Opusculum 1 († De custodia cordis)

 ἀγῶνα καὶ μελέτην Κυρίου καὶ πόνον νυκτὸς καὶ ἡμέρας ἔχειν ἡμᾶς χρὴ εἰς πᾶσαν ἐπιτήδευσιν ἐντολῆς, εἴτε εὐχομένων, εἴτε ἐσθιόντων, ἢ διακονούντων, ἢ π

 ἀμπέλου πᾶσα ἐπιμέλεια καὶ διὰ τὴν τῶν καρπῶν ἀπόλαυσιν γίνεται, καρπῶν δὲ μὴ εὑρισκομένων ἐν τῇ ἀμπέλῳ εἰκῆ καὶ μάτην πᾶσα ἐμπόνησις τῆς ἐργασίας γίν

 γὰρ ψυχὴ τοιαύτη ἐστίν· ἔχει βάθος τι καὶ μέλη πολλά· καὶ λοιπὸν ἡ ἁμαρτία ἐπεισελθοῦσα κατέχει αὐτῆς ὅλα τὰ μέλη, καὶ τὰ νοήματα τῆς καρδίας. Εἶτα ἐπ

 δένδρου εἰς κλάδους δύο, ἢ ἀπὸ πάσης τῆς πόλεως εἰς δύο γειτωνίας. Ἔτι δὲ τὰ πλείονα μέρη τῆς ψυχῆς κατέχεται ἀπὸ τῆς ἁμαρτίας· καὶ νομίζει ὅτι ὅλη δι

 Πατὴρ ὑμῶν ὁ οὐράνιος οἰκτίρμων ἐστί· καὶ πάλιν φησίν· Ἐὰν 34.837 ἀγαπᾶτέ με, τὰς ἐντολάς μου τηρήσετε. Καὶ πάλιν· Βιάζεσθε· βιασταὶ γὰρ ἁρπάζουσι τὴν

 λοιπὰς ἀρετὰς, ὁμοίως οὐ βιάζεται ἑαυτὸν, καὶ ἄγχει, ἐνίοτε γίνεται πρὸς αὐτὸν θεία χάρις αἰτοῦντος καὶ δεομένου· ἀγαθὸς γὰρ καὶ χρηστὸς ὁ Θεὸς, καὶ τ

