ῥάκια φοροῦσαν, μετὰ ταῦτά τις χρυσοῖς ἱματίοις κεκοσμημένην ἰδὼν, οὐκ ἂν ἐπιγνοίη τὸ γύναιον· οὕτως ὁ τὴν πόλιν ἐκείνην εἰδὼς πτωχεύουσαν πρότερον, καὶ τῶν πνευματικῶν ἔρημον οὖσαν θησαυρῶν, ἠγνόησεν ἂν ἥτις εἴη ἡ πόλις, ἣν τοσοῦτον ἴσχυσεν εὐχὴ μεταβαλοῦσα καὶ τρόπον καὶ βίον πρὸς ἀρετὴν ἐπαναγαγεῖν. Καὶ γυνὴ δέ τις ἐν ἀκολασίᾳ καὶ πορνείᾳ πάντα βεβιωκυῖα τὸν χρόνον, ἅμα τε προσέπεσε πρὸς τοὺς πόδας τοῦ Χριστοῦ, καὶ σωτηρίας ἔτυχεν. Οὐ τοίνυν ἀποκαθαίρει μόνον ἁμαρτίας, ἀλλὰ καὶ κινδύνους ἀποκρούεται μεγάλους. Ὅ γέ τοι βασιλεὺς ὁμοῦ τε καὶ προφήτης, ὁ θαυμάσιος ∆αυῒδ, τοὺς πολλοὺς καὶ χαλεποὺς πολέμους τῇ προσευχῇ διέφυγε, τοῦτο μόνον τὸ ὅπλον τῆς στρατιᾶς προβαλλόμενος, καὶ παρέχων τοῖς ἑαυτοῦ στρατιώταις καθ' ἡσυχίαν καὶ ἄδειαν ἀπολαύειν τῆς νίκης. Οἱ μὲν οὖν ἄλλοι βασιλεῖς, ἐν τῇ τῶν στρατηγῶν ἐμπειρίᾳ καὶ τῇ τέχνῃ καὶ 50.778 τοξόταις καὶ ὁπλίταις καὶ ἱππεῦσι τὴν ἐλπίδα τῆς σωτηρίας εἶχον· ὁ δὲ μέγας ∆αυῒδ ταῖς ἁγίαις εὐχαῖς τὴν στρατιὰν ἐτείχιζεν, οὐ βλέπων εἰς ὀφρὺν στρατηγῶν καὶ ταξιάρχων καὶ ἱππάρχων, οὐδὲ χρήματα συλλέγων, οὐδὲ ὅπλα κατασκευάζων, ἀλλὰ τὴν θείαν πανοπλίαν ἐξ οὐρανοῦ καταφέρων. Πανοπλία γὰρ ὡς ἀληθῶς οὐράνιος ἡ θεία προσευχὴ, καὶ μόνη δύναται φυλάττειν βεβαίως τοὺς δεδωκότας ἑαυτοὺς τῷ Θεῷ. Τὴν μὲν γὰρ τῶν ὁπλιτῶν ἰσχύν τε καὶ ἐπιστήμην, καὶ τοξοτῶν ἐμπειρίαν, καὶ προδοσίαν, πολλάκις ὑποφαίνει μάταιον καὶ βλέμματα πολεμικὰ, καὶ ἀντιπάλων εὐψυχία, καὶ ἄλλα πολλὰ πρὸς τούτοις· προσευχὴ δὲ ἄμαχον ὅπλον, καὶ ἀσφαλὲς φυλακτήριον, ὁμοίως μὲν στρατιώτην ἕνα, ὁμοίως δὲ πολλὰς ἀποκρουομένη μυριάδας· ἐπεὶ καὶ ∆αυῒδ ὁ θαυμάσιος τὸν Γολιὰθ ἐκεῖνον, ὥσπερ δαίμονά τινα φοβερὸν ἐπερχόμενον, οὐχ ὅπλοις οὐδὲ ξίφεσιν, ἀλλ' εὐχαῖς κατήνεγκεν. Οὕτως ἰσχυρὸν μὲν βασιλεῦσιν ἐν μάχαις ὅπλον ἡ προσευχὴ, ἰσχυρὸν δὲ καὶ ἡμῖν πρὸς δαίμονας. Οὕτω καὶ ὁ βασιλεὺς Ἐζεκίας περιγίνεται τῷ πολέμῳ τῶν Περσῶν, στρατιὰν μὲν οὐχ ὁπλίσας, εὐχὰς δὲ μόνας ἀντιστήσας τῷ πλήθει τῶν ἀντιπάλων· οὕτω καὶ θάνατον διέφυγε, μετὰ τῆς προσηκούσης εὐλαβείας τῷ Θεῷ προσπεσὼν, καὶ ἡ προσευχὴ μόνη δέδωκεν ἀναβιῶναι τῷ βασιλεῖ. Καὶ μήν γε ὅτι ψυχὴν ἡμαρτηκυῖαν ἡ προσευχὴ ῥᾳδίως ἀποκαθαίρει, διδάσκει ἡμᾶς ὁ τελώνης, δεηθεὶς τοῦ Θεοῦ τυχεῖν ἀφέσεως, καὶ τυχών· διδάσκει δὲ καὶ ὁ λεπρὸς, ἅμα τε προσπεσὼν τῷ Θεῷ, καὶ καθαρθεὶς εὐθέως. Εἰ δὲ σῶμα διεφθαρμένον ὁ Θεὸς ὀξέως ἰάσατο, πολλῷ μᾶλλον ψυχὴν νενοσηκυῖαν θεραπεύσει φιλανθρώπως· ὅσῳ γὰρ τιμιωτέρα τοῦ σώματος ἡ ψυχὴ, τοσούτῳ μᾶλλον εἰκὸς περὶ ταύτην πλείονα σπουδὴν ἐπιδείκνυσθαι τὸν Θεόν. Καὶ μυρία ἄν τις ἔχοι λέγειν καὶ παλαιὰ καὶ καινὰ, εἰ πάντας ἐξαριθμεῖσθαι βούλοιτο τοὺς διὰ προσευχῆς σεσωσμένους. Ἴσως δέ τις τῶν ῥᾳθυμοτέρων καὶ οὐκ ἐθελόντων ἐπιμελῶς προσεύχεσθαι καὶ σπουδαίως, ἐκεῖνα τὰ ῥήματα φήσειεν ἂν εἰρηκέναι τὸν Θεὸν, ὡς Οὐ πᾶς ὁ λέγων μοι, Κύριε, Κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλ' ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρός μου, τοῦ ἐν οὐρανοῖς· ἐγὼ δὲ εἰ μόνην ἐξαρκεῖν πρὸς τὴν ἡμετέραν σωτηρίαν τὴν προσευχὴν ἐνόμιζον, εἰκότως ἄν τις τούτοις ἐκέχρητο τοῖς λόγοις· ἐπεὶ δὲ κεφάλαιον εἶναι ἀγαθῶν τὴν προσευχήν φημι, καὶ κρηπῖδα καὶ ῥίζαν τοῦ