1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

2

Ταῦτα δὲ λέγω, καὶ λέγων οὐ παύσομαι. Ἐλθὲ, καὶ γενοῦ ἄνθρωπος, ἵνα μὴ ἐπιψεύδηταί σου ἡ προσηγορία τῆς φύσεως. Ἆρα συνήκατε τὸ λεχθὲν πρὸς ὑμᾶς; Ἄνθρωπός ἐστι, φησὶν, ἀλλ' ἄνθρωπος μὲν τὸ ὄνομα πολλάκις, οὐκ ἄνθρωπος δὲ τὸ φρόνημα. Ὅταν γὰρ ἴδω σε ἀλόγως βιοῦντα, πῶς σε καλέσω ἄνθρωπον, ἀλλ' οὐχὶ βοῦν; Ὅταν ἴδω σε ἁρπάζοντα, πῶς σε καλέσω ἄνθρωπον, ἀλλ' οὐχὶ λύκον; Ὅταν ἴδω σε πορνεύοντα, πῶς σε καλέσω ἄνθρωπον, ἀλλ' οὐχὶ χοῖρον; Ὅταν 55.501 ἴδω σε δολερὸν, πῶς σε καλέσω ἄνθρωπον, ἀλλ' οὐχὶ ὄφιν; Ὅταν ἴδω σε ἰὸν ἔχοντα, πῶς σε καλέσω ἄνθρωπον, ἀλλ' οὐχὶ ἀσπίδα; Ὅταν ἴδω σε ἀνόητον, πῶς σε καλέσω ἄνθρωπον, ἀλλ' οὐχὶ ὄνον; Ὅταν ἴδω σε μοιχεύοντα, πῶς σε καλέσω ἄνθρωπον, ἀλλ' οὐχὶ ἵππον θηλυμανῆ; Ὅταν ἴδω σε ἀπειθῆ καὶ ἀσύνετον, πῶς σε καλέσω ἄνθρωπον, ἀλλ' οὐχὶ λίθον; Ἔλαβες εὐγένειαν παρὰ τοῦ Θεοῦ, τί προδίδως τὴν ἀρετὴν τῆς φύσεως; Τί ποιεῖς; εἰπέ μοι. Ἕτεροι τέχνην ἔχουσιν ἄνθρωποι, τὰ ἄλογα, κατὰ τὸ ἐγχωροῦν, εἰς ἀνθρώπων εὐγένειαν μετατιθέναι· ψιττακοὺς παιδεύουσι φωνῇ ἀνθρωπίνῃ φθέγγεσθαι, καὶ τῇ τέχνῃ τὴν φύσιν βιάζονται· λέοντας ἡμέρους ἐργάζονται, διὰ τῆς ἀγορᾶς ἕλκοντες. Τὸν λέοντα ἥμερον ποιεῖς ζῶον ἀτιθάσσευτον, καὶ σαυτὸν λύκου ἀγριώτερον καθιστᾷς; Καὶ τὸ δὴ χαλεπώτερον, ὅτι τῶν μὲν ἀλόγων ἕκαστον ἓν ἐλάττωμα ἔχει, ὁ λύκος εἰς τὸ ἁρπακτικὸν, ὁ ὄφις εἰς τὸ δολερὸν, ἡ ἀσπὶς εἰς τὸ ἰῶδες· ἐπὶ δὲ ἀνθρώπου πονηροῦ οὐκ ἔνι τοῦτο. Οὐδὲ γὰρ ἓν ἐλάττωμα πολλάκις κέκτηται ὁ ἄνθρωπος, ἀλλὰ καὶ ἁρπακτικὸς γίνεται, καὶ δολερὸς, καὶ ἰώδης, καὶ τὰς τῶν ἀλόγων κακίας εἰς τὴν ἑαυτοῦ συνάγει ψυχήν. Πῶς οὖν σε καλέσω ἄνθρωπον, ὃς οὐκ ἔχεις τῆς βασιλείας τὸ σύνθημα, οὐκ ἔχεις τὸ διάδημα, οὐκ ἔχεις τὴν πορφύραν; Ποιήσωμεν, φησὶν, ἄνθρωπον κατ' εἰκόνα καὶ ὁμοίωσιν