1

 2

 3

 4

 5

 6

 7

 8

6

Τοῦτο καὶ γυνὴ ποιείτω. Πολλὴ γὰρ ἐνταῦθα ἡ ἰσοτιμία· καίτοι γε ἐν τοῖς ἄλλοις πολλὴν δίδωσιν ὑπεροχὴν ὁ Παῦλος, οὕτω λέγων· Πλὴν καὶ ὑμεῖς οἱ καθ' ἕνα, ἵνα ἕκα στος τὴν ἑαυτοῦ γυναῖκα οὕτως ἀγαπᾷ ὡς ἑαυτόν· ἡ δὲ γυνὴ, ἵνα φοβῆται τὸν ἄνδρα· καὶ, Κεφαλὴ γυναικὸς ὁ ἀνὴρ, καὶ, Ὀφείλει ἡ γυνὴ ὑποτάσ σεσθαι τῷ ἀνδρί. Καὶ πάλιν ἐν τῇ Παλαιᾷ, Πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου, καὶ αὐτός σου κυριεύσει. Πῶς οὖν ἐνταῦθα ἴσην ἀντίδοσιν δουλείας καὶ δεσποτείας εἰσήγαγε; Τὸ γὰρ εἰπεῖν, Ἡ γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλ' ὁ ἀνήρ· ὁμοίως καὶ ὁ ἀνὴρ τοῦ ἰδίου σώματος οὐκ ἐξου σιάζει, ἀλλ' ἡ γυνὴ, ἰσότητά τινα πολλήν ἐστιν εἰσ άγοντος. Καὶ καθάπερ ἐκεῖνος δεσπότης ἐστὶ τοῦ σώ ματος αὐτῆς, οὕτω καὶ αὕτη δέσποινα τοῦ ἐκείνου σώματος. Τίνος οὖν ἕνεκεν τοσαύτην ἰσοτιμίαν εἰσ ήγαγεν; Ὅτι ἐνταῦθα ἀναγκαία ἡ ὑπεροχή· ἔνθα δὲ σωφροσύνης καιρὸς καὶ σεμνότητος, οὐδὲν ἔχει πλέον τῆς γυναικὸς ὁ ἀνὴρ, ἀλλ' ὁμοίως ἐκείνῃ κολάζεται, τοὺς τοῦ γάμου παραφθείρας νόμους· καὶ μάλα εἰκό τως. Οὐ γὰρ διὰ τοῦτο ἦλθεν ἡ γυνὴ πρὸς σὲ, καὶ πατέρα καὶ μητέρα ἐγκατέλιπε καὶ τὸν οἶκον ἅπαντα, ἵνα καθυβρίζηται, ἵνα θεραπαινίδιον εὐτελὲς ἐπεισ άγῃς αὐτῇ, ἵνα μυρίους ποιῇς πολέμους, συνέμπο ρον ἔλαβες, καὶ κοινωνὸν τοῦ βίου, καὶ ἐλευθέραν, καὶ ὁμότιμον.

