1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

9

πένητας εἶναί τινας· ἀλλ' οὐ προσεῖχον τούτῳ, ἀλλ' ὅτι ξένους ὑπεδέχοντο. Καὶ παρειστήκεισαν ἀμφότεροι ἐν τῷ καιρῷ ἐκείνῳ, τὸν βότρυν τῆς φιλοξενίας τρυγῶντες τῇ γνώμῃ, τῇ φιλοσοφίᾳ, τῇ διακονίᾳ, τῇ ὑποδοχῇ, τῷ πόνῳ, τῇ ὑπηρεσίᾳ, τῇ ἀγάπῃ, τῇ οἰκονομίᾳ, τῇ ἀκριβείᾳ, τῷ μηδὲν παραλιπεῖν. Καὶ εἱστήκει παρὰ τὸ δένδρον ἡ γυνὴ, ἀντὶ θαλάμου τῷ δένδρῳ χρησαμένη, καὶ τὴν σκιὰν τῶν φύλλων ἔχουσα στέγην, καὶ οὐκ ᾐσχύνετο δημοσιεύεσθαι. Εἱστήκει γὰρ τὴν οἰκείαν κοσμιότητα ἐπιδεικνυμένη, καὶ τῆς διακονίας τὸν καρπὸν τρυγῶσα. Τί οὖν ὁ παραγενόμενος; Κατὰ τὸν καιρὸν τοῦτον ἐλεύσομαι, καὶ ἔσται τῇ Σάῤῥᾳ υἱός. Οἶον καρπὸν ἐβλάστησεν ἡ τράπεζα! πῶς καλόν! πῶς ταχύν! πῶς ὥριμον! πῶς ὁ βότρυς περκάζων καὶ ἀπηρτισμένος! Καὶ γὰρ τὸ ῥῆμα ἐκεῖνο εἰσῆλθεν εἰς τὴν μήτραν, καὶ ἐδημιούργησε τὸ παιδίον. Τοιοῦτοι τῆς φιλοξενίας οἱ καρποί. Πρόσεχε ὃ μέλλω λέγειν. Μετὰ ταῦτα δὲ, τὸ παιδίον ἐπειδὴ ηὐξήθη, τὸ ἀπὸ τῆς τραπέζης τεχθὲν, ἐπειδὴ ἀνὴρ ἐγένετο ὁ τῆς φιλοξενίας καρπὸς (οὐ γὰρ οὕτως αὐτὸν ἡ μήτρα ἐγέννησεν ἐκείνη, ὡς ἐγέννησεν ἡ τράπεζα, πρὸ δὲ πάντων τὸ ῥῆμα τοῦ Θεοῦ), ἐπειδὴ ηὐξήθη καὶ ἀνὴρ ἐγένετο, καὶ ὥρα γάμου λοιπὸν ἦν (πρόσεχε μετ' ἀκριβείας ὃ λέγω), ἔμελλε λοιπὸν τελευτᾷν ὁ γέρων ὁ μακάριος Ἀβραὰμ ἐκεῖνος, ὁ πατριάρχης· παρῴκει δὲ γυναιξὶ διεφθαρμέναις καὶ ἔθνει πονηροτάτῳ, καλέσας τὸν οἰκέτην τὸν ἑαυτοῦ, φησίν· Ὧδε πονηραί εἰσιν αἱ γυναῖκες τῶν Χαναναίων. Τί οὖν θέλεις; Ἄπελθε εἰς τὴν γῆν, ὅθεν ἐτέχθην ἐγὼ, καὶ ἄγαγε γυναῖκα ἐκεῖθεν τῷ υἱῷ μου. Καινὰ καὶ παράδοξα πράγματα. Ἴστε ὑμεῖς, καὶ σφόδρα ἐπίστασθε· ὅταν μὲν γὰρ γυναῖκα βούληταί τις ἀγαγεῖν τῷ υἱῷ, καὶ ὁ πατὴρ διαλέγεται καὶ ἡ μήτηρ, καὶ εἰς ἀλλοτρίας οἰκίας παραγίνονται, καὶ τοῦτον κολακεύουσι, καὶ ἐκεῖνον θεραπεύουσι, καὶ προμνήστριαι πολλαὶ, καὶ νυμφαγωγοὶ γίνονται πολλοὶ, καὶ χρημάτων ὑποσχέσεις, καὶ πᾶσα σπουδὴ τῷ πατρὶ καὶ τῇ μητρὶ δι' ἑαυτῶν διαλεχθῆναι, καὶ οὐκ αἰσχύνονται, οὐδὲ ἐρυθριῶσιν, οὐδὲ ἐπιτάττουσιν οἰκέταις· ὅταν δὲ ἔλθῃ ξένος, Ἄπελθε σὺ, κατένεγκε αὐτὸν κάτω, δέξαι αὐτόν. Ὁ Ἀβραὰμ δὲ ἀντιστρόφως· ὅτε μὲν ἔδει ποιῆσαι 55.510 πρᾶγμα ὑψηλὸν καὶ φιλόσοφον, δι' ἑαυτοῦ ποιεῖ· τὴν φιλοξενίαν οὐκ ἐπέτρεψεν οἰκέτῃ, ἀλλὰ τῇ γυναικὶ καὶ ἑαυτῷ· ὅτε δὲ γυνὴ καὶ γάμος ὑφαίνετο, Ἄπελθε λέγει τῷ οἰκέτῃ. Ὧδε τὸ ἐναντίον ποιοῦσιν αἱ γυναῖκες. Ἐὰν μὲν θέλωσι χρυσοχόῳ διαλεχθῆναι, οὐκ αἰσχύνονται, ἀλλ' ἐξέρχονται αὐταὶ δι' ἑαυτῶν, καὶ παρακαθέζονται, ἵνα μὴ ὁ χρυσὸς κλαπῇ, καὶ ἡ ἐπιθυμία τῶν χρημάτων ἀφίησιν αὐτὰς καταφρονῆσαι τῆς εὐσχημοσύνης καὶ τῆς σεμνότητος. Ἀλλ' ὁ Ἀβραὰμ οὐχ οὕτως, ἀλλ' ὅτε ξένους ἤθελεν ὑποδέχεσθαι, δι' ἑαυτοῦ καὶ τῆς γυναικὸς αὐτοῦ· ὅτε δὲ τὸν γάμον, διὰ τοῦ οἰκέτου. Τί οὖν μέμνησαι τοῦ Ἀβραάμ; Ὅτι πλούσιος ἦν. Ταῦτα καὶ σὺ ἐννόει τοῦ Ἀβραὰμ, καὶ οὐδέποτε καταφρονήσεις τινός. Ἀλλὰ πόθεν ἐξέβην ταῦτα εἰπεῖν; Τὸν προφήτην λαβὼν καὶ τὴν βακτηρίαν ἐκείνην, Μὴ φοβοῦ, ὅταν πλουτήσῃ ἄνθρωπος. Ἐκεῖνος γὰρ ὁ στίχος ἅπαντα ταῦτα ἔτεκε. Καὶ ἰδοὺ θησαυρὸν εὑρήκαμεν χρυσοῦ γέμοντα. Μὴ φοβοῦ, ὅταν πλουτήσῃ ἄνθρωπος. Λάβε τὴν βακτηρίαν ταύτην, τὴν δυναμένην ὑποτρομήσαντα τὰ σώματα ἀνορθῶσαι. Οὐδὲ γὰρ οὕτω βακτηρία ὑπότρομα ὄντα τὰ σώματα τῶν παλαιῶν καὶ γεγηρακότων ἀνορθοῦν πέφυκεν, ὡς ὁ στίχος οὗτος τῶν νέων καὶ γεγηρακότων ἐν τῇ ἐπιθυμίᾳ καὶ ὑπὸ τῆς ἁμαρτίας πολιορκουμένων ὑπότρομον οὖσαν τὴν διάνοιαν ἐγείρει. Μὴ φοβοῦ, ὅταν πλουτήσῃ ἄνθρωπος. Τί δέδοικας ἄνθρωπον, οὐκ ὄντα ἄνθρωπον, ἀλλὰ λύκον; Τί δέδοικας ἄνθρωπον ἀσεβημάτων γέμοντα, καὶ χρυσῷ πολιορκούμενον; Τί δέδοικας ἄνθρωπον ἀπὸ τῆς ἀδικίας τὰ ἑαυτοῦ προδεδωκότα, καὶ τὸν πολέμιον ἔνδοθεν πολλάκις ἔχοντα; Ἀλλ' ἀπεφήνατό μοι ὁ προφήτης λέγων· Μὴ