Opusculum 1 († De custodia cordis)

 ἀγῶνα καὶ μελέτην Κυρίου καὶ πόνον νυκτὸς καὶ ἡμέρας ἔχειν ἡμᾶς χρὴ εἰς πᾶσαν ἐπιτήδευσιν ἐντολῆς, εἴτε εὐχομένων, εἴτε ἐσθιόντων, ἢ διακονούντων, ἢ π

 ἀμπέλου πᾶσα ἐπιμέλεια καὶ διὰ τὴν τῶν καρπῶν ἀπόλαυσιν γίνεται, καρπῶν δὲ μὴ εὑρισκομένων ἐν τῇ ἀμπέλῳ εἰκῆ καὶ μάτην πᾶσα ἐμπόνησις τῆς ἐργασίας γίν

 γὰρ ψυχὴ τοιαύτη ἐστίν· ἔχει βάθος τι καὶ μέλη πολλά· καὶ λοιπὸν ἡ ἁμαρτία ἐπεισελθοῦσα κατέχει αὐτῆς ὅλα τὰ μέλη, καὶ τὰ νοήματα τῆς καρδίας. Εἶτα ἐπ

 δένδρου εἰς κλάδους δύο, ἢ ἀπὸ πάσης τῆς πόλεως εἰς δύο γειτωνίας. Ἔτι δὲ τὰ πλείονα μέρη τῆς ψυχῆς κατέχεται ἀπὸ τῆς ἁμαρτίας· καὶ νομίζει ὅτι ὅλη δι

 Πατὴρ ὑμῶν ὁ οὐράνιος οἰκτίρμων ἐστί· καὶ πάλιν φησίν· Ἐὰν 34.837 ἀγαπᾶτέ με, τὰς ἐντολάς μου τηρήσετε. Καὶ πάλιν· Βιάζεσθε· βιασταὶ γὰρ ἁρπάζουσι τὴν

 λοιπὰς ἀρετὰς, ὁμοίως οὐ βιάζεται ἑαυτὸν, καὶ ἄγχει, ἐνίοτε γίνεται πρὸς αὐτὸν θεία χάρις αἰτοῦντος καὶ δεομένου· ἀγαθὸς γὰρ καὶ χρηστὸς ὁ Θεὸς, καὶ τ

ἀγῶνα καὶ μελέτην Κυρίου καὶ πόνον νυκτὸς καὶ ἡμέρας ἔχειν ἡμᾶς χρὴ εἰς πᾶσαν ἐπιτήδευσιν ἐντολῆς, εἴτε εὐχομένων, εἴτε ἐσθιόντων, ἢ διακονούντων, ἢ πινόντων, ἢ ἕτερόν τι ποιούντων, ἵνα πᾶν ὃ γίνεται ἀγαθὸν ἐπιτήδευμα εἰς δόξαν Θεοῦ γένηται. Ἁγιάζεται γὰρ καὶ ἡ τῶν ἐντολῶν πᾶσα ἀκολουθία· καὶ καθαρῶς ὑφ' ὑμῶν ἐπιτελεῖται, διὰ τῆς ἀδιαλείπτου μνήμης τοῦ Θεοῦ, καὶ φόβου καὶ ἀγάπης τῆς πρὸς Θεὸν, καὶ γινόμεθα ἐκτὸς ἀπὸ τοῦ μιαίνοντος τὰς ἐντολὰς τοῦ Θεοῦ.

Ηʹ. Καὶ γὰρ ὁ πατριάρχης Ἀβραὰμ ἐκ τῶν ἀκροθινίων τῷ ἱερεῖ τοῦ Θεοῦ Μελχισεδὲκ προσήνεγκε, καὶ οὕτως τὴν εὐλογίαν ἐδέξατο παρ' αὐτοῦ. Τί δ' ἄλλο διὰ τούτων αἰνίττεται τὸ Πνεῦμα, ἀλλ' ἢ ὑψηλοτέραν θεωρίαν ἐμφαίνων που, τὰ ἄκρα καὶ τὰ ὀστᾶ τοῦ ὅλου συγκρίματος τῆς φύσεως ἡμῶν; τουτέστιν, αὐτὸν τὸν νοῦν, αὐτὴν τὴν συνείδησιν, αὐτὴν τὴν διάθεσιν, αὐτὸν τὸν λογισμὸν, αὐτὴν τῆς ψυχῆς τὴν ἀγαπητικὴν δύναμιν, τὴν ἀπαρχὴν τοῦ ὅλου ἡμῶν ἀνθρώπου τῷ Θεῷ πρότερον κομίζειν δεῖν πάντοτε, τὴν τῆς καρδίας ἱερὰν θυσίαν· τὰ ἀκροθίνια, καὶ τὰ ἄκρα τῶν ἀγαθῶν λογισμῶν εἰς τὴν αὐτὴν μνήμην καὶ μελέτην διὰ παντὸς ἀπασχολοῦντος. Καὶ οὕτως δυνάμεθα ὁσημέραι τὴν αὔξησιν καὶ προκοπὴν λαμβάνειν βοηθούμενοι ὑπὸ τῆς θείας χάριτος, καὶ τὸ φορτίον τῆς δικαιοσύνης τῶν ἐντολῶν, ἐλαφρὸν ἡμῖν καταφανήσεται, καθαρῶς καὶ ἀμώμως ταύτας ἐπιτελοῦντες, συνεργούμενοι ὑπ' αὐτοῦ τοῦ Κυρίου διὰ τῆς πρὸς αὐτὸν ἡμῶν πίστεως.

