Opusculum 1 († De custodia cordis)

 ἀγῶνα καὶ μελέτην Κυρίου καὶ πόνον νυκτὸς καὶ ἡμέρας ἔχειν ἡμᾶς χρὴ εἰς πᾶσαν ἐπιτήδευσιν ἐντολῆς, εἴτε εὐχομένων, εἴτε ἐσθιόντων, ἢ διακονούντων, ἢ π

 ἀμπέλου πᾶσα ἐπιμέλεια καὶ διὰ τὴν τῶν καρπῶν ἀπόλαυσιν γίνεται, καρπῶν δὲ μὴ εὑρισκομένων ἐν τῇ ἀμπέλῳ εἰκῆ καὶ μάτην πᾶσα ἐμπόνησις τῆς ἐργασίας γίν

 γὰρ ψυχὴ τοιαύτη ἐστίν· ἔχει βάθος τι καὶ μέλη πολλά· καὶ λοιπὸν ἡ ἁμαρτία ἐπεισελθοῦσα κατέχει αὐτῆς ὅλα τὰ μέλη, καὶ τὰ νοήματα τῆς καρδίας. Εἶτα ἐπ

 δένδρου εἰς κλάδους δύο, ἢ ἀπὸ πάσης τῆς πόλεως εἰς δύο γειτωνίας. Ἔτι δὲ τὰ πλείονα μέρη τῆς ψυχῆς κατέχεται ἀπὸ τῆς ἁμαρτίας· καὶ νομίζει ὅτι ὅλη δι

 Πατὴρ ὑμῶν ὁ οὐράνιος οἰκτίρμων ἐστί· καὶ πάλιν φησίν· Ἐὰν 34.837 ἀγαπᾶτέ με, τὰς ἐντολάς μου τηρήσετε. Καὶ πάλιν· Βιάζεσθε· βιασταὶ γὰρ ἁρπάζουσι τὴν

 λοιπὰς ἀρετὰς, ὁμοίως οὐ βιάζεται ἑαυτὸν, καὶ ἄγχει, ἐνίοτε γίνεται πρὸς αὐτὸν θεία χάρις αἰτοῦντος καὶ δεομένου· ἀγαθὸς γὰρ καὶ χρηστὸς ὁ Θεὸς, καὶ τ

ἀμπέλου πᾶσα ἐπιμέλεια καὶ διὰ τὴν τῶν καρπῶν ἀπόλαυσιν γίνεται, καρπῶν δὲ μὴ εὑρισκομένων ἐν τῇ ἀμπέλῳ εἰκῆ καὶ μάτην πᾶσα ἐμπόνησις τῆς ἐργασίας γίνεται· οὕτως ἐὰν μὴ διὰ τῆς ἐνεργείας τοῦ Πνεύματος καρποὺς ἀγάπης καὶ εἰρήνης καὶ χαρᾶς καὶ ταπεινώσεως, καὶ τῶν λοιπῶν παρὰ τῷ Ἀποστόλῳ ῥηθέντων ἐν πάσῃ πληροφορίᾳ καὶ αἰσθήσει πνευματικῇ ἐν ἑαυτοῖς ἐπιγνῶμεν, εἰκῆ ὁ τῆς παρθενίας κάματος, καὶ εὐχῆς, καὶ ψαλμωδίας, νηστείας τε καὶ ἀγρυπνίας ὁ πόνος εἰς οὐδὲν ἀποδείκνυται. Οὗτοι γὰρ οἱ πόνοι ψυχῆς καὶ σώματος ἐπ' ἐλπίδι πνευματικῶν καρπῶν ἐπιτελεῖσθαι ὀφείλουσιν· ἡ δὲ τοῦ Πνεύματος ἐν ταῖς ἀρεταῖς καρποφορία ἀπόλαυσίς ἐστι πνευματικὴ ἐν ἡδονῇ ἀφθάρτῳ, ἐν καρδίαις πισταῖς, ὑπὸ τοῦ Πνεύματος ἐνεργουμέναις· ἐν πολλῇ γὰρ διακρίσει συνέσεως ἡ ἐργασία καὶ πόνος καὶ κάματοι τῆς φύσεως ἡγείσθωσαν διὰ πίστεως καὶ ἐλπίδος ἀπὸ τοῦ ἁγίου Πνεύματος τοῖς ἀξίοις ἐνεργούμενοι. Καλόν ἐστιν ἡ νηστεία, ἡ ἀγρυπνία, ἡ ξενιτεία· ἀλλὰ ταῦτα ἀκμὴ πολιτείας 34.829 ἐστὶν ἀγαθῆς· πλὴν ἡ τάξις τῶν Χριστιανῶν ἐσωτέρα ἐστὶ τούτων, καὶ οὐκ ὀφείλει τις ἐπὶ τούτοις τὴν πεποίθησιν ἔχειν καὶ μόνοις. Συμβαίνει δὲ ὅτι εἰσί τινες χάριτος μέτοχοι· καὶ ἡ κακία ἔτι οὖσα τεχνάζεται, καὶ παραχωρεῖ ἑκοῦσα, καὶ οὐκ ἐνεργεῖ, ἀλλὰ ποιεῖ νομίσαι τὸν ἄνθρωπον, ὅτι ἐκαθαρίσθη ὁ νοῦς αὐτοῦ· καὶ λοιπὸν φέρει αὐτὴν οἴησιν, ὅτι Χριστιανός εἰμι τέλειος, καὶ μετὰ ταῦτα, ὅταν νομίσῃ ὁ ἄνθρωπος, ὅτι Ἐλεύθερός εἰμι, καὶ ἀμεριμνεῖ, τότε λῃστρικῷ τρόπῳ ἔρχεται αὐτῷ ἡ κακία ἔγκρυμμα ποιοῦσα, καὶ πειράζει αὐτὸν, καὶ καταφέρει αὐτὸν εἰς τὰ κατώτατα τῆς γῆς. Εἰ γὰρ ἄνθρωποι πολλάκις λῃσταὶ ὄντες ἢ στρατιῶται κατὰ πολεμίων οἴδασι τεχνάζεσθαι, καὶ ὑποκαθέζονται, καὶ ποιοῦσιν ἔγκρυμμα, καὶ λαμβάνουσι τὰ νῶτα τῶν ἐχθρῶν, καὶ περικυκλοῦσιν αὐτοὺς ἀθρόως, καὶ ἀποκτείνουσι· πολλῷ μᾶλλον ἡ κακία οὖσα τοσούτων χιλιάδων τοῦτο τὸ ἔργον ἔχουσα, τόσας ἀπολέσασα ψυχὰς, οἶδεν οὖν ἔγκρυμμα ποιεῖν ἐν τῇ καρδίᾳ, κατὰ καιροὺς μὴ ἐνεργεῖν, ἵνα ἐνέγκῃ τὴν ψυχὴν εἰς οἴησιν τελειότητος;

