In ramos palmarum (homilia 3) (olim sub nomine Joannis Chrysostomi)

 πορφυροστρώτῳ βασιλικῷ· εὐτελεῖ πώλῳ ἐκαθέζετο, ἀλλοτρίῳ, μικρῷ, δώδεκα μαθητὰς μόνους ἐπαγόμενος. Πόθεν οὖν ὁ ὄχλος ἔγνω αὐτὸν βασιλέα τυγχάνειν, εἰ

 ἐχαρίσατο; Οὐ παραλύτοις κλινοβασταξίαν ἔδωκεν; Οὐ τὸν τεταρταῖον Λάζαρον ἄνωθεν πάλιν ἐξήγειρεν; ∆ιὰ τοῦτο βούλεσθε πάλιν τὸν Λάζαρον ἀποκτεῖναι. Οὐχ

 πάσης περικοπῆς διαψηλαφῆσαι. Ἤκουες ἀρτίως τοῦ εὐαγγελιστοῦ λέγοντος· Πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα ἦλθεν ὁ Ἰησοῦς εἰς Βηθανίαν, ὅπου ἦν Λάζαρος ὃν ἤγειρεν

 τριακοσίων διετιμήσατο δηναρίων· ἤδη συνέπεισα τὸν Ἰούδα τὸ μὲν μύρον τριακοσίων διατιμήσασθαι δηναρίων, τὸν δὲ δεσπότην τοῦ μύρου τριάκοντα ἀργυρίων

τριακοσίων διετιμήσατο δηναρίων· ἤδη συνέπεισα τὸν Ἰούδα τὸ μὲν μύρον τριακοσίων διατιμήσασθαι δηναρίων, τὸν δὲ δεσπότην τοῦ μύρου τριάκοντα ἀργυρίων πωλῆσαι. Σπουδῆς μοι χρεία· σταυρὸν κατασκευάσω· αὐτὸς τὸν Λάζαρον ἔλαβεν, ἐγὼ ὅλον αὐτὸν συγκαθελῶ, τοῖς νεκροῖς αὐτὸν συναριθμήσω, ἵνα μάθῃ κατὰ μείζονος μὴ στρατεύεσθαι. Αἱ δὲ κάτω δυνάμεις πρὸς αὐτόν· Ὅλον τὸν Ἰησοῦν ὧδε κατασπάσαι βούλει, καὶ νεκροῖς αὐτὸν συναριθμῆσαι βούλει; Βλέπε μὴ καθ' ἑαυτοῦ σκέπτῃ· ἔχεις αὐτοῦ πεῖραν, ἐπάλαισας αὐτῷ ἐν τῇ ἐρήμῳ· οὐχὶ τρίτον προσῆλθες καὶ τρισσῶς ἔπεσας; Εἰ ἀπὼν τοσαῦτα δύναται, ἐὰν κατέλθῃ, τί μέλλεις πράττειν; ∆ιὰ ταῦτα καὶ τὰ παραπλήσια τούτων ἐγείρει τὸν Λάζαρον ὁ κύριος, ἵνα τὸν διάβολον ἐρεθίσῃ σταυρὸν πελεκῆσαι, ἵνα γένηται ἡ κατάρα εὐλογία καὶ ὁ σταυρὸς πᾶσι βοηθός. Ἡ γὰρ τοῦ Λαζάρου ἀνάστασις τὸν μὲν διάβολον ἐδρίμυξεν , τοὺς δὲ φαρισαίους ἐκάπνισεν, τὴν δὲ Μάρθαν ἐπληροφόρησεν, τὴν δὲ Μαριὰμ ἐδόξασεν, τὴν δὲ ἀνάστασιν προηρραβωνίσατο, τοὺς δὲ μαθητὰς κραταιοτέρους ἀπέδειξεν. Ἔστι δὲ πάντως εἰπεῖν τινα· Καὶ πῶς ἡ ἀνάστασις τοῦ Λαζάρου τοὺς μαθητὰς κραταιοτέρους ἀπέδειξεν; Πῶς; Ἄκουε διὰ βραχέων. Ἴστε πάντες σαφῶς ὅτι πέραν τοῦ Ἰορδάνου τυγχάνοντος τοῦ κυρίου Λάζαρος ἀπέθανεν ἐν Βηθανίᾳ. Βουλόμενος τοίνυν ὁ κύριος τοὺς ἑαυτοῦ μαθητὰς πληροφορῆσαι πρὸ πάντων ὅτι οὐκ ἦν ἐν μέρει ἀλλὰ πανταχοῦ ὡς θεός, καὶ ὅτι οὐδὲν αὐτὸν λέληθε τῶν γινομένων, λέγει πρὸς τοὺς ἑαυτοῦ μαθητάς· Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται, ἀλλὰ πορεύομαι ἵνα ἐξυπνίσω αὐτόν. Οἱ δὲ ἀπόστολοι ἀνθρωπινώτερον ἀκούσαντες, τοῖς ῥήμασι καὶ οὐ τῇ δυνάμει προσεσχηκότες, φυσικώτερον ἀποκρίνονται πρὸς τὸν κύριον λέγοντες· Κύριε, εἰ κεκοίμηται, σωθήσεται. Ὅμως λέγε ἡμῖν, ἐπιστάτα· σὺ ἐνταῦθα πέραν τοῦ Ἰορδάνου, Λάζαρος ἐν Βηθανίᾳ, πῶς ἔγνως ὅτι κεκοίμηται; Ὁ δὲ Χριστὸς πρὸς αὐτούς· Εἶπον ὑμῖν ὅτι κεκοίμηται, καὶ χαίρω δι' ὑμᾶς, ἵνα γνῶτε ὅτι οὐκ ἤμην ἐκεῖ σώματι· κατανοήσατε τὴν ἀπερίγραπτον τῆς θεότητός μου δύναμιν, ὅτι καὶ ὧδε κἀκεῖ εἰμι καὶ πανταχοῦ. Ὅπως δὲ μὴ μόνον τῶν ῥημάτων ἀλλὰ καὶ τῶν πραγμάτων ἐπόπται γενήσεσθε, ἄγωμεν πρὸς αὐτόν. Ἐλθὼν τοίνυν ὁ Ἰησοῦς εἰς τὸ μνημεῖον ἐβόησεν· Λάζαρε, δεῦρο ἔξω, καὶ εὐθέως ἐξῆλθε γνωρίσας τοῦ δημιουργοῦ τὴν φωνήν. Ἐξῆλθεν ἔχων τὰς χεῖρας δεδεμένας καὶ τοὺς πόδας κειρίαις, καὶ ἡ ὄψις αὐτοῦ σουδαρίῳ περιεδέδετο. Ὢ τῆς ὑπερβολῆς τῶν θαυμάτων. Τί πλέον ἦν θαυμάσαι; Τὸν ἐγερθέντα ἐκ νεκρῶν, τὸν δεδεμένον τρέχοντα; Ἀλλ' ἵνα μὴ φαντασίαν τὸ πρᾶγμα νομίσωσιν οἱ ἄπιστοι Ἰουδαῖοι, οἰκείαις χερσὶ τοῦτον λῦσαι προσέταξεν αὐτοῖς εἰπών· Λύσατε αὐτὸν καὶ ἄφετε ὑπάγειν. Αὐτόν φησι μάρτυρα δέξασθε· αὐτὸς ὑμᾶς γνωρίσει τίς εἰμι, ὁ δεσπόζων οὐρανίων καὶ ἐπιγείων καὶ καταχθονίων. Αὐτῷ τῷ Χριστῷ ἡ δόξα σὺν τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.