1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

11

λύει· παρακαλοῦσι πάντες, οὐχ ὑπακούει· τὰ παιδία ἐν ὀρφανίᾳ, ἡ γυνὴ ἐν χηρείᾳ· πάντες ταπεινοὶ, οἰνοχόοι, κρατῆρες, παράσιτοι, κόλακες, εὐνοῦχοι. Λαβεῖν τι ἐξ ἐκείνων τῶν σκευῶν, καὶ ἀπελθεῖν οὐ δύναται· ἀλλὰ τί; Ἀποφέρεται μόνος. Εὐφημίαις βάλλουσι. Καὶ τί πρὸς αὐτὸν πάλιν; Ἀλλ' ἡ κενοδοξία αὐτὸν εὐφημεῖ; ∆ιὰ τί; Μὴ γὰρ δύναταί τι λαβεῖν ἀπ' αὐτῆς; Οὐ δύναται οὐδὲν ἐξ αὐτῶν παραστῆναι αὐτῷ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. Ἀπέρχεται εἰς τὸν τάφον ὁ πάντα ἁρπάζων, εἰς τρεῖς πήχεις θάπτεται, καὶ πλέον οὐδέν· καὶ γῆ ἐπάνω τῆς ὄψεως, καὶ τὸ κάλυμμα τῆς θήκης. Καὶ ἀναχωρεῖ ἡ γυνή. Ποῦ ὁ πλοῦτος; ποῦ οἱ δοῦλοι; ποῦ ἡ φαντασία; ποῦ ἡ οἰκία ἡ μεγάλη καὶ περικαλλής; Καταλιμπάνουσιν αὐτόν· ἀφίησιν αὐτὸν καὶ ἡ γυνὴ, κἂν μὴ βούληται· ἡ δυσωδία γὰρ αὐτὴν ἐλαύνει, αἱ πηγαὶ τῶν σκωλήκων αὐτὴν διώκουσι. Τοῦτο ὅλον; Ναί· οὐδὲν γὰρ ἔχων ἀπῆλθε τῶν αὐτοῦ. Καὶ ἵνα μάθῃς, ὅτι οὐδὲν ἔχων τῶν αὑτοῦ ἀπῆλθεν, οἱ μακάριοι μάρτυρες ἐπειδὴ τὰ ἑαυτῶν λαμβάνουσιν, οὐκ ἀναχωροῦμεν τοῦ τάφου αὐτῶν. Καὶ ὧδε μὲν οὐδὲ γυνὴ ἀνέχεται παραμεῖναι· ἐκεῖ δὲ ὁ βασιλεὺς ῥίπτει τὸ διάδημα, καὶ παραμένει τῷ τάφῳ τοῦ μάρτυρος, δυσωπῶν καὶ δεόμενος δοθῆναι αὐτῷ λύσιν τῶν δεινῶν, καὶ νίκην κατ' ἐχθρῶν. Μὴ οὖν φοβοῦ, ὅταν πλουτήσῃ ἄνθρωπος. Τοῦτον λαβόντες τὸν στίχον, ἐξάρξωμεν τῷ Κυρίῳ, ὑπὲρ τούτων ἁπάντων εὐχαριστοῦντες αὐτῷ, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, ὅτι αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΤΟΥ ΑΥΤΟΥ Προειρηκότος ἑτέρου, ὁμιλία λεχθεῖσα ἐν Κωνσταντινουπόλει ἐν τῇ ἐκκλησίᾳ τῇ μεγάλῃ, ὀλίγων συνελθόντων, εἰς τὸ, "Μὴ φοβοῦ, ὅταν

πλουτήσῃ ἄνθρωπος," καὶ περὶ ἐλεημοσύνης. αʹ. Βραχὺς ὁ καρπὸς τοῦ καλῶς εἰρηκότος, ἀλλ' ὥριμος· λεπτὴ ἡ νευρὰ, ἀλλὰ μεγάλη ἡ ἠχή· ὀλίγα τὰ ῥήματα, ἀλλὰ πολυτελῆ τὰ νοήματα. Καὶ γὰρ δῆμον ὁλόκληρον τοῖς ἐπαίνοις ἀνεπτέρωσε, καὶ σπουδαιοτέρους τοῖς ἐγκωμίοις εἰργάσατο, καὶ τὸν αἴτιον τῆς γεωργίας ἐδήλωσεν, ὕμνους τε συνθεὶς αὐτῷ, καὶ εὐχαριστήσας κατὰ τὸν ἀποστολικὸν νόμον, εἰς δοξολογίαν τὸν λόγον κατέλυσεν. Εἰ δὲ ταχέως τὴν τράπεζαν συνέστειλεν, οὐ διὰ πτωχείαν, ἀλλὰ διὰ ταπεινοφροσύνην. Οὐ γὰρ ἀπορῶν πλείονα εἰπεῖν, εἰς σιγὴν τὸν λόγον κατέκλεισεν, ἀλλ' ἡμῖν τῆς διδασκα 55.512 λίας παραχωρῶν. Φέρε οὖν καὶ ἡμεῖς τῆς ζάλης τῶν ἤδη γεγενημένων θορύβων ἀπαλλαγέντες, ὥσπερ τισὶ ποταμίοις ὕδασι τῇ τῶν Γραφῶν ἀναγνώσει τὴν ἀκοὴν ἀποπλύνωμεν. Οὕτω καὶ ναῦται ποιοῦσιν· ἐπειδὰν χειμῶνα διαδραμόντες καὶ πολὺ διαβάντες πέλαγος εἰς λιμένα καταντήσωσι γαληνὸν, ἱστία χαλάσαντες, καὶ κώπην ἀποθέμενοι, καὶ τῆς νηὸς ἀποβάντες, βαλανείοις, καὶ σιτίοις, καὶ πότοις καὶ ὕπνῳ, καὶ ἀνέσει τὸ σῶμα ἀνακτησάμενοι, ἀκμαιότερον αὐτὸ πρὸς τὴν λοιπὴν ναυτιλίαν παρασκευάζουσι. Τούτους δὴ καὶ ἡμεῖς μιμησώμεθα, καὶ τῆς πρώην 55.513 γενομένης ταραχῆς ἀπαλλαγέντες, καὶ τοῦ θορύβου, καὶ τῶν κυμάτων, ὥσπερ εἴς τινα λιμένα εὔδιον, τῶν Γραφῶν τὴν ἀνάγνωσιν τὴν ψυχὴν τὴν ἡμετέραν ὁρμίσωμεν. Καὶ γὰρ λιμήν ἐστιν ἀκύμαντος, καὶ τεῖχος ἀῤῥαγὲς, καὶ πύργος ἄσειστος, καὶ δόξα ἀναφαίρετος, καὶ ὅπλον ἄτρωτον, καὶ εὐθυμία ἀμάραντος, καὶ ἡδονὴ διηνεκὴς, καὶ πάντα ὅσα ἂν εἴποι τις καλὰ, τῶν θείων Γραφῶν ἡ συνουσία. Αὕτη καὶ ἀθυμίαν ἀποκρούεται, καὶ εὐθυμίαν διατηρεῖ, καὶ τὸν πένητα τῶν εὐπόρων πλουσιώτερον κατασκευάζει, καὶ τοῖς πλουτοῦσιν ἀσφάλειαν περιτίθησι, καὶ