1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

3

καὶ θλίψεσι θεατριζόμενοι, τοῦτο δὲ, κοινωνοὶ τῶν οὕτως ἀναστρεφομένων γενηθέντες. Καὶ γὰρ τοῖς δεσμοῖς μου συνεπαθήσατε, καὶ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑμῖν μετὰ χαρᾶς προσεδέξασθε. Καὶ Γαλάταις δέ φησι· Τοσαῦτα ἐπάθετε εἰκῆ, εἴ γε καὶ εἰκῆ. Καὶ Θεσσαλονικεῦσι δὲ, καὶ Φιλιππησίοις, καὶ πᾶσιν ἁπλῶς οἷς ἐπιστέλλει, πολλὰ τοιαῦτα μαρτυρεῖ. Καὶ οὐ τοῦτο μόνον ἦν τὸ χαλεπὸν, ὅτι πολὺς ὁ πόλεμος ἔξωθεν κεκίνητο καὶ διηνεκὴς, ἀλλ' ὅτι καὶ ἐν αὐτοῖς τοῖς πιστοῖς συνέβαινε γίνεσθαί τινα σκάνδαλα καὶ ἔρεις καὶ φιλονεικίας καὶ ζηλοτυπίας· καὶ ταῦτα αὐτὰ δηλῶν ὁ Παῦλος ἔλεγεν· Ἔξωθεν μάχαι, ἔσωθεν φόβοι. Καὶ οὗτος ἐκείνου χαλεπώτερος ὁ πόλεμος ἦν, καὶ τοῖς ἀρχομένοις καὶ τοῖς διδασκάλοις. Οὐχ οὕτω γοῦν τῶν ἐχθρῶν ἐδεδοίκει τὰς ἐπιβουλὰς ὁ Παῦλος, ὡς τὰ ἔνδον πτώματα, καὶ τὰς τῶν οἰκείων παρανομίας. Ὅτε γοῦν ἐπόρνευσέ τις παρὰ Κορινθίοις, ἅπαντα τὸν χρόνον ἐκεῖνον πενθῶν διετέλεσε, τὰ σπλάγχνα σπαράττων τὰ ἑαυτοῦ, καὶ πικρὸν ὀλολύζων. Ἦν τι καὶ τρίτον οὐκ ἔλαττον τῶν εἰρημένων, πολὺν ἐπάγον τοῖς πιστεύουσι πόνον, αὐτὴ τῶν πρα50.421 γμάτων ἡ φύσις πολλῶν ἱδρώτων γέμουσα καὶ πόνων. Οὐ γὰρ εὔκολος καὶ ῥᾳδία τις ἦν ἡ ὁδὸς, ἐφ' ἣν ἦγον αὐτοὺς οἱ ἀπόστολοι, ἀλλὰ τραχεῖα καὶ δυσκατόρθωτος καὶ φιλοσόφου τινὸς καὶ ἀγρύπνου δεομένη ψυχῆς καὶ ἠκριβωμένης πανταχόθεν. ∆ιὰ τοῦτο καὶ ὁ Χριστὸς στενὴν καὶ τεθλιμμένην αὐτὴν ἐκάλεσεν. Οὐ γὰρ ἐξῆν ἀδεῶς ζῇν, καθάπερ παρὰ τοῖς Ἕλλησιν, ἐν αἰσχρότητι καὶ μέθῃ καὶ ἀδδηφαγίᾳ καὶ τρυφῇ καὶ πολυτελείᾳ· ἀλλ' ἔδει καὶ θυμὸν χαλινοῦν, καὶ ἐπιθυμίας ἀτόπου κρατεῖν, καὶ χρημάτων ὑπερορᾷν, καὶ δόξαν καταπατεῖν, καὶ φθόνου καὶ βασκανίας ἀνώτερον εἶναι. Ταῦτα δὲ ἡλίκον πόνον παρέχει, ἴσασιν οἱ καθ' ἡμέραν αὐτοῖς πυκτεύοντες. Τί γὰρ ἐπιθυμίας ἀτόπου