1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

11

καὶ οὐδὲ εἰς ἔννοιαν λαβεῖν βούλεσθε τὰ παρὰ τοῦ Σωτῆρος τοῖς μαθηταῖς εἰρημένα; Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Εἶδες ὁμότιμον τὴν ἀξίαν; εἶδες συμφωνίαν ἀπηκριβωμένην; εἶδες τῆς Τριάδος τὸ ἀδιαίρετον; μή που διαφορὰ, ἢ ἐναλλαγὴ, ἢ ὑφαίρεσις;

Τί τοῖς τοῦ ∆εσπότου ῥήμασιν ὑμεῖς ἐπιδιατάσσεσθαι τολμᾶτε; ἢ οὐκ ἴστε, ὅτι καὶ ἐπὶ τῶν ἀνθρωπίνων πραγμάτων, εἰ καί τίς ποτε ἐπιχειρήσειεν, ἢ εἰς τοσαύτην ἐξέλθοι τόλμαν, ὥστε προσθεῖναί τι τοῖς παρὰ τοῦ βασιλέως γράμμασιν, ἢ ἀφελεῖν, τοῦ ὁμογενοῦς ἡμῖν καὶ τῆς αὐτῆς φύσεως κοινωνοῦντος. τὴν ἐσχάτην ὑφίσταται δίκην, καὶ οὐδὲν αὐτὸν τῆς τιμωρίας ἐξελέσθαι δυνήσεται; Εἰ τοίνυν ἐπ' ἀνθρώπου τοσοῦτος ὁ κίνδυνος, ποία γένοιτο ἄν ποτε συγγνώμη τοῖς τοσαύτην ἀπόνοιαν ἐπιδεικνυμένοις, καὶ τὰ παρὰ τοῦ κοινοῦ Σωτῆρος ἡμῶν εἰρημένα παραφθείρειν ἐπιχειροῦσι, καὶ οὐδὲ Παύλου τοῦ τὸν Χριστὸν ἔχοντος ἐν ἑαυτῷ λαλοῦντα ἀκούειν βουλομένοις, λαμπρᾷ τῇ φωνῇ βοῶντος καὶ λέγοντος· Ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν; Εἰ τοίνυν οὔτε ὀφθαλμὸς εἶδεν, οὔτε οὖς ἤκουσεν, οὔτε καρδία 50.466 δέξασθαι ἠδυνήθη τὴν γνῶσιν τῶν ἡτοιμασμένων τοῖς ἀγαπῶσιν αὐτὸν, πόθεν ἡμεῖς, ὦ μακάριε Παῦλε, τούτων τὴν γνῶσιν σχεῖν δυνάμεθα; Μικρὸν ἀνάμεινον, καὶ ἀκούσῃ αὐτοῦ καὶ τοῦτο δηλοῦντος· ἐπήγαγε γοῦν λέγων· Ἡμῖν δὲ ὁ Θεὸς ἀπεκάλυψε διὰ τοῦ Πνεύματος αὐτοῦ. Καὶ οὐδὲ μέχρι τούτου ἔστη· ἀλλ' ἵνα δείξῃ καὶ τῆς δυνάμεως τὸ μέγεθος, καὶ ὡς τῆς αὐτῆς ἐστιν οὐσίας τῷ Πατρὶ καὶ τῷ Υἱῷ, φησί· Τὸ γὰρ Πνεῦμα πάντα ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ Θεοῦ. Εἶτα βουλόμενος ἐξ ἀνθρωπίνων παραδειγμάτων ἀκριβεστέραν ἡμῖν ἐνθεῖναι τὴν διδασκαλίαν, ἐπήγαγε· Τίς γὰρ οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ; Οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς οἶδεν, εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ. Εἶδες διδασκαλίαν ἀπηρτισμένην; Ὥσπερ, φησὶ, τὰ ἐν διανοίᾳ τοῦ ἀνθρώπου οὐχ οἷόν τε ἕτερόν τινα εἰδέναι, ἀλλ' αὐτὸς μόνος οἶδε τὰ ἑαυτοῦ· οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς οἶδεν, εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ· ὃ μέγιστον καὶ σφόδρα ἱκανὸν δεῖξαι τοῦ Πνεύματος τὴν ἀξίαν.

