1

 2

 3

 4

 5

3

13 Ὄντως ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ σωτήριος. Ἀλλὰ τίνος ἕνεκεν, ὦ μακάριε Παῦλε, τοσαῦτα κατορθώματα παρέδραμες ἑνὶ ῥήματι; Ἀνακάλυψόν μοι τὴν χάριν, εἰπέ μοι τὸ πέλαγος τῶν δωρεῶν. Ἀρκεῖ πάντα παραστῆσαι, φησίν, ἡ τοῦ δεδωκότος φιλανθρωπία· ὅταν γὰρ Θεοῦ χάρις ᾖ, οὐκ ἔχει μέτρον ἡ χάρις. Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ, ὁ Θεὸς ἄνθρωπος ἐγένετο, διὰ σὲ μορφὴν δούλου ἔλαβεν, ἵνα ἐλεύθερον ποιήσῃ τὸν δοῦλον. Καὶ καθάπερ δεσπότης, σφόδρα φιλῶν οἰκέτην, τὸ ἱμάτιον αὐτοῦ περιβάλλεται, οὕτω καὶ ὁ Χριστός, φιλῶν τὴν φύσιν τὴν ἡμετέραν, τὸ ἱμάτιον αὐτῆς περιεβάλετο. Ἀνθρώπου μὲν ἔλεος ἐπὶ τὸν πλησίον αὐτοῦ, τοῦ δὲ Θεοῦ τὸ ἔλεος ἐπὶ πᾶσαν σάρκα. Εἶδες πῶς καὶ τὸ μέγεθος ἔδειξεν τῆς χάριτος καὶ τὸ καθολικὸν τῆς δωρεᾶς, τὸν δεδωκότα εἰπών;

14 Ἀλλὰ τίς ἐστιν σωτήριος ἴδωμεν. Αἱ χάριτες ἀπὸ τῶν διδόντων τὰ ὀνόματα λαμβάνουσιν, οἷον ὅταν ἄρχων δῷ χάριν, ἀρχοντικὴ καλεῖται χάρις, ὅταν βασιλεὺς δῷ χάριν, βασιλικὴ καλεῖται χάρις· ἐπεὶ οὖν καὶ ἐνταῦθα ὁ Σωτὴρ ἔδωκε τὴν χάριν, σωτήριος ἡ χάρις λέγεται. ∆ιὰ τοῦτο γάρ φησιν· Καὶ λέγεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν, ὅτι αὐτὸς σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν.

15 Καὶ πῶς, φησίν, εἰ καθολικὴ χάρις ἐστὶν καὶ εἰς τὴν οἰκουμένην ἐξέχεεν τὴν δωρεάν, τὸν λαὸν αὐτοῦ μόνον σῴζειν ἐπηγγείλατο; Ὁ γὰρ ἰουδαϊκὸς μόνος οὗτος ἐχρημάτιζεν δῆμος ἔμπροσθεν, ἀλλ' οὐκ ἔμεινεν μόνος οὗτος χρηματίζων· ἀλλ' ἐπειδὴ μετὰ ταῦτα ἀνάξιοι τῆς τιμῆς εὑρέθησαν, μετέβην προσηγορία εἰς τὴν οἰκουμένην πᾶσαν.

