1

 2

 3

 4

 5

3

ἀφιλάργυρον, παρθενίαν ἀῤῥύπωτον, ἄσκησιν ἀλύγιστον, συζυγίαν ἄσχιστον· πάντα πόνον ὑπὲρ τῆς ἀληθείας ὑφίστασθαι, μὴ δειλιᾷν ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι. Ταῦτα τοῦ Κυρίου διδάσκοντος καὶ ἔτι μετὰ προσθήκης λέγοντος· Ὁ φιλῶν τὴν ψυχὴν αὐτοῦ, ἀπολέσει αὐτήν· καὶ πάλιν· Ὁ θέλων ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι· καὶ αὖθις· Μὴ κτήσασθε χρυσὸν, μὴ ἄργυρον, μὴ χαλκὸν εἰς τὰς ζώνας ὑμῶν, μὴ πήραν, μὴ βαλάντιον, μὴ δύο χιτῶνας· ταῦτα τοῦ Κυρίου διδάσκοντος ὁ Σίμων ἀκούων, ὁ δόξας τὸ πλοῖον μεμισθωκέναι τῷ Κυρίῳ, ἤρξατο γογγύζειν καὶ λέγειν ἐν ἑαυτῷ· Παρὰ τούτου μισθὸν προσδοκήσομεν λαβεῖν; ἐπιζημίᾳ νυχθημερινῷ περιέπεσα· τίς μοι συνήντησε σήμερον; Οὗτος περὶ ἀκτημοσύνης διαλέγεται· μηδένα μηδὲν ἔχειν διδάσκει. Τάχα ἐμὲ θέλει καὶ τὸ πλοῖον πωλῆσαι, ἵνα πτωχοῖς διανέμω· παρ' αὐτοῦ μισθὸν προσδοκῶ λαβεῖν; Ταῦτα τοῦ Σίμωνος διαλεγομένου ἐν ἑαυτῷ πληροῖ τὴν διδασκαλίαν ὁ Κύριος, ἵνα τὴν θαυματουργίαν ἐπιδείξηται, καὶ τὸν Σίμωνα πληροφορήσῃ. Κόπος γάρ ἐστιν ἰδιώτην λόγῳ πεῖσαί ποτε.