ἡμετέραν. Ἐννόησον κατὰ τίνος εἰκόνα ἐγένου, ἄνθρωπε, καὶ μὴ κατενεχθῇς εἰς τὴν τῶν ἀλόγων εὐτέλειαν. Ἐὰν ἴδῃς βασιλέα πορφύραν ῥίψαντα καὶ διάδημα καὶ μετὰ τῶν στρατιωτῶν συναγελαζόμενον, καὶ προδιδόντα τὴν ἀρχὴν τὴν ἑαυτοῦ, πῶς καλέσεις τὸν τοιοῦτον βασιλέα; Καὶ σὺ ἄνθρωπος εἶ. Μή μοι οὖν δείξῃς, ὅτι ψυχὴν ἀνθρώπου ἔχεις, ἀλλ' εἰ τὸ φρόνημα ἄνθρωπος εἶ. Ἄρχων εἶ τῶν ἀλόγων, καὶ τῶν ἐν σοὶ ἀλόγων παθῶν δοῦλος ἐγένου; βʹ. Καὶ πῶς γένωμαι ἄνθρωπος; φησίν. Εἰ κρατεῖς τῶν λογισμῶν τῆς σαρκὸς, ἐκείνων τῶν ἀλόγων, εἰ ἐξέβαλες πορνείαν, εἰ ἐξέβαλες ἐπιθυμίαν χρημάτων ἄκαιρον, εἰ ἐξέβαλες τὴν πονηρὰν ἐκείνην τύραννον, εἰ καθαρὸν σαυτοῦ τὸ χωρίον εἰργάσω. Ἀλλὰ πῶς γίνῃ ἄνθρωπος; Ἐὰν ἔλθῃς ὧδε, ὅπου δημιουργοῦνται ἄνθρωποι. Ἐὰν λάβω σε ἵππον, ποιῶ σε ἄνθρωπον· ἐὰν λάβω σε λύκον, ποιῶ σε ἄνθρωπον· ἐὰν λάβω σε ὄφιν, ποιῶ σε ἄνθρωπον, οὐ μεταβάλλων τὴν φύσιν, ἀλλὰ μετατιθεὶς τὴν προαίρεσιν. Ἀλλὰ τί φησι; Τέκνα ἔχω, οἰκίας προΐσταμαι, γυναικὸς ἐπιμελοῦμαι, πενίᾳ κατέχομαι, ἐπὶ τὴν ἀναγκαίαν σπεύδω τροφήν. Σκήψεις ταῦτα καὶ προφάσεις. Εἰ μὲν γὰρ δι' ὅλου σε κατεῖχον ἐνταῦθα, καὶ οὐδὲ μικρὰν καιροῦ ῥοπὴν τοῖς ἔξω σε συνεχώρουν ἐκδιδόναι πράγμασιν, εἶχες ἂν ἀπολογήσασθαί μοι καὶ εἰπεῖν, ὅτι Τέκνα ἔχω, καὶ οἰκίας προΐσταμαι· καὶ καλῶς ἂν ταῦτα ἔλεγες· μᾶλλον δὲ οὐδὲ τότε ταῦτα λέγειν ἐχρῆν. Ἱκανὸς γάρ σοι ὁ Θεὸς ἐνταῦθα ἀσχολουμένῳ πλείονος εὐπορίας τὰ σὰ πάντα διατυπῶσαι. Νῦν δὲ οὐδὲν τούτων σε ἀναγκάζω, οὐδὲ λέγω, Καθ' ἑκάστην ἡμέραν σχόλαζε, ἀλλὰ δεύτερον τῆς ἑβδομάδος. Τί βαρὺ, τί φορτικόν; Οὐδὲ ὅλην τὴν ἡμέραν, ἀλλὰ μικρὰν καιροῦ ῥοπὴν ἐλθὲ εἰς τὴν ἐκκλησίαν· δέξαι 55.502 νοερὰ νοήματα, ἵνα μὴ δέξῃ τραύματα· οὐχ ἵνα ἄλλους καταβάλλῃς, ἀλλ' ἵνα ποιήσῃς τὴν ἀγορὰν ἐκκλησίαν. Ἐλθὲ, λάβε ὅπλον, ἵνα ἐν τῷ ὅπλῳ μὴ δέξῃ τὴν πληγὴν βλαβεράν.