1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

4

βουλόμενος πλουτεῖν, χρείαν ἔχει κτημάτων καὶ χρημάτων· ὁ δὲ μὴ βουλόμενος πλουτεῖν, ἀεί ἐστιν ἐν εὐπορίᾳ. Μὴ φοβοῦ, ὅταν πλουτήσῃ ἄνθρωπος, ἢ ὅταν πληθυνθῇ ἡ δόξα τοῦ οἴκου αὐτοῦ. Μὴ φοβοῦ, εἰπέ μοι, διὰ τί; Ἐπειδὴ γὰρ φοβεροί εἰσιν οἱ πλουτοῦντες, ἐκλαλεῖ τὴν ζωὴν ὁ προφήτης, Τί δέδοικας ἄνθρωπον φύλλοις κομῶντα, καρποῦ δὲ ἀπεστερημένον; τί δέδοικας ἄνθρωπον εἰς πικρίαν βαδίζοντα; τί δέδοικας ἄνθρωπον ἀεὶ τρέμοντα; τί δέδοικας ἄνθρωπον διηνεκεῖ φόβῳ συζῶντα; Ὁ μὲν γὰρ δοῦλός σου οὐ δέδοικέ σε ἀπόντα· ἐκεῖνος δὲ τὸν δεσπότην ἔνδοθεν περιφέρει. Ὅπου ἐὰν ἀπέλθῃ, ὁ ἔρως τῆς φιλοχρηματίας ἕπεται· καὶ πλησίους, καὶ οἰκέτας, καὶ φίλους, καὶ βασκάνους, καὶ εὐεργέτας, ἅπαντας ὁμοῦ ἐχθροὺς ἔχει. Φθόνον γὰρ ἐγείρει μέγαν. Ὁ μὲν γὰρ πένης οὐδένα δεδοικὼς διάγει, ἐπειδὴ πλουτεῖ μόνον τῇ φιλοσοφίᾳ καὶ ὑπομονῇ· ὁ δὲ πλούσιος, ἐπειδὴ πλεονεξίᾳ συζῇ, μισεῖται παρὰ πάντων, καὶ ἐν κοινοῖς συλλόγοις πολέμιος περιέρχεται, κολακευόμενος μὲν τῷ προσώπῳ, μισούμενος δὲ τῇ διανοίᾳ. Ὅτι δὲ ταῦτα τοῦτον ἔχει τὸν τρόπον, ὅταν ἔλθῃ ὁ ἄνεμος, καὶ ῥίψῃ τὰ φύλλα, ὅταν μεταβολὴ τῶν πραγμάτων γένηται, τότε εὑρίσκονται οἱ πεπλασμένοι φίλοι, τότε γνωρίζεται τὰ προσωπεῖα τῶν κολάκων, τότε φανεροῦται ὁ χορὸς τῶν ὑποκριτῶν, καὶ ἡ σκῆψις τοῦ δράματος. Ἀνοίγεται τὰ στόματα πάντων λεγόντων· Ὁ μιαρὸς, ὁ πονηρὸς, ὁ παμπόνηρος. Τί λέγεις; οὐχὶ χθὲς αὐτὸν ἐκολάκευες; οὐχὶ τὰς χεῖρας αὐτοῦ κατεφίλεις; Προσωπεῖον ἦν ἐκεῖνα. Ἦλθεν ὁ καιρὸς, καὶ περιεῖλον τὸ προσωπεῖον, καὶ ἀπεφηνάμην τῇ διανοίᾳ. Τί οὖν δέδοικας, εἰπέ μοι, τὸν ὑπὸ τοσούτων κατηγορούμενον; Καὶ τί τοῦτο; Εἴθε μὴ αὐτὸς ἑαυτοῦ κατηγόρει. Ταῦτα λέγω οὐ πλοῦτον διαβάλλων, μυριάκις εἶπον, ἀλλὰ τοὺς κακῶς τῷ καλῷ κεχρημένους πράγματι. Τὰ γὰρ χρήματα σὺν ταῖς πράξεσι καλά. Πῶς καλὰ δέ; Ἐὰν παραμυθῶνται τὴν πενίαν, ἐὰν διορθῶνται