Εἶτα τοῦ Κυρίου τὸν λόγον πληρώσαντος, καὶ τοῦ παντὸς πλήθους ἀρεσθέντος, προσελθὼν ὁ Σίμων τῷ Κυρίῳ ἔφη· Τὰ μὲν ῥήματά σου καλὰ, καὶ ἡ φωνή σου ἡδεῖα, καὶ ἡ διδασκαλία σου τιμία, ἀλλ' ὅμως ἐμοὶ τὸ τῆς συντάξεως πλήρωσον· κέλευσόν με λαβεῖν τὸν μισθὸν τῆς ναυτιλίας, ὅπως κἀγὼ σὺν τῷ πλήθει χαιρόμενος εἰς τὸν οἶκόν μου ἀπέλθω. Ὁ δὲ Κύριος πρὸς τὸν Σίμωνα· καθὼς ἀρτίως ἤκουες, τὸν μισθόν σου βούλει λαβεῖν, Σίμων; Ἐπανάγαγε εἰς τὸ βάθος, καὶ χαλάσατε τὰ δίκτυα ὑμῶν εἰς ἄγραν, καὶ κομίζου τὸν ἐπηγγελμένον σοι παρ' ἐμοῦ μισθόν. Ὁ δὲ Σίμων πρὸς τὸν Κύριον· Πάλιν ἁλιεύσω καὶ δίκτυα χαλάσω, καὶ κόπον ὑπομείνω; Εἴθε μηδὲ τὴν νύκτα κεναῖς χερσὶν ἐψηλάφησα. Μὴ γὰρ τεχνικώτερος εἶ τῆς ἐμῆς ναυτιλίας; ἢ κέκτησαί τι ἐν τῷ ἀφανεῖ βυθῷ; ∆ύνῃ διδάσκαλος εἶναι· μὴ γὰρ καὶ ἰχθύων θηρευτής; Ἔξελθε ἀπ' ἐμοῦ· βλέπω γάρ σε μηδὲν βαστάζοντα. Τί καὶ τὸν καιρὸν ἀπόλλω; οὐ ταῦτα παρὰ τὴν ἀρχὴν ἐμαρτυράμην σοι; Ὁ δὲ Κύριος πρὸς τὸν Σίμωνα· Μὴ ὡς ἄπορόν με πρόσεχε, Σίμων· μὴ τὰς χεῖράς μου καὶ τὸν κόλπον μου κατανόει· 64.50 οὐκ ἐν ταῖς χερσὶν, ἀλλ' ἐν τῷ στόματί μου τὸν μισθόν σου βαστάζω. Πᾶσαν τὴν νύκτα κοπιάσας, οὐδὲν ἔλαβες· νὺξ γὰρ ἀπορίας τὰ Ἰουδαϊκὰ φρονήματα. Ἐν τῇ ἡμέρᾳ τῆς χάριτος τὰ δίκτυα χάλασον· φῶς γὰρ εὐκαρπίας τὰ Χριστιανικὰ πειθαρχήματα. Ἐπανάγαγε εἰς τὸ βάθος, καὶ χαλάσατε τὰ δίκτυα ὑμῶν εἰς ἄγραν. Τότε ὁ Σίμων πρὸς τὸν Κύριον· Καθὼς ἀρτίως ἤκουες, Ἐπιστάτα, δι' ὅλης τῆς νυκτὸς κοπιάσαντες, οὐδὲν ἐλάβομεν, ἐπὶ δὲ τῷ ῥήματί σου χαλάσω τὰ δίκτυα. Καὶ τοῦτο ποιήσαντες, συνέκλεισαν πλῆθος ἰχθύων πολύ· διεῤῥήγνυτο δὲ τὸ δίκτυον. Ὢ τῶν παραδόξων πραγμάτων! οὐ λείπει τῷ Πέτρῳ φροντίς· ∆ιεῤῥήγνυτο τὸ δίκτυον. Καὶ τὸν Χριστὸν περιεβλέπετο, καὶ τοὺς ἰχθύας κατενόει, καὶ τὸ πρᾶγμα ἐνενόει. Οὐκ ἴσχυσε τὸν φόρτον ἐκλύσαι, καὶ βοηθοὺς ἐπεσπάσατο· Ἐνένευον γὰρ, φησὶ, τοῖς μετόχοις τοῖς ἐν τῷ ἑτέρῳ πλοίῳ, ἐν ᾧ ἦν Ἰάκωβος καὶ Ἰωάννης, ἐλθόντας συλλαβέσθαι αὐτούς. Ἐνένευον, οὐκ ἔκραζον, οἱ ἄνευ κραυγῆς καὶ θορύβου μηδὲν διαπραττόμενοι ναῦται. ∆ιὰ τί; Ὅτι τὸ ξένον τοῦ πράγματος εἰς ἀφωνίαν αὐτοὺς ἤγειρεν.

Τί γὰρ εἶχον κράζειν, εἰ μὴ μόνον ἐννεύειν, ὡς θεῖον μυστήριον ὁρῶντες; Συνδραμόντες δὲ καὶ οἱ τοῦ ἑτέρου πλοίου, ἔνθα ἦν Ἰάκωβος καὶ Ἰωάννης, ἤρξαντο τοὺς ἰχθύας συλλέγειν, καὶ ὅσον συνῆγον, τοσοῦτον ἐπληθύνοντο. Ἔσπευδον γὰρ οἱ ἰχθύες τίς πρῶτος ὑπουργήσει τῷ προστάγματι τοῦ ∆εσπότου· οἱ μικροὶ τοὺς μεγάλους παρέτρεχον, οἱ μέσοι τοὺς μείζονας ὑπερεπλεύριζον, οἱ μεγάλοι τοὺς μικροὺς ὑπερήλλοντο· τὰς χεῖρας τῶν ἁλιέων οὐ περιέμενον, ἑαυτοὺς ἐκυβίστευον ἐπὶ τὸ πλοῖον. Ὁ πυθμὴν τῆς λίμνης οὐκ ἐκινεῖτο, οὐδεὶς τῶν ἰχθύων κάτω μένειν