1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

2

ἀδίκου τρυφῆς δώσει τὴν δίκην. Μὴ τοίνυν ἀπὸ τῶν παρόντων μόνον περὶ τῆς τοῦ Θεοῦ ψηφισώμεθα προνοίας, ἀλλὰ καὶ ἀπὸ τῶν μελλόντων. Τὰ γὰρ παρόντα ἀγών ἐστι καὶ σκάμματα καὶ στάδιον, τὰ δὲ μέλλοντα ἔπαθλα καὶ στέφανοι καὶ βραβεῖα. Ὥσπερ οὖν τὸν ἀθλητὴν, ἐν τῷ σκάμματι καὶ ἱδρῶτι καὶ κόνει καὶ θέρμῃ πολλῇ καὶ πόνοις καὶ ταλαιπωρίαις μάχεσθαι δεῖ, οὕτω καὶ τὸν δίκαιον ἐνταῦθα πολλὰ ὑπομένειν χρὴ καὶ φέρειν ἅπαντα γενναίως, εἴ γε μέλλοι λαμπροὺς ἀπολήψεσθαι τοὺς στεφάνους ἐκεῖ. Εἰ δὲ αἱ τῶν πονηρῶν εὐημερίαι θορυβοῦσί τινας, καὶ ἐπὶ τούτων ἐκεῖνο λογιζέσθωσαν πάλιν, ὅτι, καθάπερ λῃσταὶ καὶ τυμβωρύχοι καὶ ἀνδροφόνοι καὶ οἱ τὴν θάλασσαν πλέοντες πειραταὶ, πρὶν ἢ εἰς τὸ δικαστήριον εἰσελθεῖν, πολλῆς ἀπολαύουσι τρυφῆς, οἰκείαν εὐπορίαν τὰς ἀλλοτρίας ποιούμενοι συμφορὰς, καὶ τὸν ἄδικον κτώμενοι πλοῦτον, καὶ καθ' ἑκάστην μεθύοντες τὴν ἡμέραν· ἐπειδὰν δὲ ὑπὸ ταῖς τοῦ δικαστοῦ γένωνται ψήφοις, πάντων ἐκείνων διδόασι δίκην· οὕτω καὶ οὗτοι οἱ πόρνας ἀγοράζοντες, καὶ τὰς Συβαριτικὰς παρατιθέμενοι τραπέζας, καὶ τὰς ὀφρῦς ἀνασπῶντες, καὶ σοβοῦντες ἐπὶ τῆς ἀγορᾶς, καὶ τοὺς πένητας σπαράττοντες, ὅταν ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ παραγένηται μετὰ τῶν ἀγγέλων τῶν ἑαυτοῦ, καὶ ἐπὶ τοῦ βήματος ἐκείνου καθίσῃ, καὶ τὴν οἰκουμένην εἰς μέσον παραγάγῃ, γυμνοὶ καὶ πάσης ἔρημοι τῆς φαντασίας εἰσενεχθέντες, καὶ οὐδένα συνήγορον οὐδὲ προστάτην ἔχοντες, χωρὶς συγγνώμης ἁπάσης εἰς τοὺς τοῦ πυρὸς ἀπενεχθήσονται ποταμούς. Μὴ τοίνυν μήτε τούτους μακαρίσῃς διὰ τὴν 50.420 ἐνταῦθα τρυφὴν, ἀλλὰ δάκρυσον διὰ τὴν μέλλουσαν τιμωρίαν· μηδὲ τὸν δίκαιον ταλανίσῃς διὰ τὴν ἐνταῦθα πενίαν, ἀλλὰ μακάρισον διὰ τὸν μέλλοντα τῶν ἀγαθῶν πλοῦτον, καὶ τὸν περὶ τῆς ἀναστάσεως λόγον ἐν τῇ σαυτοῦ διανοίᾳ ῥίζωσον, ἵνα, κἂν ἀγαθὸς