4
περιῄεσαν εἰς θάνατον παραδιδόμενοι καθ' ἡμέραν. Ὅτε τοίνυν ἃ πρὸς αὐτοὺς ἐπήγοντο, τότε τὸν περὶ τῆς ἀναστάσεως κινεῖ λόγον· Πιστεύομεν γὰρ, φησὶν, ὅτι ὁ ἐγείρας τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, καὶ ἡμᾶς διὰ Ἰησοῦ ἐγερεῖ καὶ παραστήσει σὺν ὑμῖν. ∆ιὸ οὐκ ἐκκακοῦμεν, μεγίστην παράκλησιν ἔχοντες ἐν τοῖς ἀγῶσι, τὴν τῶν μελλόντων ἐλπίδα. Καὶ οὐκ εἶπε πρὸς αὐτούς· ∆ιὸ μὴ ἐκκακεῖτε· ἀλλὰ τί; ∆ιὸ οὐκ ἐκκακοῦμεν, δεικνὺς καὶ αὑτὸν ἐν τοῖς ἀγῶσιν ὄντα διηνεκῶς. Ἐπὶ μὲν γὰρ τῶν Ὀλυμπιακῶν ἀγώνων, ὁ μὲν ἀθλητὴς ἔνδον 50.422 ἀγωνίζεται, ὁ δὲ παιδοτρίβης πόῤῥω καθήμενος, τὴν ἀπὸ τῶν λόγων εἰσάγει βοήθειαν, τοσοῦτον συντελῶν τῷ παλαίοντι μόνον, ὅσον βοῆσαι καὶ φθέγξασθαι· παραστῆναι δὲ ἐγγὺς, καὶ τὴν ἀπὸ τῶν χειρῶν συμμαχίαν εἰσενεγκεῖν οὐδεὶς ἐπιτρέπει νόμος αὐτῷ. Ἐπὶ δὲ τῶν τῆς εὐσεβείας ἀγώνων οὐχ οὕτως, ἀλλ' ὁμοῦ καὶ παιδοτρίβης ἐστὶ καὶ ἀθλητὴς ὁ αὐτός. ∆ιὰ τοῦτο οὐκ ἔξω τοῦ σκάμματος καθήμενος, ἀλλ' εἰς αὐτοὺς ἐμβεβληκὼς τοὺς ἀγῶνας, ἀλείφει τοὺς μετ' αὐτοῦ πυκτεύοντας, λέγων· ∆ιὸ οὐκ ἐκκακοῦμεν. Καὶ οὐκ εἶπε, ∆ιὸ οὐκ ἐκκακῶ, ἀλλὰ, ∆ιὸ οὐκ ἐκκακοῦμεν, τοῖς ἐγκωμίοις αὐτοὺς ἀναστῆσαι βουλόμενος. Ἀλλ' εἰ καὶ ὁ ἔξω ἄνθρωπος ἡμῶν διαφθείρεται, ἀλλ' ὁ ἔσω ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ. Ὅρα σύνεσιν ἀποστολικήν. Προέτρεψεν αὐτοὺς ἀφ' ὧν ἔπασχον, ὅτι Ἐν παντὶ θλιβόμενοι, ἀλλ' οὐ στενοχωρούμενοι· προέτρεψεν ἀπὸ τῆς ἀναστάσεως τοῦ Ἰησοῦ, εἰπὼν, Ὅτι ὁ ἐγείρας τὸν Ἰησοῦν καὶ ἡμᾶς ἐγερεῖ. Εἶτα καὶ ἕτερόν τινα κινεῖ παρακλήσεως τρόπον. Ἐπειδὴ γὰρ οἱ πολλοὶ τῶν ἀνθρώπων μικρόψυχοί τινες ὄντες καὶ ἀσθενεῖς καὶ ταλαίπωροι, κἂν πεπεισμένοι περὶ τῆς ἀναστάσεως ὦσιν, ὀλιγωροῦσι πρὸς τὸ μῆκος τοῦ χρόνου καὶ ἰλιγγιῶσι καὶ ἀναπίπτουσι, καὶ ἕτερον αὐτοῖς πρὸ τῆς ἀναστάσεως δίδωσι μισθὸν καὶ ἀμοιβήν. Ποίαν δὴ ταύτην; Εἰ καὶ ὁ ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται, ἀλλ' ὁ ἔσω ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ· ἔξω ἄνθρωπον τὸ σῶμα καλῶν, ἔσω ἄνθρωπον τὴν ψυχὴν λέγων. