In ramos palmarum (homilia 3) (olim sub nomine Joannis Chrysostomi)

 πορφυροστρώτῳ βασιλικῷ· εὐτελεῖ πώλῳ ἐκαθέζετο, ἀλλοτρίῳ, μικρῷ, δώδεκα μαθητὰς μόνους ἐπαγόμενος. Πόθεν οὖν ὁ ὄχλος ἔγνω αὐτὸν βασιλέα τυγχάνειν, εἰ

 ἐχαρίσατο; Οὐ παραλύτοις κλινοβασταξίαν ἔδωκεν; Οὐ τὸν τεταρταῖον Λάζαρον ἄνωθεν πάλιν ἐξήγειρεν; ∆ιὰ τοῦτο βούλεσθε πάλιν τὸν Λάζαρον ἀποκτεῖναι. Οὐχ

 πάσης περικοπῆς διαψηλαφῆσαι. Ἤκουες ἀρτίως τοῦ εὐαγγελιστοῦ λέγοντος· Πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα ἦλθεν ὁ Ἰησοῦς εἰς Βηθανίαν, ὅπου ἦν Λάζαρος ὃν ἤγειρεν

 τριακοσίων διετιμήσατο δηναρίων· ἤδη συνέπεισα τὸν Ἰούδα τὸ μὲν μύρον τριακοσίων διατιμήσασθαι δηναρίων, τὸν δὲ δεσπότην τοῦ μύρου τριάκοντα ἀργυρίων

