1

 2

 3

 4

 5

2

δαπάνη, οὕτως καὶ ἡ ἁμαρτία τοῦ μέλλοντος πυρός ἐστιν δαπάνη. Βούλῃ μαθεῖν πῶς ἐστιν πυρὸς δαπάνη ἡ ἁμαρτία; Εἴ τις ἐποικοδομεῖφησίνἐπὶ τὸν θεμέλιον τοῦτον, χρυσίον, ἀργύριον, λίθους τιμίους, ξύλα, χόρτον, καλάμην, ἑκάστου τὸ ἔργον φανερὸν γενήσεται· ἡ γὰρ ἡμέρα δηλώσει, ὅτι ἐν πυρὶ ἀποκαλύπτεται. Εἴ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται. Ἰδοὺ πυρὸς δαπάνη ἡ ἁμαρτία.

8 Ἄκουσον πῶς καὶ ἀφροσύνη ἐστὶν καὶ ἀλόγων τροφὴ παθῶν· ἄκουσον τοῦ ∆αβὶδ λέγοντος· Αἱ ἀνομίαι μου ὑπερῆραν τὴν κεφαλήν μου· ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ' ἐμέ· προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου. Τὸ ἄχυρον πάλιν κοῦφόν ἐστιν καὶ εὐρίπιστον καὶ μικρᾷ ἀνέμου προσβολῇ ταχέως μετεωρίζεται καὶ πανταχοῦ περιφέρεται. Τοιοῦτοί εἰσιν τῶν ἀνθρώπων οἱ ῥᾳδίως ὑπὸ ὀργῆς ἐξαπτόμενοι, οἱ ταχέως ὑπὸ ἀνοίας φυσώμενοι. ∆ιὰ τοῦτο παραινεῖ τις λέγων· Μὴ λίκμα παντὶ ἀνέμῳἵνα μὴ μείνῃς ἄχυρονἀλλ' ἴσθι ἐστηριγμένος ἐπὶ τῇ πέτρᾳ.

9 ∆ιὰ τοῦτο γὰρ ἦλθεν ὁ Χριστός, οὐχ ἵνα τὰ παλαιὰ ἁμαρτήματα καταλύσῃ μόνον, ἀλλ' ἵνα καὶ πρὸς τὰ μέλλοντα ἡμᾶς διορθώσηται. Τοῦτο καὶ Παῦλος, δεικνὺς ὅτι οὐ διὰ τὰ παλαιὰ μόνον ἦλθεν ἁμαρτήματα, ἀλλὰ καὶ διὰ τὰ μέλλοντα κατορθώματα, ἐβόα τήμερον· Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ, παιδεύουσα ἡμᾶς. Ἀλλὰ διανάστητε· πάλιν γὰρ τοὺς θησαυροὺς διανοίγομεν, πάλιν τοὺς μαργαρίτας δείκνυμεν· μηδεὶς τοίνυν διαδράμῃ τῶν εἰρημένων τὸ κάλλος· Ἐπεφάνη ἡ χάρις.

10 ∆ιὰ τί οὐκ εἶπεν· ἐδόθη ἡ χάρις; Ἵνα μάθῃς ὅτι, πρὸ τοῦ φανῆναι τὴν χάριν, ἐν σκότει τῶν ἀνθρώπων ἡ φύσις ἐκάθητο· τοῖς γὰρ ἐν σκότει καθημένοις ὁ Χριστὸς φαίνει, ὅπερ οὖν καὶ ὁ προφήτης προαναφωνῶν ἔλεγεν· Ὁ λαὸς ὁ καθήμενος ἐν σκότει εἶδεν φῶς μέγα. Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ σωτήριος. Εἶδες ἀποστόλων καὶ προφητῶν συμφωνίαν; Ὁ λαὸς ὁ καθήμενος ἐν σκότει· τοιαύτη γὰρ ἡ φύσις τοῦ σκότους· ὅπουπερ ἂν καταλάβῃ τοὺς ἀνθρώπους, εὐθέως καθίζει αὐτοὺς καὶ οὐκ ἀφίησιν προβῆναι περαιτέρω, ἡ βάδισις σφαλέρα καὶ ἐπικίνδυνος γίνεται. Ὁδηγῶν τοίνυν καὶ τὸ ἄπρακτον τῆς φύσεως ἡμῶν πρὸς ἀρετήν, ἔλεγεν· Ὁ λαὸς ὁ καθήμενος ἐν σκότει εἶδεν φῶς μέγα.