Πῶς γὰρ οὐκ ἄτοπον τὴν προῖκα αὐ τῆς ὑποδεχόμενον, πᾶσαν ἐπιδείκνυσθαι εὔνοιαν, καὶ μηδὲν αὐτῆς ἐλαττοῦν· ὃ δὲ τῆς προικός ἐστιν ἁπά σης τιμιώτερον, τὴν σωφροσύνην καὶ τὴν σεμνότητα 51.215 καὶ τὸ σῶμα τὸ ἑαυτοῦ, ὅπερ ἐστὶν ἐκείνης κτῆμα, διαφθείρειν τε καὶ μιαίνειν; Ἂν τὴν προῖκα μειώ σῃς, τῷ κηδεστῇ δίδως λόγον· ἂν τὴν σωφροσύνην μειώ σῃς, τῷ Θεῷ τὰς εὐθύνας ὑφέξεις, τῷ τὸν γάμον εἰσ αγαγόντι, καὶ τὴν γυναῖκα ἐγχειρίσαντι. Καὶ ὅτι τοῦ τό ἐστιν ἀληθὲς, ἄκουσον τί φησιν ὁ Παῦλος περὶ τῶν μοιχευόντων· Ὁ γὰρ ἀθετῶν, οὐκ ἄνθρωπον ἀθετεῖ, ἀλλὰ τὸν Θεὸν τὸν δόντα τὸ Πνεῦμα αὐτοῦ τὸ ἅγιον εἰς ὑμᾶς. Ὁρᾷς δι' ὅσων ὁ λόγος ἀπέδειξεν ὅτι μοιχεία ἐστὶν, οὐ μόνον τὸ ὕπανδρον γυναῖκα διαφθείρειν, ἀλλὰ καὶ τὸ ἡντιναοῦν πόρνην, ἔχοντα γυναῖκα; Ὥσπερ γὰρ μοιχεύεσθαι γυναῖκα λέγομεν, κἂν εἰς οἰκέτην, κἂν εἰς ὁντιναοῦν ἁμάρτῃ, ἄνδρα ἔχουσαν· οὕτω καὶ ἄνδρα μοιχεύειν ἂν εἴποι μεν, κἂν εἰς θεραπαινίδα, κἂν εἰς ἡντιναοῦν δημώδη γυναῖκα ἀσελγαίνῃ, γυναῖκα ἔχων αὐτός. Μὴ τοίνυν ἀμελῶμεν τῆς ἑαυτῶν σωτηρίας, μηδὲ τῷ διαβόλῳ προτείνωμεν ἡμῶν τὴν ψυχὴν διὰ τῆς ἁμαρτίας ταύ της. Καὶ γὰρ ἐντεῦθεν αἱ μυρίαι τῶν οἴκων ἀνατρο παὶ, οἱ μυρίοι πόλεμοι· ἐντεῦθεν τὰ τῆς ἀγάπης ὑποῤῥεῖ, καὶ τὰ τῆς εὐνοίας ὑποσύρεται. Ὥσπερ γὰρ ἀμήχανον σώφρονα ἄνθρωπον ὑπεριδεῖν γυναικὸς καὶ καταφρονῆσαί ποτε· οὕτως ἀμήχανον ἄνθρωπον ἀσελ γῆ καὶ ἀκόλαστον φιλεῖν τὴν γυναῖκα τὴν ἑαυτοῦ, κἂν ἁπάντων εὐμορφοτέρα ᾖ. Ἀπὸ γὰρ σωφροσύνης ἀγάπη τίκτεται, ἀπὸ δὲ ἀγάπης τὰ μυρία ἀγαθά. Λιθίνας τοίνυν νόμιζε τὰς λοιπὰς γυναῖκας, εἰδὼς ὅτι μετὰ γάμον, κἂν ἀκολάστοις ἴδῃς ὀφθαλμοῖς ἑτέραν γυναῖκα, κἂν δημοσίαν, κἂν ὕπανδρον, τοῖς τῶν μοιχῶν ἐγκλήμασιν ὑπεύθυνος γέγονας. Ταῦτα σεαυτῷ καθ' ἑκάστην ἔπᾳδε τὰ ῥήματα· κἂν ἴδῃς ἐπιθυμίαν ἄλλης γυναικὸς ἐγειρομένην ἐν σοὶ, εἶτα ἐκ τούτου σοι τὴν γυναῖκα ἀηδῆ φαινομένην, εἴσελθε εἰς τὸν θάλαμον, καὶ τὸ βιβλίον ἀναπτύξας τοῦτο, καὶ λαβὼν Παῦλον μεσίτην, καὶ συνεχῶς ἐπᾴδων ταῦτα τὰ ῥή ματα, κατάσβεσον τὴν φλόγα. Καὶ οὕτω καὶ ἡ γυνὴ πάλιν ἔσται σοι ποθεινοτέρα, οὐδεμιᾶς ἐπιθυμίας τὴν πρὸς αὐτὴν εὔνοιαν ὑποσυ ρούσης· οὐχ ἡ γυνὴ δὲ ἔσται ποθεινοτέρα μόνον, ἀλλὰ καὶ σὺ σεμνότερος πολλῷ καὶ ἐλευθεριώτερος δόξεις εἶναι. Οὐ γάρ ἐστιν, οὐκ ἔστιν οὐδὲν αἰσχρότερον ἀν θρώπου μετὰ γάμον πορνεύοντος. Οὐ γὰρ δὴ μόνον τὸν κηδεμόνα καὶ τοὺς φίλους καὶ τοὺς ἀπαντῶντας, ἀλλὰ καὶ αὐτοὺς ἐρυθριᾷ τοὺς οἰκέτας. Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ δεινὸν, ἀλλ' ὅτι καὶ τὴν οἰκίαν αὐτὴν δεσ