Περὶ δὲ τῆς φαινομένης ἀσκήσεως, καὶ ποῖον ἀγαθὸν ἐπιτήδευμα μεῖζον καὶ πρῶτον τυγχάνει, τοῦτο γινώσκετε, ἀγαπητοὶ, ὅτι ἀλλήλων πᾶσαι αἱ ἀρεταὶ κρέμανται, καὶ ἀλλήλων συνδέδενται, καὶ ὥσπερ ἱερά τις πνευματικὴ ἅλυσις, μία ἀπὸ μιᾶς ἤρτηται· ἡ εὐχὴ ἀπὸ τῆς ἀγάπης, ἡ ἀγάπη ἀπὸ τῆς χαρᾶς, ἡ χαρὰ ἀπὸ τῆς πραότητος, ἡ πραότης ἀπὸ τῆς ταπεινώσεως, ἡ ταπείνωσις ἀπὸ τῆς διακονίας, ἡ διακονία ἀπὸ τῆς ἐλπίδος, ἡ ἐλπὶς ἀπὸ τῆς πίστεως, ἡ πίστις ἀπὸ τῆς ὑπακοῆς, ἡ 34.828 ἡ ὑπακοὴ ἀπὸ τῆς ἁπλότητος. Ὥσπερ καὶ τὸ ἐναντίον, ἐφ' ἑνὸς τὰ κακὰ ἐκδίδονται· τὸ μῖσος ἀπὸ τοῦ θυμοῦ, ὁ θυμὸς ἀπὸ ὑπερηφανίας, ἡ ὑπερηφανία ἀπὸ τῆς κενοδοξίας, ἡ κενοδοξία ἀπὸ τῆς ἀπιστίας, ἡ ἀπιστία ἀπὸ τῆς σκληροκαρδίας, ἡ σκληροκαρδία ἀπὸ τῆς ἀμελείας, ἡ ἀμέλεια ἀπὸ τῆς χαυνώσεως, ἡ χαύνωσις ἀπὸ τῆς ὀλιγωρίας, ἡ ὀλιγωρία ἀπὸ τῆς ἀκηδίας, ἡ ἀκηδία ἀπὸ τῆς μικροψυχίας, ἡ μικροψυχία ἀπὸ τῆς φιληδονίας, καὶ τὰ λοιπὰ μέρη τῆς κακίας ἀλλήλων εἰσὶν ἐκκρεμάμενα. Οὕτως ἐν τῷ ἀγαθῷ μέρει αἱ ἀρεταί εἰσιν ἀπηρτημέναι. Κεφαλὴ δὲ πάσης ἀρετῆς καὶ κορυφὴ τῶν κατορθωμάτων ἐστὶν ἡ προσευχῆς προσκαρτέρησις, δι' ἧς καὶ τὰς λοιπὰς ἀρετὰς διὰ τῆς παρὰ Θεοῦ αἰτήσεως ὁσημέραι κτᾶσθαι δυνάμεθα.

Θʹ. Ἐὰν μὴ ἡ ταπεινοφροσύνη, καὶ ἡ ἁπλότης, καὶ ἡ ἀγαθότης, κατακοσμήσῃ ἡμᾶς, τὸ σχῆμα τῆς εὐχῆς ἡμᾶς οὐδὲν ὠφελήσει. Οὐ μόνον δὲ περὶ τῆς εὐχῆς λέγομεν, ἀλλὰ καὶ περὶ παντὸς καμάτου, ἢ πόνου, ἢ παρθενίας, ἢ εὐχῆς, ἢ οἱουδήποτε καμάτου καὶ ἐργασίας ἀρετῆς ἕνεκεν ἐπιτελουμένου· ἐὰν μὴ τοὺς καρποὺς τῆς ἀγάπης καὶ εἰρήνης καὶ χαρᾶς καὶ πραότητος καὶ ταπεινότητος, ἁπλότητός τε καὶ ἀφελότητος, πίστεως καὶ μακροθυμίας, ἀφθόνως ἐν ἑαυτοῖς εὑρίσκομεν, εἰκῆ καὶ μάτην οἱ κάματοι ἡμῶν γεγόνασι· ἡ πᾶσα γὰρ ἐκείνη ἐργασία, καὶ οἱ κάματοι διὰ τοὺς καρποὺς γίνεσθαι ὀφείλουσι. Τῶν δὲ καρπῶν τῆς ἀγάπης καὶ εἰρήνης μὴ εὑρισκομένων ἐν ἡμῖν, εἰκῆ καὶ μάτην ἡ ὅλη ἐργασία γίνεται. Οἱ γὰρ χωρὶς τούτων ἐργαζόμενοι κατὰ τὰς πέντε μωρὰς παρθένους ἐν ἡμέρᾳ κρίσεως ἀποδείκνυνται, αἵτινες διὰ τὸ μὴ ἐντεῦθεν ἀποκομίσασθαι ἐν τοῖς τῆς καρδίας ἀγγείοις τὸ πνευματικὸν ἔλαιον, ὅπερ ἐστὶ τῶν προειρημένων ἀρετῶν, μωραὶ ὠνομάσθησαν, καὶ τοῦ πνευματικοῦ τῆς βασιλείας νυμφῶνος ἀπεκλείσθησαν. Καὶ ὁ τῆς παρθενίας κάματος διὰ τῶν ἀρετῶν ἔλλειψιν καὶ στέρησιν τῆς ἐναργοῦς ἐνοικήσεως τοῦ Πνεύματος, εἰς οὐδὲν ἐλογίσθη. Ὥσπερ γὰρ ἐν τῇ γεωργίᾳ τῆς