πτωχείαν. Ἄκουσον πῶς λέγει ὁ Ἰώβ· Ἐγὼ ἤμηνὀφθαλμὸς τυφλῶν, ποὺς δὲ χωλῶν· ἐγὼ ἤμην πατὴρ ἀδυνάτων. Ἰδοὺ πλοῦτος, καὶ ἁμαρτία οὐκ ἦν, ἀλλὰ φιλοπτωχεία. Ἡ οἰκία μου παντὶ ἐλθόντι ἀνέῳκτο. Τοῦτο πλούτου διακονία, πλούτου οὐκ ὀνόματι, ἀλλὰ πράγματι. Οὗτος ὁ πλοῦτος δοῦλος ἐκείνου τοῦ πλούτου· οὗτος μὲν γὰρ ὄνομά ἐστιν ἔρημον πραγμάτων, ἐκεῖνος δὲ ὀνόματος καὶ πράγματος ἔχει τὴν ἀλήθειαν. Ποῖος; Ὁ τῶν ἀρετῶν, ὁ τῆς ἐλεημοσύνης. Πῶς; Ἐγὼ λέγω. Ἔστι πλούσιος τὰ πάντων ἁρπάζων, καὶ ἔστι πλούσιος τὰ ἑαυτοῦ τοῖς πένησι παρέχων. Ὁ μὲν ἐν τῷ συνάγειν, ὁ δὲ ἐν τῷ ἀναλίσκειν πλουτῶν· καὶ ὁ μὲν σπείρει τὴν γῆν, 55.504 ὁ δὲ γεωργεῖ τὸν οὐρανόν. Ὅσον ὁ οὐρανὸς τῆς γῆς βελτίων, τοσοῦτον ἐκείνου ἡ εὐπορία τούτου ἀσθενεστέρα. Οὗτος μυρίους ἔχει τοὺς ἐραστὰς, ἐκεῖνος δὲ πάντας κατηγόρους. Καὶ τὸ δὴ θαυμαστὸν, ἐπὶ μὲν τοῦ ἅρπαγος καὶ πλεονέκτου, οὐ μόνον οἱ ἠδικημένοι, ἀλλὰ καὶ οἱ μηδὲν παθόντες κακὸν μισοῦσιν ἐκεῖνον, συναλγοῦντες τοῖς κακῶς πεπονθόσιν· ἐπὶ δὲ τοῦ ἐλεήμονος, οὐ μόνον οἱ ἐλεηθέντες, ἀλλὰ καὶ οἱ μὴ ἐλεηθέντες φιλοῦσιν αὐτόν. Βέλτιον γὰρ ἡ ἀρετὴ τῆς κακίας, ἀδελφοί. Ἡ κακία καὶ τοὺς μὴ ἀδικηθέντας πολεμίους ἔχει· ἡ δὲ ἐλεημοσύνη καὶ τοὺς μὴ εὐεργετηθέντας ἐραστὰς κέκτηται. Λέγουσι γὰρ πάντες· Καλῶς αὐτῷ ὁ Θεὸς ποιήσει[ε]! Τί γὰρ εὐηργετήθης; Οὐκ ἐγὼ, ἀλλ' ὁ ἀδελφὸς ὁ ἐμός· οὐκ ἐγὼ, ἀλλὰ τὸ μέλος τὸ ἐμόν. Τὴν γὰρ εἰς ἐκεῖνον γενομένην εὐποιίαν εἰς ἐμαυτὸν λογίζομαι. Εἶδες ἡλίκον ἡ ἀρετή; πῶς ποθεινόν; πῶς ἐπέραστον; πῶς καλόν; Ὁ ἐλεήμων ὁ κοινὸς λιμὴν, ὁ πατὴρ πάντων, ἡ βακτηρία τῶν γεγηρακότων. Καὶ ἐπὶ μὲν τοῦ ἐλεήμονος, ἐάν τι ἀηδὲς πάθῃ, εὔχονται πάντες· Ὁ Θεὸς αὐτὸν ἐλεήσαι, ποιήσαι αὐτῷ καλῶς, παραμείναι αὐτῷ τὰ ἀγαθά! ἐὰν δὲ ἔλθῃς ἐπὶ τὸν ἅρπαγα, ἀκούσῃ λεγόντων· Ὁ μιαρὸς, ὁ πονηρὸς, ὁ βέβηλος. Τί ἠδίκησαι; Ἐγὼ μὲν οὐδὲν, ἀλλ' ὁ ἀδελφὸς ὁ ἐμός. Βοαὶ μυρίαι καθ' ἑκάστην ἡμέραν. Ἐὰν πέσῃ, πάντες