1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

9

Ἐπειδὴ γὰρ εἶπεν, ὅτι στενάζομεν καὶ ἐκδύσασθαι οὐ βουλόμεθα, ἵνα μὴ νομίσῃς, ὅτι ὡς κακὸν φεύγει τὸ σῶμα καὶ πονηρίας αἴτιον καὶ ἐχθρὸν καὶ πολέμιον, ἄκουσον πῶς διορθοῦται τὴν ὑπόνοιαν· πρῶτον μὲν τῷ εἰπεῖν, ὅτι Στενάζομεν τὸ οἰκητήριον ἡμῶν τὸ ἐξ οὐρανοῦ ἐπενδύσασθαι ἐπιποθοῦντες· ὁ γὰρ ἐπενδυόμενος τῷ ὄντι ἕτερον ἐπενδύεται· ἔπειτα τῷ εἰπεῖν, Στενάζομεν βαρούμενοι, ἐφ' ᾧ οὐ θέλομεν ἐκδύσασθαι, ἀλλ' ἐπενδύσασθαι ἐπιποθοῦντες. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Οὐ τὴν σάρκα ἀποθέσθαι βουλόμεθα, φησὶν, 50.428 ἀλλὰ τὴν φθοράν· οὐ τὸ σῶμα, ἀλλὰ τὸν θάνατον. Ἄλλο σῶμα, καὶ ἄλλο θάνατος· ἄλλο σῶμα, καὶ ἄλλο φθορά· οὔτε τὸ σῶμα φθορὰ, οὔτε ἡ φθορὰ σῶμα. Καὶ φθαρτὸν μὲν τὸ σῶμα, οὐ φθορὰ δὲ τὸ σῶμα· καὶ θνητὸν μὲν τὸ σῶμα, οὐ θάνατος δὲ τὸ σῶμα· ἀλλὰ τὸ μὲν σῶμα ἔργον ἐγένετο τοῦ Θεοῦ, ἡ δὲ φθορὰ καὶ ὁ θάνατος ὑπὸ τῆς ἁμαρτίας εἰσήχθη. Τὸ γοῦν ἀλλότριον ἀποδύσασθαι βούλομαι, φησὶν, οὐ τὸ οἰκεῖον· ἀλλότριον δὲ, οὐ τὸ σῶμα, ἀλλ' ἡ φθορά. ∆ιὰ τοῦτό φησιν· Ἐφ' ᾧ οὐ θέλομεν ἐκδύσασθαι, τουτέστι, τὸ σῶμα, ἀλλ' ἐπενδύσασθαι τῷ σώματι τὴν ἀφθαρσίαν. Μέσον ἐστὶ τὸ σῶμα φθορᾶς καὶ ἀφθαρσίας. Ἀποδύεται τοίνυν φθορὰν, καὶ ἐπενδύεται ἀφθαρσίαν· ἀποβάλλει ὅπερ ἔλαβεν ἀπὸ τῆς ἁμαρτίας, καὶ κτᾶται ὅπερ ἔδωκεν ἡ τοῦ Θεοῦ χάρις. Καὶ ἵνα μάθῃς, ὅτι τὸ ἐκδύσασθαι οὐ περὶ τοῦ σώματός φησιν, ἀλλὰ περὶ τῆς φθορᾶς καὶ τοῦ θανάτου, ἄκουσον τῶν ἐπαγομένων εὐθέως. Εἰπὼν γὰρ, Οὐ θέλομεν ἐκδύσασθαι, ἀλλ' ἐπενδύσασθαι, οὐκ εἶπεν· Ἵνα καταποθῇ τὸ σῶμα ὑπὸ τῆς ἀσωματότητος· ἀλλὰ τί; Ἵνα καταποθῇ τὸ θνητὸν ὑπὸ τῆς ζωῆς, τουτέστιν, ἵνα ἀφανισθῆ, ἵνα ἀπόληται· ὥστε ἀπώλειαν οὐχὶ τοῦ σώματος λέγει, ἀλλὰ θανάτου καὶ φθορᾶς. Ἐπερχομένη γὰρ ἡ ζωὴ οὐχὶ τὸ σῶμα ἀφανίζει καὶ δαπανᾷ, ἀλλὰ τὴν ἐπιγινομένην αὐτῷ φθορὰν καὶ τὸν θάνατον. Ὃ τοίνυν στεναγμὸς οὐ διὰ τὸ σῶμα, ἀλλὰ διὰ τὴν ἐπικειμένην φθοράν· καὶ γὰρ τὸ σῶμα βαρύ ἐστι καὶ φορτικὸν καὶ ἐπαχθὲς, οὐ παρὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ παρὰ τὴν ὕστερον αὐτῷ προσγενομένην θνητότητα. Ἀλλ' οὐχὶ σῶμα φθαρτὸν, ἀλλ' ἄφθαρτόν ἐστι. Τοσαύτη γὰρ αὐτοῦ ἐστιν ἡ εὐγένεια, ὡς καὶ ἐν αὐτῇ τῇ φθορᾷ τὴν ἀξίαν ἐπιδείκνυσθαι τὴν αὑτοῦ. Αἱ γοῦν σκιαὶ τῶν ἀποστόλων τὰς ἀσωμάτους ἀπήλασαν δυνάμεις, καὶ ἡ κόνις καὶ ἡ τέφρα δαιμόνων περιεγένετο, καὶ τὰ ἱμάτια τὰ ὁμιλήσαντα τοῖς σώμασιν αὐτῶν νόσους ἀνεῖλον, καὶ ὑγίειαν ἐπανήγαγον. ζʹ. Μὴ γάρ μοι φλέγμα καὶ χολὴν εἴπῃς, καὶ ἱδρῶτα, καὶ ῥύπον, καὶ τὰ ἄλλα, ἅπερ οἱ κατηγοροῦντες τοῦ σώματος λέγουσιν· οὐ γὰρ τῆς τοῦ σώματος φύσεως ταῦτα ἦν, ἀλλὰ τῆς ὕστερον ἐπιγενομένης φθορᾶς. Εἰ δὲ θέλεις αὐτοῦ καταμαθεῖν τὴν ἀρετὴν, ἔπελθε τῶν μελῶν ἁπάντων τὴν διάπλασιν, τὸ σχῆμα, τὰς ἐνεργείας, τὴν πρὸς ἄλληλα συμφωνίαν· καὶ πάσης πόλεως εὐνομουμένης καὶ φιλοσόφους ἅπαντας τοὺς πολίτας ἐχούσης ἀκριβεστέραν ὄψει τὴν τῶν μελῶν τούτων πρὸς ἄλληλα πολιτείαν. Εἰ δὲ ἄνω καὶ κάτω ταῦτα παρατρέχων, τὸ φθαρτὸν αὐτοῦ καὶ τὸ θνητὸν μόνον προτείνοις, οὐδὲ ἐντεῦθεν ἀπορήσομεν ἀπολογίας. Ὅτι γὰρ οὐ μόνον οὐδεμία γέγονεν ἐντεῦθεν ἡ βλάβη, ἀλλὰ καὶ πολὺ τὸ κέρδος τῷ γένει τῶν ἀνθρώπων, δῆλον ἐκεῖθεν. Οἵ τε γὰρ ἅγιοι πάντες μετὰ τούτου ζῶντες, τὴν ἀγγελικὴν ἐκείνην ἐπεδείξαντο πολιτείαν, καὶ οὐδεμία τις αὐτοῖς ἐντεῦθεν ἐγίνετο βλάβη πρὸς τὸν τῆς ἀρετῆς δρόμον· οἵ τε πρὸς ἀσέβειαν βλέποντες οὐ μικρὸν ἔσχον κώλυμα, τοῦ σώματος τὴν φθορὰν, πρὸς τὸ μὴ ποῤῥωτέρω προελθεῖν τῆς οἰκείας παρανομίας. Εἰ γὰρ τὸ φθαρτὸν τοῦτο καὶ παθητὸν σῶμα περικείμενοι πολλοὶ 50.429 τῶν ἀνθρώπων ἰσοθεΐαν ἐφαντάσθησαν, καὶ ὑπὲρ τοῦ τοιαύτην ἑαυτοῖς περιθεῖναι δόξαν πολλὰ ἐπραγματεύσαντο· εἰ μὴ παθητὸν εἶχον τὸ σῶμα καὶ φθαρτὸν, ἐλέγχον αὐτῶν τὴν ἀσθένειαν, τίνας οὐκ ἂν ἠπάτησαν τῶν ἀνοητοτέρων; Ὅταν οὖν καὶ ἀσεβείας, ὅπερ