315
αὐτῶν παραπτώματι ἡ σωτηρία τοῖς ἔθνεσιν, εἰς τὸ παραζηλῶσαι αὐτούς. Καὶ γὰρ ὥσπερ πατὴρ ἐπὶ παιδίων ἀφισταμένων αὐτοῦ, λαβὼν ἓν ἐξ αὐτῶν ἐπὶ τῶν γονάτων καθίζει, καὶ οὐ δι' ἐκεῖνο τοῦτο ποιεῖ, ἀλλὰ πολλῷ μᾶλλον διὰ τὰ ἄλλα, ὥστε δηχθέντα αὐτὰ τῇ τιμῇ προσδραμεῖν πρὸς τὸν πατέρα τῆς αὐτῆς ἀπολαύσοντα θεραπείας· οὕτω καὶ ὁ Θεὸς ἐπὶ τῶν Ἰουδαίων ἐποίησε. Λαβὼν γὰρ αὐτοὺς οὐκ ἐπὶ τῶν γονάτων, ἀλλ' ἐπὶ τῶν βραχιόνων καθάπερ ὁ προφήτης φησὶ, καὶ ἐπὶ τῶν μεταφρένων ἀνέλαβεν αὐτοὺς, χαρίζεται τὰ ἐκείνοις ποθεινὰ, ναὸν, θυσίας, ἃ μάλιστα ἐζήτουν μετὰ πλείονος τῆς ἀκριβείας, προστασίας τὰς ἐν πολέμοις, νίκας, τρόπαια, τὴν ἀπὸ τῆς γῆς εὐθηνίαν, τὴν τῆς φύσεως εὐετηρίαν, τούτοις τε τούτους καλλωπίζων, καὶ τοὺς ἄλλους εἰς ζῆλον ἄγων. Ἀλλ' ἐπειδὴ ἔμελλον φαῦλοι γίνεσθαι διαπαντὸς κολακευόμενοι, καὶ διὰ τῶν τιμωριῶν αὐτοὺς ῥυθμίζει. Πολλὴ γὰρ ἡ τοῦ Θεοῦ σοφία, καὶ ἐξ ἀμηχάνων εὑρίσκει πόρους. δʹ. Καὶ ὅρα Προφήτου σύνεσιν· ἀπὸ τῶν καθόλου εἰς ταῦτα τὸν λόγον ἐξαγαγὼν, ἵνα μή τις τῶν ἀνοήτων μερικὸν νομίσῃ τὸν Θεὸν εἶναι, ὅτε ἐπὶ τὰ καθόλου ἦλθε, τότε τούτων ἅπτεται τῶν λόγων, καί φησιν· Ὃς ἐπάταξε τὰ πρωτότοκα Αἰγύπτου. Ἆρα οὐ δοκεῖ μᾶλλον ὑμῖν διὰ τοὺς Ἰουδαίους γεγενῆσθαι ταῦτα; Ἂν τοίνυν δείξω, ὅτι καὶ δι' ἑτέρους ταῦτα ἐγένετο, τί ἐροῦσιν οἱ μὴ καθόλου τοῦ Θεοῦ τὴν πρόνοιαν λέγοντες; Πῶς οὖν ἔστι δεῖξαι; Μάλιστα μὲν γὰρ ἀρκεῖ ἡ τοῦ Θεοῦ ἀπόφασις, ἡ σαφῶς αὐτὸ δηλοῦσα, καὶ λέγουσα· Ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου, καὶ ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ. Εἶδες εὐαγγέλιον τὸν θάνατον γινόμενον, καὶ κήρυγμα τὴν θεήλατον πληγὴν ἐκείνην, πανταχοῦ περιιοῦσαν, καὶ ἀνακηρύττουσαν τὴν τοῦ Θεοῦ δύναμιν; Προνοεῖ τοίνυν τῆς οἰκουμένης ἁπάσης, καὶ ἡνίκα τὰ Ἰουδαίων διοικεῖ. Καίτοι γε ἐγνώρισε τὴν δύναμιν