In ramos palmarum (homilia 3) (olim sub nomine Joannis Chrysostomi)

 πορφυροστρώτῳ βασιλικῷ· εὐτελεῖ πώλῳ ἐκαθέζετο, ἀλλοτρίῳ, μικρῷ, δώδεκα μαθητὰς μόνους ἐπαγόμενος. Πόθεν οὖν ὁ ὄχλος ἔγνω αὐτὸν βασιλέα τυγχάνειν, εἰ

 ἐχαρίσατο; Οὐ παραλύτοις κλινοβασταξίαν ἔδωκεν; Οὐ τὸν τεταρταῖον Λάζαρον ἄνωθεν πάλιν ἐξήγειρεν; ∆ιὰ τοῦτο βούλεσθε πάλιν τὸν Λάζαρον ἀποκτεῖναι. Οὐχ

 πάσης περικοπῆς διαψηλαφῆσαι. Ἤκουες ἀρτίως τοῦ εὐαγγελιστοῦ λέγοντος· Πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα ἦλθεν ὁ Ἰησοῦς εἰς Βηθανίαν, ὅπου ἦν Λάζαρος ὃν ἤγειρεν

 τριακοσίων διετιμήσατο δηναρίων· ἤδη συνέπεισα τὸν Ἰούδα τὸ μὲν μύρον τριακοσίων διατιμήσασθαι δηναρίων, τὸν δὲ δεσπότην τοῦ μύρου τριάκοντα ἀργυρίων

