293
ὁρῶντες, ἀλλὰ μετὰ πολλῆς ἀπαντήσονται τῆς ἀνδρειότητος, καλλωπιζόμενοι, μέγα φρονοῦντες, κοσμούμενοι, διὰ πάντων τούτων τοῦ Θεοῦ τὴν ὑπὲρ αὐτῶν ἀντίληψιν ἐπιδεικνυμένου. Τὸ γὰρ κεφάλαιον τῶν ἀγαθῶν, καὶ τῆς μακαριότητος ἡ κορωνὶς, τὸ δύνασθαι λοιπὸν ἐπὶ τῇ τοῦ Θεοῦ συμμαχίᾳ κοσμεῖσθαι. ∆ιὸ δὴ καὶ ἐνταῦθα τὸν λόγον κατέλυσε, παιδεύων ἅπαντας πρὸ τῶν ἄλλων ἁπάντων ἐκεῖνον τὸν κόσμον ἐπιζητεῖν, καὶ ἐπὶ τούτῳ φαιδρύνεσθαι. Τοῦτον τοίνυν καὶ ἡμεῖς ζηλώσωμεν, ἵνα τῶν αἰωνίων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΕΙΣ ΤΟΝ ΡΚΖʹ ΨΑΛΜΟΝ. Μακάριοι πάντες οἱ φοβούμενοι τὸν Κύριον. αʹ. Ὅρα αὐτὸν ἐντεῦθεν ἀρχόμενον, ἔνθα κατέληξεν. Ὥσπερ γὰρ ἐκεῖ διὰ τοῦτο αὐτοὺς ἐμακάρισεν, ὅτι οὐ καταισχύνονται, τοῦ τὸν Θεὸν ἔχειν βοηθὸν, καὶ μεθ' ἑαυτῶν· οὕτω καὶ ἐνταῦθα ἐντεῦθεν προοιμιάζεται, λέγων· Μακάριοι πάντες οἱ φοβούμενοι τὸν Κύριον. Καὶ πάλιν καθολικὸν ποιεῖται τὸν λόγον, ἀπ' ἐκείνων λαβὼν τὴν ἀρχήν. Καὶ καλῶς εἶπε, Πάντες· κἂν δοῦλός τις ᾖ, κἂν δεσπότης, κἂν πένης, κἂν τὸ σῶμα ἀνάπηρος, κἂν ὁστισοῦν, οὐδὲν τούτων κωλύει τὸ μακαρισμὸν τοῦτον ἔχειν, ὃν αὐτός φησι. Τὸν μὲν γὰρ ἄλλον τὸν ψευδῆ καὶ πεπλασμένον, καὶ ὃν πολλοὶ ζηλοῦσι, πολλὰ συνελθόντα μόλις ποιεῖ· κἂν μὴ πάντα συνδράμῃ, οὐκ ἂν γένοιτό τις μακάριος παρ' ἀνθρώποις· οἷόν τι λέγω· ἐάν τις ᾖ πλούσιος, οὐκ ἀρκεῖ τοῦτο αὐτῷ πρὸς μακαρισμὸν, ἀλλὰ δεῖ καὶ ὑγίειαν προσεῖναι. Κἂν γὰρ πλούσιος μὲν ᾖ, τὸ σῶμα δὲ πεπηρωμένος, χωλεύει τὰ τῆς μακαριότητος αὐτῷ, καὶ τῶν πενομένων ἐστὶν ἀθλιώτερος. Πολλοὶ γοῦν πλουτοῦντες, καὶ νόσῳ παλαίοντες, τοὺς διὰ τῶν στενωπῶν χωροῦντας πένητας μακαρίζουσι, καὶ ἀθλίους ἑαυτοὺς εἶναι νομίζουσι μετὰ τῶν μυρίων ταλάντων. Πάλιν ἂν ὑγιαίνῃ μὲν τὸ σῶμα, καὶ πλούσιος ᾖ, δόξης δὲ μὴ ἀπολαύῃ, ἕτερον κώλυμα πάλιν. Καὶ γάρ εἰσί τινες χρήματα μὲν κεκτημένοι πολλὰ, καὶ τὸ σῶμα ἀσινὲς ἔχοντες, τὰ δὲ ἀνήκεστα πάσχοντες ὑπὸ τῶν εἰς στρατείαν τελούντων, καὶ δυναστείαν περιβεβλημένων. Τῷ γὰρ μηδεμιᾶς μετέχειν τιμῆς καὶ ἀθλιωτέρους πάντων ἑαυτοὺς εἶναι νομίζουσιν, ὑποκύπτοντες, ὧν πολλάκις δούλους ἔχουσιν εὐπορωτέρους. Πάλιν ἂν δόξα μὲν ᾖ, καὶ πλοῦτος, καὶ ὑγίεια σώματος, ἀσφάλεια δὲ μὴ παρῇ, ἐπιβουλευόντων μυρίων, φθονούντων, βασκαινόντων, μισούντων, κατηγορούντων, συκοφαντούντων, πάντων ἀθλιώτερος ἔσται, λαγωοῦ βίον ζῶν ὁ τοιοῦτος, καὶ τὰς σκιὰς ὑποπτεύων, καὶ πάντας τρέμων καὶ δεδοικώς. Ἂν δὲ καὶ τούτων ἀπαλλαγῇ, φιλῆται δὲ παρὰ πάντων, καὶ κατὰ ῥοῦν αὐτῷ φέρηται πάντα, καὶ δόξα, καὶ πλοῦτος, καὶ ἀσφάλεια, καὶ τιμὴ ὅπερ ἀμήχανον συνδραμεῖν, ἀλλ' ὅμως κείσθω τῷ λόγῳ, κἂν ἅπαντα τοίνυν ταῦτα ἐπιῤῥέῃ, καὶ μηδὲν ᾖ τὸ διακόπτον, ἀλλὰ καὶ εὔνοια δήμου, καὶ δόξης μέγεθος, καὶ χρημάτων περιουσία, 55.366 καὶ σώματος ὑγίεια, καὶ ἀσφάλεια πᾶσα, καὶ τὸ ἀχείρωτον αὐτῷ συντρέχῃ, μοχθηρὰν πολλάκις συνοικίσας ἑαυτῷ γυναῖκα, καὶ διεστραμμένην, ἀθλιώτερος πάντων τῶν οὐδὲν ἐκείνων ἐχόντων γίνεται. Ἐὰν δὲ καὶ αὐτὴ χρηστή τις ᾖ, καὶ κατὰ νοῦν αὐτῷ καὶ κατὰ γνώμην συμβαίνῃ, παιδία κτησάμενον φαῦλα ἀθλιώτερον πάντων εἶναι ἀνάγκη τὸν τοιοῦτον· ἢ μηδ' ὅλως κτησάμενον θρηνεῖν καὶ ὀδύρεσθαι.