1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

2

προσπίπτουσι; Στῦλοι γὰρ ὄντως εἰσὶν οὗτοι, τὴν ὀροφὴν τῆς πίστεως ἀνέχοντες καὶ διαβαστάζοντες, καὶ στῦλοι, καὶ πρό βολοι, καὶ ὀφθαλμοὶ τοῦ σώματος τῆς Ἐκκλησίας, καὶ πηγαὶ τῶν ἀγαθῶν, καὶ θησαυροὶ, καὶ λιμένες, καὶ πᾶν ὅπερ ἂν εἴποι τις, οὐδέπω τῆς ἀξίας αὐτῶν ἐφίξεται· ἀλλ' ὅσῳπερ ἂν ᾖ μεγάλα αὐτῶν τὰ ἐγκώ μια, τοσούτῳ πλείων ἡμῖν ὁ ἀγών. ∆ιανάστητε τοίνυν· ὑπὲρ πατέρων γὰρ ἡμῖν ἐστιν ὁ λόγος, ὥστε ἀποκρού σασθαι τὰ κατ' ἐκείνων φερόμενα ἐγκλήματα παρὰ τῶν ἔξωθεν, καὶ τῶν τῆς πίστεως ἀλλοτρίων. Ὅτε δὲ ἦλθε Πέτρος εἰς Ἀντιόχειαν, κατὰ πρόσωπον αὐτῷ ἀντέστην, ὅτι κατεγνωσμένος ἦν. Εἶτα καὶ ἡ αἰτία τῆς καταγνώσεως· Πρὸ τοῦ γὰρ ἐλθεῖν τινας ἀπὸ Ἰακώβου, μετὰ τῶν ἐθνῶν συνήσθιεν· ὅτε δὲ ἦλθον, ὑπέστελλε καὶ ἀφώριζεν ἑαυτὸν, φοβού μενος τοὺς ἐκ περιτομῆς. Καὶ συνανεκρίθησαν αὐτῷ καὶ οἱ λοιποὶ Ἰουδαῖοι· ὥστε καὶ Βαρνάβας συναπήχθη αὐτῶν τῇ ὑποκρίσει. Ἀλλ' ὅτε εἶδον, ὅτι οὐκ ὀρθοποδοῦσι πρὸς τὴν ἀλήθειαν τοῦ Εὐ αγγελίου, εἶπον τῷ Πέτρῳ ἔμπροσθεν πάντων. Καὶ ἄνω λέγει, ὅτι Κατὰ πρόσωπον· καὶ ἐνταῦθα, Ἔμπροσθεν πάντων. Παρατηρεῖτε τοῦτο, τὸ εἰπεῖν, Ἔμπροσθεν πάντων. Εἰ σὺ, Ἰουδαῖος ὑπάρχων. ἐθνικῶς ζῇς, καὶ οὐχὶ Ἰουδαϊκῶς, τί καὶ τὰ ἔθνη ἀναγκάζεις ἰουδαΐζειν; Τάχα ἐπῃνέσατε τὸν Παῦλον 51.374 τῆς παῤῥησίας, ὅτι οὐκ ᾐδέσθη τὸ ἀξίωμα τοῦ προσ ώπου, διὰ τὴν ἀλήθειαν τοῦ Εὐαγγελίου οὐκ ἠρυθρίασε τοὺς παρόντας. Ἀλλ' εἰ καὶ Παύλου ἐγκώμιον τοῦτο, ἡμετέρα δὲ αἰσχύνη γίνεται. Τί γὰρ, εἰ Παῦλος κα λῶς ἐποίησεν; Ἀλλ' ὁ Πέτρος κακῶς, εἴ γε οὐκ ὠρθοπόδει. Τί οὖν ἐμοὶ τὸ ὄφελος, ὅταν τῆς ξυνωρίδος θάτερος ἵππος χωλεύῃ; Οὐ γὰρ πρὸς Παῦλόν μοι νῦν ὁ λόγος, ἀλλὰ πρὸς τοὺς ἔξωθεν. ∆ιὰ τοῦτο καὶ παρα καλῶ προσέχειν. Καὶ γὰρ αὔξω τὴν κατηγορίαν, καὶ μείζονα ποιῶ, ἵνα ἐπιτείνω