ἐχαρίσατο; Οὐ παραλύτοις κλινοβασταξίαν ἔδωκεν; Οὐ τὸν τεταρταῖον Λάζαρον ἄνωθεν πάλιν ἐξήγειρεν; ∆ιὰ τοῦτο βούλεσθε πάλιν τὸν Λάζαρον ἀποκτεῖναι. Οὐχ ὑμεῖς τὸν λίθον ἀπεκυλίσατε, καὶ τῇ ἀπιστίᾳ ὡς λίθοι σκληρύνεσθε; Οὐχ ὑμῖν ἐπέτρεψε λῦσαι τὰ νεκροτάφια, ἵνα μὴ ὡς ἐπὶ τοῦ ἐκ γεννητῆς τυφλοῦ ἄλλον ἐξ ἄλλου τοῦ τάφου παρεκπηδήσαντα ψευδολογήσητε; Ἀεὶ ὑμεῖς τοῖς καλοῖς βασκαίνετε, ὦ φαρισαῖοι, καὶ τῷ πλήθει πιστεύοντι ἐναντιοῦσθε. ∆ιὰ τοῦτο πάλιν τὸν Λάζαρον ἐβουλεύσασθε φονοκτονῆσαι, ἵνα τοῦ ὄχλου τὴν πίστιν θερίσητε. Κείσθω ὅτι φονεύετε τὸν Λάζαρον, οὐ δύναται πάλιν αὐτὸν ἀναστῆσαι; Ἴδωμεν τίς κοπωθήσεται, ἢ ὑμεῖς φονεύοντες ἢ αὐτὸς ἐγείρων. Ὑμεῖς κόπῳ φονεύετε, αὐτὸς λόγῳ ἀνίστησιν. Τίς μᾶλλον κοποῦται; Σφαλλόμεθα, ὦ φαρισαῖοι, ὅτι ὡς βασιλεῖ προσήλθαμεν τῷ κυρίῳ; Τὸν πῶλον θεωροῦντες μᾶλλον ἐνεδυναμώθημεν· διὸ καὶ βασιλέα κραταιὸν αὐτὸν γνωρίζομεν καὶ ἔχομεν τὴν γραφὴν παρὰ πόδας, ἵνα μάθητε συνετῶς ὅτι οὐχ ἡμεῖς σφαλλόμεθα, ἀλλὰ ὑμεῖς πλανᾶσθε. Ἔχετε τὸν προφήτην Ζαχαρίαν· ἀναπτύξατε τοῦτον, φοβήθητε αὐτοῦ τὸ δρέπανον τῆς ἐκδικήσεως. Οὐχὶ αὐτὸς ὁ προφήτης ἐκ πολλῶν τῶν χρόνων τὴν Ἰουδαίαν εὐαγγελιζόμενος κέκραγε λέγων· Χαῖρε σφόδρα, θύγατερ Σιών· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι πρᾶος καὶ ἥσυχος, καθήμενος ἐπὶ πῶλον ὄνου υἱὸν ὑποζυγίου; Μὴ σφαλλόμεθα τὴν γραφὴν ἀναγινώσκοντες καὶ τὸν βασιλέα γνωρίζοντες καὶ ἑαυτοὺς εὐεργετοῦντες καὶ τοὺς ἀμφιβάλλοντας ἐπιστρέφοντες; Τὸν προφήτην κατέχετε καὶ τὸν προφητευθέντα νοεῖν οὐ θέλετε; Ἀπόστητε τοιγαροῦν, ὦ φαρισαῖοι· ὅσον γὰρ ἐπιτρίβεσθε, τοσοῦτον μᾶλλον ἡμῶν τὸν ζῆλον διεγείρετε. ∆ιὸ οὐ παυόμεθα βοῶντες· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου. Γνωρίζομεν τὸ ὄνομα, ὦ φαρισαῖοι· τοῦτο τὸ ὄνομα τῆς Αἰγύπτου ἡμᾶς ἠλευθέρωσε καὶ τὴν θάλασσαν βατὴν πεποίηκε καὶ τὴν ἔρημον ἐπόλισε καὶ εἰς γῆν ῥέουσαν γάλα καὶ μέλι ᾤκισε καὶ τὸν προφήτην βοᾶν ἠρέθισεν· Γνώτωσαν ὅτι ὄνομά σοι κύριος, σὺ μόνος ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν. Καὶ ὅτι ὁ μὲν ὄχλος εὐπειθὴς ὑπῆρχεν, οἱ δὲ ἀρχιερεῖς ἀπειθεῖς, ἤκουες ἀρτίως τοῦ εὐαγγελιστοῦ λέγοντος· Συνεβουλεύσαντο δὲ οἱ ἀρχιερεῖς ἵνα καὶ τὸν Λάζαρον ἀπο κτείνωσιν, ὅτι πολλοὶ δι' αὐτὸν ὑπῆγον τῶν Ἰουδαίων καὶ ἐπίστευον εἰς τὸν Ἰησοῦν. Εἶδες τῶν ἀρχιερέων τὴν μανίαν; Ἵνα ἐκκόψωσι τοῦ πλήθους τὴν πίστιν, ἐζήτουν καὶ τὸν Λάζαρον ἀποκτεῖναι λέγοντες πρὸς ἑαυτούς· Ἐὰν τὸν Ἰησοῦν μόνον ἀποκτείνωμεν, καταλείψωμεν δὲ τὸν Λάζαρον ζῶντα, οὐδὲν ὠφελοῦμεν· τοῦτον ὁρῶντες εἰς ἐκεῖνον πιστεύσουσιν. Ὅπως οὖν μὴ καὶ μετὰ θάνατον πρόσκομμα ἡμῖν γένηται τοῦ πιστεύειν τινὰς εἰς τὸν Ἰησοῦν, ἀποκτείνωμεν τὸν Λάζαρον, ὅπως ἂν πάντῃ τὴν μνήμην αὐτοῦ ἐξαλείψωμεν. Ταῦτα δὲ ἔλεγον οἱ ἀρχιερεῖς ὡς ἄνθρωποι ματαιόφρονες, μὴ συνιέντες ὅτι ὁ κύριος, ὁ μέλλων τὸν ἑκούσιον θάνατον καταδέχεσθαι ὑπὲρ τῆς τοῦ κόσμου ἀθανασίας, οὐκ ἤμελλε τὸν Λάζαρον ἐν μνημείῳ καταλιμπάνειν. Ὅθεν στήσαντες τὸν σταυρὸν τὸν ἀκαταμάχητον, οὐ δύνανται τοῦ λοιποῦ τοῦτον πορθῆσαι οὔτε κρύψαι· διὰ πάσης γὰρ τῆς κτίσεως ἐνεργεῖ. Ποῖος γὰρ οἶκος ὁ μὴ ἔχων τὸν σταυρὸν θεμέλιον; Ποῖον πλοῖον τὸ μὴ πηδαλιουχούμενον ὑπὸ τοῦ σταυροῦ; Ποία πόλις ἡ μὴ ἔχουσα τὸν σταυρὸν φρούριον; Ποῖος βασιλεὺς ὁ μὴ ἀναδεσμούμενος τὸν σταυρόν; Ποία παρθένος ἡ μὴ ἔχουσα τὸν σταυρὸν βακτηρίαν; Ποία ἐκκλησία ἡ μὴ τῷ σταυρῷ τετειχισμένη; Ποία χήρα ἡ μὴ ἔχουσα βακτηρίαν τὸν σταυρόν; Ποῖος ὀρφανὸς ὁ μὴ ἔχων ἀρωγὸν τὸν σταυρόν; Σταυρὸς ἐν νυκτὶ φωτίζει, ἐν ἡμέρᾳ λαμπαδουχεῖ, χειμῶνας συμφορῶν παύει, ἔαρ καλεῖ, θέρος ἐπισπᾶται, συζυγίαν συσφίγγει, ὀρφανοὺς ἀνατρέφει, φιλίαν αὔξει, διὰ πάντων τῶν ἀγαθῶν ἐνεργεῖ. Τί οὖν ὁ εὐαγγελιστής; Καλὸν γὰρ καὶ τὴν κεφαλὴν τῆς