πορφυροστρώτῳ βασιλικῷ· εὐτελεῖ πώλῳ ἐκαθέζετο, ἀλλοτρίῳ, μικρῷ, δώδεκα μαθητὰς μόνους ἐπαγόμενος. Πόθεν οὖν ὁ ὄχλος ἔγνω αὐτὸν βασιλέα τυγχάνειν, εἰ μὴ ἄνωθεν ἔλαβε τὴν ἀποκάλυψιν; ∆ιὸ καὶ οὐκ ἐζήτουν ἐπὶ τοῦ κυρίου διάδημα κοσμικόν· ᾔδεισαν γὰρ αὐτὸν ἀνάρχως βασιλεύοντα. Οὐκ ἐζήτουν ἁλουργίδα· ἐπείσθησαν τῷ εἰρηκότι· Ὁ κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο. Οὐκ ἐζήτουν πλῆθος στρατιωτῶν· ἐπείσθησαν γὰρ τῷ εἰρηκότι· Μύριαι μυριάδες ἀγγέλων ἐλειτούργουν αὐτῷ, καὶ χίλιαι χιλιάδες ἀρχαγγέλων παρειστήκεισαν αὐτῷ. Οὐκ ἐζήτουν ἐπὶ τοῦ κυρίου ἵππους καὶ ἅρματα· ἐγνώριζον γὰρ ὅτι αὐτός ἐστιν ὁ τὸν Ἡλίαν ἐν ἅρματι πυρίνῳ ἀναλαβών, καὶ τοὺς εὐαγγελικοὺς ἵππους παρακολουθοῦντας αὐτῷ γινώσκοντες, πεισθέντες τῷ εἰρηκότι προφήτῃ· Ὀπίσω αὐτοῦ ἵπποι πυρροὶ καὶ λευκοὶ καὶ ποικίλοι καὶ ψαροί. Πυρρὸς ἵππος Ματθαῖος, ὡς τὰ τῆς ἐνανθρωπήσεως τοῦ κυρίου λαμπρῶς ἐκθέμενος· ψαρὸς ἵππος Μάρκος, ὡς διανθέστερον τὸ εὐαγγέλιον γράψας· ποικίλος ἵππος Λουκᾶς, ὡς εὐγλωττότερον καὶ ποικιλώτερον τὰ κατὰ τὸν κύριον ἐκθέμενος· λευκὸς ἵππος Ἰωάννης, ὡς λευκότερον πᾶσαν αἵρεσιν στηλιτεύσας. Ἵππους δὲ ταχυδρόμους εἰς πᾶσαν τὴν γῆν τὸ εὐαγγέλιον κομίζοντας καὶ Ἁμβακοὺμ τοὺς ἀποστόλους ὠνόμασεν εἰπών· Καὶ ἐπεβίβασας εἰς θάλασσαν τοὺς ἵππους σου, θάλασσαν τροπικῶς τὸν ἅπαντα κόσμον καλέσας. Οὐκ ἐζήτουν οὖν ἐπὶ τοῦ κυρίου ὄχημα λιθοκόλλητον, πορφυρόστρωτον, βασιλικοῖς ὅπλοις διηνθισμένον· ᾔδεισαν γὰρ τὰ χερουβὶμ καὶ τὰ σεραφίμ, τὰς ἑξαπτερύγους λαμπάδας ὄχημα κεκτημένον, πεισθέντες τῷ εἰρηκότι· Ὁ καθήμενος ἐπὶ τῶν χερουβίμ, ἐμφάνηθι. Θεόθεν τοίνυν ὁ Ἱεροσολυμιτικὸς ἐκεῖνος ὄχλος τὴν ἀποκάλυψιν δεξάμενος οὐκ ἐσκανδαλίσθη ὑπὸ τοῦ εὐτελοῦς πώλου, ἀλλ' ἐνεδυναμώθη ὑπὸ τῆς δεσποτικῆς παρουσίας. ∆ιὸ μόνον εἶδε τὸν κύριον ἐπιβάντα τῷ πώλῳ ὁ πιστὸς ἐκεῖνος ὄχλος, εὐθέως προφητικαῖς προρρήσεσι νυγέντες, ἀναλαβόντες τὰ βαΐα τῶν φοινίκων ἔλεγον πρὸς ἀλλήλους οἱ ὄχλοι· Τί ἀργοῦμεν καὶ οὐκ ἐξερχόμεθα εἰς ἀπάντησιν τοῦ φοίνικος ἐν τῷ Ἄισματι τῶν ᾀσμάτων ὀνομαζομένου; ∆ρεψώμεθα οὖν τὰ βαΐα τῶν φοινίκων· ὁ γὰρ καρπὸς αὐτοῦ ἀθανασίας πλήρης, τὰ φύλλα αὐτοῦ τῆς αἱμορροούσης ἰάματα, τὸ στέλεχος αὐτοῦ τὸ σταυριαῖον ῥίζωμα. Ἠκούσαμεν τῆς ἐξ ἐθνῶν ἐκκλησίας καὶ ὡς φοίνικα νοητὸν καὶ ὡς βασιλέα κραταιὸν εὐφημούσης αὐτόν. ∆ιὰ τῶν βαΐων τοίνυν καὶ ἡμεῖς ἀσπασώμεθα αὐτὴν καὶ δι' αὐτῆς τὸν δεσπότην Χριστόν. Ταῦτα τῶν ὄχλων διαπραττομένων καὶ τὸν κύριον εὐφημούντων, οἱ ἀρχιερεῖς καὶ οἱ φαρισαῖοι δριμυχθέντες σφόδρα, ἐπετίμουν τοῖς ὄχλοις λέγοντες· Τί ποιεῖτε, τί ματαιο λογεῖτε, τί προπετεύεσθε; Ὡς θεῷ τῷ υἱῷ τοῦ τέκτονος προσέρχεσθε; Βαΐα φοινίκων προσφέρετε τῷ μὴ ἔχοντι ποῦ τὴν κεφαλὴν κλῖναι; Βασιλικὰς φωνὰς βάλλετε τῷ ἐπὶ πώλῳ ὄνου καθεζομένῳ; Οὐχὶ ὁ πατὴρ καὶ ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ πάντες παρ' ἡμῖν εἰσιν; Παύσασθε μήπως κατακριθέντες οἱ ἐν ὑμῖν προπετεῖς κολασθήσονται. ∆ιὰ τοῦτο γὰρ ἀπεστάλημεν, ὅπως τοὺς ἐν ὑμῖν προπετεῖς σημειωσώμεθα, εὐκαίρως δίκας τῆς τόλμης ἀποτιννύντας. Ταῦτα ἀκούσαντες οἱ ὄχλοι τῶν ἀρχιερέων λεγόντων οὐ κινοῦνται πρὸς στασιασμὸν τῆς εἰρήνης παρούσης, ἀποκρίνονται δὲ πρὸς αὐτοὺς τῆς χάριτος συνεργούσης· Μέμφεσθε ἡμῖν, ὦ φαρισαῖοι, καὶ κόλασιν ἀπειλεῖτε ὡς βλάσφημα προϊεμένοις; Τίνες κολάσεως ἄξιοι, ὑμεῖς οἱ τὰς γραφὰς ἀναγινώσκοντες καὶ μὴ νοοῦντες, ἢ ἡμεῖς οἱ ἀκούοντες καὶ κρατοῦντες; Σφαλλόμεθα βαΐα φοινίκων τῷ κυρίῳ προσφέροντες; Οὐκ αὐτός ἐστιν ὁ τῆς δικαιοσύνης φοῖνιξ; Οὐ περὶ αὐτοῦ κέκραγεν ὁ προφήτης· ∆ίκαιος ὡς φοῖνιξ ἀνθήσει; Οὐκ αὐτὸς ἤνθησε τῶν τυφλῶν τὴν ἀνάβλεψιν; Οὐ χωλοῖς παλινδρομίαν