λοιπὰς ἀρετὰς, ὁμοίως οὐ βιάζεται ἑαυτὸν, καὶ ἄγχει, ἐνίοτε γίνεται πρὸς αὐτὸν θεία χάρις αἰτοῦντος καὶ δεομένου· ἀγαθὸς γὰρ καὶ χρηστὸς ὁ Θεὸς, καὶ τοῖς αἰτοῦσιν αὐτὸν δίδωσι τὰ αἰτήματα· μὴ προευτρεπίσας δὲ ἑαυτὸν, καὶ μὴ ἐθίσας εἰς τὰς προειρημένας ἀρετὰς, ἢ ἀπόλλει τὴν χάριν, ἢ λαμβάνει καὶ πίπτει, ἢ οὐ προκόπτει ὑψηλοφρονήσας· ἐπειδὴ ταῖς ἐντολαῖς τοῦ Κυρίου ἑαυτὸν ἐκ προαιρέσεως οὐ δίδωσι. Τὸ γὰρ κατοικητήριον ἢ ἀνάπαυσις τοῦ Πνεύματος, ἡ ταπεινοφροσύνη ἐστὶ, καὶ ἡ ἀγάπη, καὶ ἡ πραότης, καὶ αἱ λοιπαὶ τοῦ Κυρίου ἐντολαί. Ὀφείλουσιν οὖν βουλόμενοι ἐξ ἀληθείας εὐαρεστῆσαι τῷ Θεῷ, καὶ δέξασθαι παρ' αὐτοῦ τὴν ἐπουράνιον χάριν, καὶ αὐξῆσαι καὶ τελειῶσαι ἐν τῷ ἁγίῳ Πνεύματι καὶ βιάζεσθαι πρῶτον ἑαυτὸν φυλάσσειν πάσας τὰς ἀρετὰς, καὶ μὴ θελούσης τῆς καρδίας, κατὰ τὸ εἰρημένον· ∆ιὰ τοῦτο πρὸς πάσας τὰς ἐντολάς σου κατωρθούμην. Ὡς γάρ τις εἰς τὴν καρτέρησιν τῆς εὐχῆς βιάζεται ἑαυτὸν καὶ ἄγχει ἕως οὗ κατορθώσῃ τοῦτο· ὁμοίως εἰς πάντα τὰ τῆς ἀρετῆς ἐπιτηδεύματα βιάζεται ἑαυτὸν καὶ ἄγχει, καὶ ἐθίζει ἕθος ἀγαθόν· καὶ οὕτως αἰτούμενος καὶ δεόμενος τοῦ Κυρίου διαπαντὸς, καὶ τυχὼν τῆς αἰτήσεως, αὔξει καὶ θαλεῖ ἐν αὐτῷ τὸ χάρισμα τοῦ Πνεύματος, τὸ χάρισμα τὸ χαρισθὲν αὐτῷ ἐναπαυόμενον ἐν τῇ ταπεινοφροσύνῃ αὐτοῦ, καὶ ἐν ταῖς λοιπαῖς ἀρεταῖς, καὶ διδάσκει αὐτὸν ἀληθινὴν ἀγάπην, ἀληθινὴν πραότητα, ἣν προεβιάσατο καὶ ἐζήτησε· καὶ οὕτως αὐξήσας καὶ τελειωθεὶς ἐν Θεῷ κληρονόμος τῆς βασιλείας τῶν οὐρανῶν ἀξιοῦται. Ὁ γὰρ ταπεινὸς οὐδέποτε πίπτει. Ποῦ γὰρ πεσεῖν ἔχει ὑποκάτω πάντων ὤν; μεγάλη ὕψωσις ἡ ταπείνωσις· καὶ τιμιότης, καὶ ἀξίωμα ἡ ταπεινοφροσύνη. Ἐθίσωμεν οὖν καὶ ἡμεῖς αὑτοὺς, καὶ ἄγξωμεν εἰς τὴν ταπεινοφροσύνην, καὶ μὴ θελού34.841 σης τῆς καρδίας ἡμῶν, δεόμενοι καὶ παρακαλοῦντες τὸν Θεὸν ἐν πίστει καὶ ἐλπίδι καὶ ἀγάπῃ ἀδιαλείπτως ἐν τῇ προσδοκίᾳ ταύτῃ, ἵνα ἀποστείλῃ τὸ Πνεῦμα αὐτοῦ εἰς τὰς καρδίας ἡμῶν· ἵνα εὐξώμεθα καὶ προσκυνήσωμεν ἐν Πνεύματι τῷ Πατρί· καὶ αὐτὸ τὸ Πνεῦμα εὔξηται ἐν ἡμῖν· ἵνα αὐτὸ τὸ Πνεῦμα διδάξῃ ἡμᾶς εὐχὴν ἀληθινὴν, ταπεινοφροσύνην, πραότητα, ἀγάπην, ἃ νῦν μετὰ βίας οὐ δυνάμεθα ποιεῖν, σπλάγχνα οἰκτιρμῶν, χρηστότητα, καὶ πάσας τὰς ἐντολὰς τοῦ Κυρίου διδάξῃ ἡμᾶς ποιῆσαι ἐξ ἀληθείας, ἀπόνως καὶ ἀβιάστως· ὡς αὐτὸ τὸ Πνεῦμα οἶδε πληροῦν ἡμᾶς τοῖς καρποῖς αὐτοῦ· καὶ οὕτως τῶν ἐντολῶν τοῦ Κυρίου πληρωθεισῶν ἐφ' ἡμῖν διὰ τοῦ Πνεύματος αὐτοῦ, τοῦ μόνου γινώσκοντος τὸ θέλημα τοῦ Χριστοῦ, καὶ καθαρίζοντος ἡμᾶς ἀπὸ τοῦ σπίλου τῆς ἁμαρτίας, ὥσπερ νύμφας καλὰς καθαρὰς καὶ ἀμώμους παραστήσῃ τῷ Χριστῷ, ἀναπαυομένων ἡμῶν ἐν Θεῷ, καὶ ἀναπαυομένου τοῦ Χριστοῦ ἐν ἡμῖν εἰς τοὺς ἀπεράντους αἰῶνας. ∆όξα τοῖς οἰκτιρμοῖς αὐτοῦ, καὶ τῷ ἐλέει, καὶ τῇ ἀγάπῃ αὐτοῦ, ὅτι εἰς τοσαύτην τιμὴν κατηξίωσε τὸ ἀνθρώπινον γένος, ἰδίους ἀδελφοὺς καὶ υἱοὺς Πατρὸς ἐπουρανίου καταξιῶν καὶ προσαγορεύων. ∆όξα τῷ Πατρὶ, καὶ τῷ Υἱῷ, καὶ τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.