ᾖς καὶ πειράζῃ, δοκιμώτερος γίνῃ, ταῖς μελλούσαις ἐλπίσι προθυμίαν μείζονα προσλαμβάνων· κἂν κακὸς ᾖς, ἀποστῇς τῆς πονηρίας, τῷ φόβῳ τῆς μελλούσης κολάσεως σωφρονέστερον σεαυτὸν κατασκευάζων. βʹ. ∆ιὰ τοῦτο καὶ ὁ Παῦλος συνεχῶς ἡμῖν τὸν περὶ ἀναστάσεως κινεῖ λόγον, καθάπερ οὖν καὶ σήμερον ἠκούσατε αὐτοῦ βοῶντος καὶ λέγοντος· Οἴδαμεν γὰρ, ὅτι ἐὰν ἡ ἐπίγειος ἡμῶν οἰκία τοῦ σκήνους καταλυθῇ, οἰκίαν ἐκ Θεοῦ ἔχομεν ἀχειροποίητον, αἰώνιον, ἐν τοῖς οὐρανοῖς. Μᾶλλον δὲ ἀνωτέρω τὸν λόγον ἀγάγωμεν, καὶ ἴδωμεν πόθεν ἐνέπεσεν εἰς τὸν περὶ ἀναστάσεως λόγον. Οὐ γὰρ ἁπλῶς, οὐδὲ ὡς ἔτυχε, ταύτην συνεχῶς κινεῖ τὴν διδασκαλίαν· ἀλλ' ὁμοῦ τε διδάξαι βουλόμενος τὰ μέλλοντα, καὶ τοὺς ἀθλητὰς τῆς εὐσεβείας ἐπιῤῥῶσαι θέλων. Νῦν μὲν γὰρ διὰ τὴν τοῦ Θεοῦ χάριν πολλῆς ἀπολαύομεν τῆς εἰρήνης· καὶ γὰρ βασιλεῖς ἐν εὐσεβείᾳ ζῶσι, καὶ ἄρχοντες τὴν ἀλήθειαν ἐπέγνωσαν, καὶ δῆμοι καὶ πόλεις καὶ ἔθνη τῆς πλάνης ἀπαλλαγέντες, τὸν Χριστὸν ἅπαντες προσκυνοῦσι· τότε δὲ ἐν ἀρχῇ τοῦ κηρύγματος, ἄρτι τῶν σπερμάτων τῆς εὐσεβείας καταβαλλομένων, πολὺς ὁ πόλεμος καὶ διάφορος καὶ ποικίλος. Καὶ γὰρ ἄρχοντες καὶ βασιλεῖς καὶ οἰκεῖοι καὶ συγγενεῖς καὶ πάντες τοῖς πιστοῖς ἐπολέμουν, καὶ διὰ τῆς φύσεως αὐτῆς ὁ πόλεμος ᾔρετο. Καὶ γὰρ πατὴρ τέκνον παρέδωκε πολλάκις, καὶ θυγατέρα μήτηρ, καὶ οἰκέτην δεσπότης. Οὐδὲ γὰρ αἱ πόλεις μόνον, οὐδὲ αἱ χῶραι, ἀλλὰ καὶ οἰκίαι πολλάκις καθ' ἑαυτὰς ἐμάχοντο· καὶ παντὸς ἐμφυλίου πολέμου χαλεπώτερος ἦν ὁ τότε κατέχων θόρυβος. Καὶ γὰρ καὶ χρήματα ἀνηρπάζετο, καὶ ἐλευθερία προεδίδοτο, καὶ περὶ αὐτῆς τῆς ζωῆς ὁ κίνδυνος ἐπεκρέματο, οὐχὶ βαρβάρων ἐπιτρεχόντων καὶ ἐπηρεαζόντων, ἀλλ' αὐτῶν τῶν δοκούντων προεστάναι καὶ ἄρχειν, πολεμίων ἁπάντων χαλεπώτερον τοὺς ἀρχομένους διατιθέντων. Καὶ τοῦτο δηλῶν ὁ Παῦλος ἔλεγεν, ὅτι Πολλὴν ἄθλησιν ὑπεμείνατε παθημάτων· τοῦτο μὲν, ὀνειδισμοῖς τε