χαλεπώτερον εἰπέ μοι, ἣ, καθάπερ κύων λυττῶν, συνεχῶς ἡμῖν ἐπιπηδᾷ, καὶ καθ' ἡμέραν ἡμῖν διενοχλεῖ, καὶ δεῖται διηνεκῶς ἐγρηγορυίας ψυχῆς; Τί δὲ καὶ ὀργῆς πικρότερον; Γλυκὺ μὲν γὰρ τὸ τὸν ἠδικηκότα ἀμύνασθαι, ἀλλὰ τοῦτο οὐκ ἐξῆν. Καὶ τί λέγω, τὸν ἠδικηκότα οὐκ ἐξῆν ἀμύνασθαι; Εὐεργετεῖν ἔδει τοὺς λυποῦντας, καὶ εὐλογεῖν τοὺς λοιδορουμένους, καὶ μηδὲ ῥῆμα πικρὸν ἐκβάλλειν ποτέ· καὶ σωφροσύνην δὲ, οὐ τὴν μέχρι τῶν ἔργων μόνον, ἀλλὰ καὶ τὴν μέχρι τῆς ἐννοίας ἐπιδείκνυσθαι ἔδει. Οὐ γὰρ μόνον αὐτῆς τῆς ἀκολάστου πράξεως, ἀλλὰ καὶ ὄψεως τῆς τοιαύτης ἀπέχεσθαι δεῖ, καὶ μηδὲ ἐντρυφᾷν ταῖς ὄψεσι τῶν εὐμόρφων γυναικῶν, ὡς καὶ ὑπὲρ τῆς θεωρίας ταύτης τὴν ἐσχάτην μέλλοντας ὑποστήσεσθαι δίκην. Ἐπεὶ οὖν πολὺς ὁ πόλεμος ἦν παρὰ τῶν ἔξωθεν, πολὺς ὁ φόβος παρὰ τῶν ἔνδοθεν, πολὺς ὁ πόνος ὁ πρὸς τὴν τῆς ἀρετῆς ἐργασίαν. Προσῆν δέ τι καὶ τέταρτον, ἡ ἀπειρία τῶν μελλόντων ἀγωνίζεσθαι τὸν μέγαν τοῦτον ἀγῶνα. Οὐ γὰρ ἐκ προγόνων τὴν εὐσέβειαν διαδεξαμένους τοὺς ἀνθρώπους ἔλαβον οἱ ἀπόστολοι, ἀλλ' ἐν βλακείᾳ καὶ τρυφῇ καὶ μέθῃ καὶ αἰσχρότητι καὶ ἀκολασίᾳ τραφέντας. Οὐ μικρὸν δὲ τοῦτο εἰς δυσκολίαν τῶν ἀγώνων ἦν, τὸ μὴ ἄνωθεν, μηδὲ ἐκ προγόνων ταύτην πεπαιδεῦσθαι τὴν φιλοσοφίαν, ἀλλὰ νῦν πρῶτον πρὸς τοὺς ἀγῶνας ἀποδύεσθαι τούτους. γʹ. Ἐπεὶ οὖν τοσαύτη ἦν ἡ δυσκολία τοῖς ἀγωνιζομένοις τότε, παραμυθούμενος αὐτῶν τὸν πόνον συνεχῶς τὸν περὶ ἀναστάσεως ἐκίνει λόγον. Καὶ οὐ ταύτῃ προτρέπει μόνον καὶ ἀλείφει τοὺς ἀθλητὰς, ἀλλὰ καὶ τῇ διηγήσει τῶν οἰκείων παθῶν. ∆ιόπερ πρὶν ἐμπεσεῖν εἰς τοὺς περὶ ἀναστάσεως λόγους, τὰ αὑτοῦ πάθη διηγεῖται, λέγων οὕτως· Ἐν παντὶ θλιβόμενοι, ἀλλ' οὐ στενοχωρούμενοι· ἀπορούμενοι, ἀλλ' οὐκ ἐξαπορούμενοι· διωκόμενοι, ἀλλ' οὐκ ἐγκαταλιμπανόμενοι· καταβαλλόμενοι, ἀλλ' οὐκ ἀπολλύμενοι· διὰ τούτων τοὺς καθημερινοὺς θανάτους δηλῶν, ὅτι καθάπερ ἔμψυχοι νεκροὶ