1

 2

 3

 4

 5

4

20 Καὶ πῶς διδάσκει ἡ χάρις; Ἡ γὰρ χάρις ἁμαρτήματα ἀφίησιν, ἀλλ' αὕτη ἡ ἄφεσις τῶν ἁμαρτιῶν διδασκαλία κατορθωμάτων ἐστίν· καὶ γὰρ ἐπὶ τῶν ἀνθρώπων τὸν νοῦν ἐχόντων οὐχ οὕτω μάστιγες καὶ πληγαὶ παιδεύουσιν πολλοὺς ὡς ἁμαρτημάτων συγχώρησις. Ὅταν γοῦν ἴδῃ τὴν φιλανθρωπίαν τοῦ συγχωρήσαντος, ὁ ἡμαρτηκὼς ἑαυτὸν ἀκριβέστερον ποιεῖ πρὸς τὰ μέλλοντα κατορθώματα. Καὶ οὕτως αὐτὸν παιδεύει ἡ χάρις, μαστίγων μᾶλλον κατανύττουσα· ἐρυθριᾷ γὰρ καὶ αἰσχύνεται πάλιν τοῖς αὐτοῖς περιπεσεῖν, δυσωπεῖται τὸ μέγεθος τῆς δωρεᾶς τοῦ εὐεργετήσαντος καὶ γίνεται παίδευσις ἡ χάρις.

21 Βούλει μαθεῖν καὶ ἑτέρωθεν πῶς καὶ χάρις ἐστὶν καὶ παίδευσις, πῶς καὶ ἐχαρίσατο καὶ ἐπαίδευσεν ὁ Χριστός; Εἶδεν τὸν παραλελυμένον, συνέπηξεν αὐτοῦ τὰ νεῦρα, διωρθώσατο τῆς φύσεως αὐτοῦ τὴν ἀσθένειαν, ἐπανήγαγεν πρὸς τὴν προτέραν ὑγείαν τὸ σῶμα, εἶτα ὕστερον ἰδὼν αὐτὸν ἔλεγεν· Ἰδοὺ ὑγιὴς γέγοναςτοῦτο χάριςμηκέτι ἁμαρτάνει, τοῦτο παιδείας καὶ διδασκαλίας. Καὶ τοῖς μαθηταῖς ἀμφότερα ἐνεχείρισεν· εἰπὼν μὲν γὰρ πορευθέντες βαπτίζετε πάντα τὰ ἔθνη εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, τὴν χάριν ἐδήλωσεν, τὴν ἄφεσιν τῶν παραπτωμάτων· ἐπαγαγὼν δὲ διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν, τὴν παιδείαν ἐνέφηνεν. Ἃ δὴ καὶ ὁ Παῦλος δηλῶν ἔλεγεν· Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ σωτήριος, παιδεύουσα ἡμᾶς.

22 Ὑπὲρ δὲ τούτων ἀπάτων εὐχαριστήσωμεν τῷ Θεῷ καὶ διὰ παντὸς ἔχωμεν διὰ μνήμης τὴν χάριν ταύτην· κἂν τετυφωμένος ᾖς, κἂν εὐθυμῇς, παιδεύσει σε ἡ χάρις μετριάζειν. Ὅταν γὰρ ἐννοήσῃς ὅτι ὁ τῶν ἀγγέλων δεσπότης, Θεὸς ὁ σύνθρονος τοῦ πατρός, δούλου μορφὴν ἔλαβεν, οὐ δυνήσῃ ποτὲ ὀργῆς ἢ ἀπονοίας πάθος κατασχεῖν ἐν τῇ ψυχῇ.

23 Οὕτω γοῦν καὶ Παῦλος παιδεύει ἐν ταπεινοφροσύνῃ ἡμᾶς, δεικνὺς ὅτι τοῦτο αὐτὸ χάρις ἐστὶν καὶ διδασκαλία· διὸ καὶ τῆς χάριτος ἀναμιμνῄσκει πρότερον. Καὶ ποῦ τοῦτο ποιεῖ; Φιλιππησίοις γράφων καὶ βουλόμενος αὐτοὺς πεῖσαι παραχωρεῖν ἀλλήλοις τῶν πρωτείων, οὕτως συνεβούλευσεν· Τῇ ταπεινοφροσύνῃ ἀλλήλους προηγούμενοι ὑπηρέτας ἑαυτῶν. Εἶτα τὴν διδασκαλίαν ἀπὸ τῆς χάριτος ἐπήγαγεν εἰπών· Τοῦτο γὰρφησίνφρονείσθω ἐν ὑμῖν ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσεν, μορφὴν δούλου λαβών· καὶ σχήματι εὑρηθεὶς ὡς ἄνθρωπος ἐταπείνωσεν ἑαυτόν.

24 Εἶδες πῶς τὴν χάριν εἰς μέσον ἀγαγὼν διδασκαλίαν τὸ πρᾶγμα ἐκάλεσεν; Οὕτω, καὶ ὅταν εἰς ἀγάπην προτρέπηται, ποιεῖ, τῆς χάριτος ἀναμιμνῄσκων καὶ λέγων· Καθὼς ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν, οὕτως καὶ ὑμεῖς ἀγαπᾶτε ἀλλήλους. Παιδευθῶμεν τοίνυν ἀπὸ τῆς χάριτος καὶ εὐχαριστήσωμεν τῷ φιλανθρώπῳ Θεῷ καὶ διὰ τὴν γενομένην εἰς ἡμᾶς δωρεὰν καὶ διὰ τὴν ἐκ τῆς χάριτος διδασκαλίαν, ὅτι καὶ τῶν προτέρων ἁμαρτημάτων ἀπηλλάγημεν καὶ πρὸς τὰ μέλλοντα κατορθώματα μεγίστην ἔχομεν ἀσφάλειαν τῶν ἁμαρτημάτων τὴν ἄφεσιν.

25 Καὶ καθάπερ ἐν κατόπτρῳ, τῇ διδασκαλίᾳ τοῦ λόγου, τὸν βίον τὸν ἡμέτερον κατανόωμεν μετὰ ἀκριβείας καὶ ῥυθμίζωμεν τὰ ἠμελημένα τῶν πράξεων. Καὶ ὅπερ ἐν τοῖς κουρίοις καθεζόμενοι ποιοῦσιν ἄνθρωποι μετὰ τὸ τὴν τρίχα ἀποκείρασθαι τῆς κεφαλῆς, τὸ κάτοπτρον τῇ δεξιᾷ κατέχοντες, περισκοπούμενοι μήπου τι κατὰ τὴν κουρὰν ἁμάρτημα γέγονεν τῇ κεφαλῇ, κατὰ τούτων καὶ σὺ ποίησον· καθάπερ κάτοπτρον τὴν διδασκαλίαν τοῦ λόγου λαβών, ἀπ' αὐτῆς σου τὸν βίον θεώρει πάντα, κἂν ἴδῃς ἁμάρτημά τι γεγενημένον, εὐθέως διόρθωσαι.

26 Οὕτω καὶ αἱ γυναῖκες ποιοῦσιν· ἀπὸ γὰρ τῆς εὐνῆς εὐθέως διανιστάμεναι, τήν τε ὄψιν ἀποσμήχουσιν καὶ τὴν τῶν τριχῶν κόμην διατιθέασιν, καὶ πρὸς τὸ