11 Οὐ τοῦτο δὲ μόνον ἐνδείκνυται ἡμῖν τὸ ἀποστολικὸν ῥῆμα τὸ ἐπεφάνη, ἀλλὰ καὶ ἕτερον πρὸς τούτοις. Ποῖον δὴ τοῦτο; Ὅτι οὐχ ἡμεῖς ζητήσαντες εὕρομεν τὸ φῶς, ἀλλὰ τοῦτο ἡμῖν ἐπεφάνη· οὐχ ἡμεῖς ἀπήλθαμεν πρὸς αὐτόν, ἀλλ' αὐτὸς προσεγένετο πρὸς ἡμᾶς. Καὶ τοῦτο δηλῶν ὁ Χριστὸς ἔλεγεν· Οὐχ ὑμεῖς με ἐξελέξασθε, ἀλλ' ἐγὼ ὑμᾶς ἐξελεξάμην. Καὶ ὁ Ἀπόστολος δὲ πάλιν, συνῳδὰ τούτοις βοῶν, ἔλεγεν· Τότε δὲ ἐπιγνώσομαι καθὼς καὶ ἐπεγνώσθην· νῦν δὲ οὐκ ἐπέγνων, ἀλλ' ἐπεγνώσθην. Καὶ πρὸς Φιλιππησίους δὲ γράφων ἔλεγεν· ∆ιώκω δὲ εἰ καὶ καταλάβω ἐφ' ᾧ καὶ κατελήμφθην, διὰ πάντων δηλῶν ὅτι οὐχ ἡμέτερον κατόρθωμα γέγονεν ἡμῶν ἡ σωτηρία, ἀλλὰ θείᾳ χάριτι πάντες ἐσώθημεν· ὅπερ οὖν καὶ ἐνταῦθα αἰνίττεται λέγων· Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ.

12 Ποῖα χάρις; Καὶ γὰρ καὶ τῆς παλαιᾶς χάρις ἔστιν καὶ ὁ Ἰωάννης ἐβόα λέγων· Χάριν ἀντὶ χάριτος ἐλάβομεν. Καὶ γὰρ ὄντως χάρις καὶ ἡ τῆς παλαιᾶς, ἀπαλλάξασα αὐτοὺς τῆς δουλείας τῆς ἐν Αἰγύπτῳ καὶ μυρίων κακῶν ἑτέρων· ἀλλὰ μείζων αὕτη ἡ χάρις. Τότε μὲν γὰρ τῶν Αἰγυπτίων ἀπήλλαξεν, νῦν δὲ τῆς τῶν δαιμόνων ἠλευθέρωσεν τυραννίδος· τότε ἀπήλ λαξεν τῆς μανίας Φαραώ, νῦν δὲ τῆς κατοχῆς τοῦ διαβόλου· τότε διὰ Μωϋσέως, νῦν δὲ διὰ τοῦ Μονογενοῦς· τότε διὰ ῥάβδου, νῦν δὲ διὰ σταυροῦ· τότε διὰ θαλάσσης ἐρυθρᾶς, νῦν δὲ διὰ λουτροῦ παλιγγενεσίας· τότε ἀπὸ πηλοῦ καὶ πλινθείας ἐξήγαγεν, νῦν δὲ ἀπὸ θανάτου καὶ ἁμαρτίας· τότε εἰς γῆν ῥέουσαν γάλα καὶ μέλι, νῦν εἰς βασιλείαν οὐρανῶν εἰσήγαγεν.