ὑμῶν τὴν σπουδήν. Ὁ γὰρ ἀγωνιῶν νήφει, καὶ ὁ δεδοικὼς ὑπὲρ πατρὸς, προσέχει· ὁ ἀκούων τῆς κατηγορίας, ἐπιθυμεῖ δέ ξασθαι τὴν ἀπολογίαν. Ἂν τοίνυν ἄρξωμαι αὔξειν τὴν κατηγορίαν, μὴ ἀπὸ γνώμης τῆς ἐμῆς νομίσητε εἶναι τὰ λεγόμενα. Βαθύνω γὰρ ὑμῶν τῷ λόγῳ τὴν διάνοιαν, διασκάπτω τὸν νοῦν, ἵνα ἐν τῷ βάθει τὰ νοήματα καταθέμενος, ἄσυλον αὐτῶν ἐργά σωμαι τὴν φυλακήν. Ἀλλὰ καὶ τῆς πόλεως ὑμῶν ἐγκώμιον τὰ ῥηθησόμενα. Αὕτη γὰρ τὸν ἀγῶνα ἐδέ ξατο, αὕτη τὴν μάχην, μᾶλλον δὲ οὐ τὴν μάχην, ἀλλὰ τὴν δοκοῦσαν μὲν εἶναι μάχην, πάσης δὲ εἰρήνης γενομένην χρησιμωτέραν. Οὐ γὰρ οὕτως ἡμῶν τὰ μέλη πρὸς ἄλληλα συνέσφιγκται ταῖς τῶν νεύρων περιβολαῖς, ὡς οἱ ἀπόστολοι πρὸς ἀλλήλους ἦσαν συν δεδεμένοι τοῖς τῆς ἀγάπης δεσμοῖς. γʹ. Ἐπῃνέσατε τὸν Παῦλον; Ἀκούσατε τοίνυν πῶς κατηγορία ἐστὶ Παύλου τὰ εἰρημένα, ἂν μὴ τὸν ἐν αποκεκρυμμένον τοῖς ῥήμασι θηρεύσωμεν νοῦν. Τί λέγεις, ὦ Παῦλε; ἐπετίμησας Πέτρῳ, ὅτε εἶδες οὐκ ὀρθοποδοῦντα πρὸς τὴν ἀλήθειαν τοῦ Εὐαγγελίου; Καλῶς. Τίνος οὖν ἕνεκεν Κατὰ πρόσωπον; τίνος ἕνεκεν Ἔμπροσθεν πάντων; οὐκ ἔδει ἀμάρτυρον γίνεσθαι τὸν ἔλεγχον; Σὺ δὲ πῶς δημοσιεύεις τὸ δι καστήριον, καὶ πολλοὺς τῆς κατηγορίας μάρτυρας ποιεῖς; καὶ τίς οὐκ ἂν εἴποι, ὅτι ἐξ ἀπεχθείας τοῦτο ποιεῖς, καὶ φθόνου, καὶ φιλονεικίας; οὐ σὺ ἦσθα ὁ λέγων, Ἐγενόμην τοῖς ἀσθενέσιν ὡς ἀσθενής; Τί δέ ἐστι, Τοῖς ἀσθενέσιν ὡς ἀσθενής; Συγκαταβαί νων καὶ περιστέλλων αὐτῶν τὰ τραύματα, φησὶ, καὶ οὐκ ἀφιεὶς εἰς ἀναισχυντίαν ἐκπεσεῖν. Εἶτα περὶ τοὺς μαθητὰς οὕτω κηδεμὼν καὶ φιλάνθρωπος ὢν, περὶ τὸν συναπόστολον ἀπάνθρωπος ἐγένου; Οὐκ ἤκουσας τοῦ Χριστοῦ λέγοντος, Ὅταν ἁμάρτῃ ὁ ἀδελφός σου, ὕπαγε, ἔλεγξον αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου; Σὺ δὲ καὶ δημοσίᾳ ἐλέγχεις, καὶ μέγα φρο νεῖς ἐπὶ τῷ πράγματι. Ὅτε γὰρ ἦλθε Πέτρος, φησὶν, εἰς