16 Ὅτι γὰρ λαὸς αὐτοῦ ἡμεῖς, ἄκουσον σαφῶς τοῦ Ὠσηὲ λέγοντος καὶ τοῦ Παύλου ἑρμηνεύοντος· Καλέσω τὸν οὐ λαόν μου λαόν μου. Καὶ ὅτι περὶ ἡμῶν εἴρηται δῆλον ἐκεῖθεν· ἡμεῖς ἐσμεν οἱ οὐ λαός, ἡμεῖς ἐγενόμεθα λαός. Καὶ ἕτερον δὲ τούτου σαφέστερον ἄκουσον· Καὶ ἔσται ἐν τῷ τόπῳ οὗ ἐρρήθη αὐτοῖς οὐ λαός μου, ὑμεῖς ἐκεῖ κληθήσεσθε υἱοὶ Θεοῦ ζῶντος. Ποίῳ τόπῳ; Ἐν τῇ Ἰουδαίᾳ φησίν· ἐκεῖ γὰρ οἱ προφῆται ἔλεγον οὐ λαόςμου, καὶ ἐκεῖ τοῖς μαθηταῖς ἔλεγεν ὁ Χριστός· Εἰς ὁδὸν ἐθνῶν μὴ εἰσέλθητε, ἀλλ' ἐν αὐτῇ τῇ Ἰουδαίᾳ πάλιν εἶπεν· Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη. Εἶδες πῶς ἐν τῷ τόπῳ οὗ ἐρρήθη αὐτοῖς οὐ λαός μου, ἐκεῖ ἐκλήθησαν υἱοὶ Θεοῦ ζῶντος; ∆ιὰ τοῦτό φησιν· Αὐτὸς σώσει τὸν λαὸν ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν.

17 Μεγάλη σωτηρία ὄντως· οὐδὲ γὰρ οὕτω μέγα ἀπαλλαγῆναι θανάτου ὡς μέγα ἀπαλλαγῆναι ἁμαρτίας· διὰ γὰρ τὴν ἁμαρτίαν ὁ θάνατος, οὐ διὰ τοῦ θανάτου ἡ ἁμαρτία. Καὶ ἵνα μάθῃς ὅτι αὕτη μείζων ἡ ἀπαλλαγὴ καί, ταύτης ἀνῃρημένης, οὐκ ἔστιν φοβερὸς ὁ θάνατος, ἀπ' αὐτοῦ σκόπει τοῦτο τοῦ δεσποτικοῦ.

18 Τὸ γὰρ σῶμα ἐκεῖνο ἁμαρτίαν οὐκ ἐποίησεν, καὶ ἐμπεσὼν εἰς τὸν θάνατον ὠδῖνας αὐτῷ πικρὰς ἤγειρεν καὶ διέρρηξεν αὐτοῦ τὴν γαστέρα· καὶ οὐ μόνον οὐ κατεπόθη, ἀλλὰ καὶ ἠφάνισεν αὐτὸν εἰς τέλος. Καὶ καθάπερ ὁ ∆ανιήλ, μάζαν εἰς τὸ στόμα τοῦ δράκοντος ἐμβαλών, διέφθειρεν τὸ θηρίον, οὕτω καὶ ὁ Χριστός, τὴν σάρκα τὴν ἑαυτοῦ εἰς τὸ στόμα τοῦ θανάτου ῥίψας, διέσχισεν αὐτοῦ τὴν γαστέρα· καὶ γὰρ κέντρον θανάτου ἡ ἁμαρτία. Ἀνελὼν τοίνυν τὸ κέντρον, εἴασεν λοιπὸν τὸ θηρίον ἀνενέργητον.

19 Ἀλλὰ καὶ τὸ ζητούμενον ἐκεῖνό ἐστιν· τί δηποτοῦν εἰπὼν ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ σωτήριος, ἐπήγαγεν παιδεύουσα ἡμᾶς. Ἡ γὰρ χάρις οὐ παιδεύει, ἀλλὰ ἀφίησιν ἁμαρτήματα· συγγνώμην δίδωσιν, οὐ παιδείαν ἐπάγει. Ἀλλὰ μὴ φοβηθῇς τὸ ὄνομα τῆς παιδείας· ἔστιν παιδεία κόλασις καὶ ἔστιν παιδεία διδασκαλία· Ὃν γὰρ ἀγαπᾷ Κύριος παιδεύει φησίνμαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται. Ἐνταῦθα παιδεία ἡ κόλασίς ἐστιν. Ἄκουσον ἀλλαχοῦ πῶς ἡ παιδεία διδάσκαλός ἐστιν· Μακάριος ἄνθρωπος ὃν ἂν παιδεύσῃς, Κύριε, καὶ ἐκ τοῦ νόμου σου διδάξεις αὐτόν. Κατὰ τοῦτο τοίνυν ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ σωτήριος, παιδεύουσα ἡμᾶς.