αὐτοῦ καὶ πάλαι, οἷον ἐπὶ τοῦ Ἰωσὴφ, ἐπὶ τοῦ Ἀβραὰμ, ἀλλ' ὅμως νῦν σαφέστερον. Πῶς; Τότε μὲν δι' εὐεργεσίας· ὕστερον δὲ καὶ διὰ πληγῆς· καὶ οὐ διαλιμπάνει, ὃ καὶ πολλάκις ἔφθην εἰπὼν, συνεχῶς καὶ καθ' ἑκάστην γενεὰν ἀναδεικνὺς ἑαυτὸν διὰ τῶν πραγμάτων, καὶ γνωρίζων. Οὐχ ὁμοίως δὲ ἀεὶ τοῦτο ποιεῖ, ἀλλὰ ποικίλως καὶ διαφόρως· τότε μὲν γὰρ διὰ τῆς γυναικὸς τοῦ Ἀβραὰμ, πηρώσας τὰς ὠδῖνας τῆς φύσεως, ὕστερον δὲ διὰ λι 55.393 μοῦ, καὶ δι' εὐετηρίας· μετὰ δὲ ταῦτα διὰ τῶν πληγῶν τῶν ἐπαλλήλων. Ἐπειδὴ οὖν ἀσθένειαν τοῦ Θεοῦ κατεψηφίζοντο, καὶ ἀνῄρουν αὐτοὶ τὰ πρωτότοκα, καὶ τὸν ποταμὸν ἐφοίνιξαν· δείκνυσι μὲν αὐτοῖς καὶ παρ' αὐτὸν τὸν καιρὸν δι' ἀμυδροτέρων αὐτοῦ τὴν ἰσχύν. Αἱ γὰρ μαῖαι τῶν Αἰγυπτίων καταφρονήσασαι τῶν ἐπιταγμάτων τῶν ὠμῶν ἐκείνων, καὶ παραλογισάμεναι τὸ ἀπηνὲς τοῦ βασιλέως δόγμα, πολλῆς ἀπέλαυσαν τῆς εὐετηρίης. Ταῦτα δὲ ἀμφότερα τῆς τοῦ Θεοῦ προνοίας ἦν· τό τε γὰρ γυναῖκας ἀνδρειοτέρας ἀποφῆναι τῶν τὰ διαδήματα φορούντων, τό τε ἀμοιβὰς ταύταις ἀποδιδόναι, καὶ εἰς πλῆθος αὐτὰς ἐκτεῖναι πολύ. Τὸ γὰρ, Εὖ ἐποίει ταῖς μαίαις, τοῦτό ἐστιν, ἐξετάθη αὐτῶν ἡ συγγένεια· δι' ὧν γὰρ εὐηργέτουν τοὺς Ἰουδαίους, διὰ τούτων ἐλάμβανον παρὰ τοῦ Θεοῦ τὰς ἀμοιβάς. Ἐπειδὴ τοίνυν οὐκ ἀνῄρουν αὐτῶν τὰ τέκνα, καὶ αὐταῖς πολυπαιδίαν ὁ Θεὸς ἐχαρίσατο. Ἐπειδὴ δὲ ἐπέμενον ἀναισθήτως διακείμενοι, ὀξυτέραν ἐπήγαγε τὴν πληγὴν, καὶ ἐμάνθανε μὲν ἡ οἰκουμένη, ἐμάνθανον δὲ καὶ οἱ Αἰγύπτιοι· καὶ ἐκεῖνοι μὲν ἐξ ἀκοῆς, οὗτοι δὲ ἐν τοῖς οἰκείοις πάθεσι, καὶ ὄψει, καὶ πείρᾳ τοῦ Θεοῦ τὴν δύναμιν ἑώρων. ∆ιὰ γὰρ τοῦτο καὶ προέλεγεν αὐτοῖς, ἵνα μὴ συντυχίας τινὸς εἶναι νομισθείη ἡ πληγὴ καὶ αὐτομάτου θανάτου. Ὅπερ οὖν ἀλλαχοῦ εἴρηται περὶ τοῦ Σωτῆρος, τοῦτο δὴ καὶ ἐνταῦθα ἔστιν εἰπεῖν. Ποῖον δὴ τοῦτο; Καὶ κατακυρίευε ἐν μέσῳ τῶν ἐχθρῶν σου. Οὐ γὰρ εἰς ἔρημον