1

 2

 3

 4

 5

5

κάτοπτρον βλέπουσαι, τοῦ κάλλους τῆς ὄψεως οὕτω τὴν δοκιμασίαν ποιοῦνται, ὥστε μηδὲν ἠμελημένον παραδραμεῖν. Καὶ σὺ τοίνυν λαβὼν τὸ κάτοπτρον τῆς διδασκαλίας, μόρφωσον καὶ τύπωσον τὸ κάλλος τῆς ψυχῆς· ἔχεις γὰρ ἄνδρα καὶ σὺ ᾧ μέλλεις ἀρέσκειν· ὥσπερ ἐκεῖναι οὐδὲν πρὸ τοῦ ἔργου τούτου ποιοῦνται, οὕτω καὶ σὺ μηδὲν ταύτης προτίμα τῆς σπουδῆς, ἀλλὰ κἂν ἅπασαν τὴν οἰκίαν ἠμελημένην ἴδοις, πρότερον ἄρεσον τῷ ἀνδρί, καὶ τότε τὰ ἄλλα διάθες καλῶς. Ὅτι γὰρ ἔχεις ἄνδρα καὶ σύ, ἄκουσον τοῦ Παύλου λέγοντος· Ἡρμοσάμην ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον παραστῆσαι τῷ Χριστῷ. Ὅσῳ δὲ μείζων τοῦ ἀνδρὸς τούτου ἡ ἀξία, τοσούτῳ μείζονα παρ' ἡμῶν γενέσθαι χρὴ τὴν σπουδήν· ὁ γὰρ εἰς κάλλος βλέπει ψυχῆς καὶ ταύτην βούλεται καλλωπίζεσθαι τὴν ὄψιν. Πᾶσα γὰρ ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως ἔσωθεν.

27 Ταύτην τοίνυν τὴν δόξαν καλλωπίζωμεν, ἵνα μετὰ ταύτης ἅπαντες τῷ βασιλεῖ τῆς δόξης παραστήσαντες τῆς αἰωνίου καὶ ἀθανάτου τύχωμεν τιμῆς· χάριτι καὶ φιλανθρωπίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα σὺν ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.