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Καὶ πρὶν ἀναστῆναι, καὶ πρὶν ἀπολαῦσαι τῆς δόξης τῆς μελλούσης, ἐντεῦθεν ἤδη τῶν πόνων οὐ μικρὰν ἀπείληφας τὴν ἀμοιβὴν, ἐν αὐτῷ τῷ θλίβεσθαι τῆς ψυχῆς ἡμῖν ἀνανεουμένης, σοφωτέρας γινομένης καὶ εὐλαβεστέρας, πλείονα κτωμένης ὑπομονὴν, εὐτονωτέρας καθισταμένης καὶ δυνατωτέρας. Καθάπερ γὰρ οἱ τὴν σωματικὴν ἀθλοῦντες ἄθλησιν, καὶ πρὸ τῶν στεφάνων, καὶ πρὸ τῶν βραβείων ἀπ' αὐτῆς τῆς γυμνασίας καὶ τοῦ παλαίειν μέγαν λαμβάνουσι τὸν μισθὸν, ὑγιεινότερα καὶ δυνατώτερα αὑτῶν τὰ σώματα διὰ τῆς γυμνασίας κατασκευάζοντες, καὶ πᾶσαν διαφεύγοντες ἀῤῥωστίαν· οὕτω δὴ καὶ ἐπὶ τῶν ἀγώνων τῆς ἀρετῆς, καὶ πρὶν ἢ τὸν οὐρανὸν ἀνοιγῆναι, καὶ πρὶν ἢ τὸν Υἱὸν τοῦ Θεοῦ παραγενέσθαι, καὶ πρὶν ἢ τὰς ἀμοιβὰς ἡμᾶς ἀπολαβεῖν, μέγαν ἐντεῦθεν καρπούμεθα τὸν μισθὸν, τῆς ψυχῆς ἡμῖν φιλοσοφωτέρας καθισταμένης. Καὶ γὰρ οἱ πολλὴν πλεύσαντες θάλασσαν, καὶ μυρίων ἀνασχόμενοι κυμάτων, καὶ πολλοῖς θηρίοις πυκτεύσαντες, καὶ πολλοὺς χειμῶνας ἐνεγκόντες, καὶ πρὸ τῆς ἐμπορίας αὐτῆς οὐ μικρὸν ἀπὸ τῆς μακρᾶς ἀποδημίας ταύτης καρποῦνται τὸ κέρδος τῷ θαῤῥεῖν καὶ κατατολμᾷν τοῦ πελάγους, καὶ ἀδεῶς καὶ μεθ' ἡδονῆς τὰς διαποντίους ταύτας ποιεῖσθαι ἀποδημίας· οὕτω δὴ καὶ ἐπὶ τοῦ παρόντος βίου, ὁ πολλὰς ἐνεγκὼν θλίψεις διὰ τὸν Χριστὸν, ὁ πολλὰ δεινὰ παθὼν, καὶ πρὸ τῆς βασιλείας τῶν οὐρανῶν μεγάλην ἔλαβεν ἀμοιβὴν, παῤῥησίαν κτησάμενος πρὸς τὸν Θεὸν ἐντεῦθεν 50.423 ἤδη, καὶ ὑψηλοτέραν τὴν ἑαυτοῦ κατασκευάσας ψυχὴν, ὡς ἁπάντων λοιπὸν καταγελᾷν τῶν δεινῶν. Ἵνα δὲ καὶ σαφέστερον γένηται τὸ λεγόμενον, ἐπὶ παραδείγματος αὐτὸ βούλομαι ποιῆσαι φανερόν. Αὐτὸς γὰρ οὗτος ὁ Παῦλος μυρίων ἀνασχόμενος δεινῶν, οὐ μικρὰς καὶ ἐντεῦθεν ἔλαβε τὰς ἀμοιβὰς, καταγελῶν τυράννων, κατεξανιστάμενος