Παράδειγμα γὰρ παρήγαγε μονονουχὶ λέγων, μὴ οἷόν τέ τινα τῶν ἀνθρώπων τὰ ἐν διανοίᾳ αὐτοῦ ἀγνοῆσαί ποτε. Ὥσπερ οὖν τοῦτο οὐ δυνατὸν, οὕτω καὶ τὰ τοῦ Θεοῦ μετὰ τοσαύτης ἀκριβείας, φησὶν, ἐπίσταται Πνεῦμα τὸ ἅγιον. Ἀλλ' οὐκ οἶδα πῶς οὐδὲ ταῦτα λέγων ὁ μακάριος οὗτος καθικνεῖται τῶν διὰ τὴν οἰκείαν πρόληψιν κατὰ τῆς ἑαυτῶν σωτηρίας τοσοῦτον ἐπιδεικνυμένων πόλεμον κατὰ τῆς τοῦ Πνεύματος ἀξίας, καὶ τὸ ἧκον εἰς αὐτοὺς ἀλλοτριούντων αὐτὸ τῆς δεσποτικῆς ἀξίας, καὶ καταγόντων εἰς τὴν τῶν δημιουργημάτων εὐτέλειαν. Ἀλλ' εἰ καὶ ἐκεῖνοι φιλονείκως διάκεινται, ἀπεναντίας ἱστάμενοι τοῖς παρὰ τῆς θείας Γραφῆς εἰρημένοις, ἡμεῖς τὰ θεῖα διδάγματα ὡς χρησμοὺς ἄνωθεν κατενεχθέντας δεχόμενοι, τὴν προσήκουσαν δοξολογίαν ἀναπέμψωμεν, μετὰ τῆς ὀρθῆς πίστεως καὶ τῆς ἀληθείας τὴν ἀκρίβειαν ἐπιδεικνύμενοι. Πρὸς μὲν οὖν τοὺς ἐπιχειροῦντας ἐναντία τοῖς παρὰ τοῦ Πνεύματος εἰρημένοις διδάσκειν, ἱκανὰ τὰ εἰρημένα· ἀναγκαῖον δὲ εἰπεῖν πρὸς τὴν ὑμετέραν ἀγάπην, τίνος ἕνεκεν ἡμῖν τὸ αἴτιον τῶν τοσούτων ἀγαθῶν οὐκ εὐθέως μετὰ τὴν αὐτοῦ ἄνοδον κεχάρισται ὁ Κύριος· ἀλλ' ἀφῆκεν ὀλίγας πρότερον ἐνδιατρίψαι ἡμέρας, καὶ καθ' ἑαυτοὺς γενέσθαι τοὺς μαθητὰς, καὶ τότε τὴν τοῦ Πνεύματος χάριν κατέπεμψεν. Οὐχ ἁπλῶς, οὐδὲ εἰκῇ οὐδὲ τοῦτο γεγένηται. Ἐπειδὴ γὰρ ᾔδει τῶν ἀνθρώπων τὸ γένος οὐχ ὁμοίως τὰ ἐν χερσὶ θαυμάζοντας ἀγαθὰ, οὐδὲ κατ' ἀξίαν τιμῶντας ἐκεῖνα, ἅπερ ἂν ἡδέα καὶ μεγάλα καταφανῇ, ἂν μὴ καὶ τῶν ἐναντίων ἡ εἴσοδος παρεισέλθῃ· οἷόν τι λέγω· δεῖ γὰρ αὐτὸ σαφέστερον εἰπεῖν· ὁ ὑγιαίνων καὶ εὐεκτῶν τὸ σῶμα οὐκ αἰσθάνεται, οὐδὲ ἀκριβῶς