Ιʹ. Ὁ θεμέλιος τοῦ Χριστιανισμοῦ οὗτός ἐστιν, ἵνα ἂν ποιήσῃ ὁ ἄνθρωπος δικαιοσύνας, μὴ ἐπαναπαύῃ ἐν αὐταῖς, καὶ ἔχῃ ἑαυτὸν μέγαν, ἀλλ' ᾖ πτωχὸς τῷ πνεύματι· καὶ ἐὰν γένηται μέτοχος χάριτος, μὴ νομίσῃ ἑαυτὸν κατειληφέναι τι, καὶ οἰηθῇ εἶναί τις, καὶ ἄρξηται διδάσκειν· ἀλλ' ἵνα ὢν καλῆς ξενιτείας καὶ πολιτείας, νηστεύων πολὺ, ξενιτεύων, εὐχόμενος, μετέχων χάριτος, μὴ ἡγήσηται τὴν ψυχὴν αὐτοῦ τιμίαν· ἀλλὰ τότε μάλιστα, ὅταν ἀρχὴ χάριτος γένηται, ἵνα ἔχῃ τὸν πόνον, τὴν δίψαν, ἵνα μὴ κεκορεσμένος ἔχῃ ἑαυτὸν δίκαιον ἢ πλούσιον ἐν χάριτι· ἀλλ' ᾖ πενθῶν καὶ δακρύων. Καὶ ὃν τρόπον ἐὰν ᾖ μήτηρ, καὶ ἔχῃ υἱὸν μονογενῆ καὶ παιδεύσῃ αὐτὸν, καὶ ὅταν γένηται ἀνὴρ, συμβῇ αὐτῷ ἀποθανεῖν· καὶ λοιπὸν ὅσοι ἂν ὦσι παραμυθούμενοι τὴν μητέρα, μᾶλλον ἐπεγείρουσιν αὐτῇ τὸ πένθος, καὶ ἀπαραμύθητός ἐστιν· οὕτω χρὴ κλαίειν τὸν Χριστιανὸν τὴν πτῶσιν αὐτοῦ, καὶ ἀδιαλείπτως δακρύειν· πρὸ πάντων δὲ ἔχειν συντετριμμένην τὴν καρδίαν.

ΙΑʹ. Ὥσπερ εἰ οἶκος βασιλέως ἔχων διαίτας πολλὰς καὶ αὐλὰς διαφόρους, καὶ πρόθυρα πολλὰ, καὶ ἐσωτέρους οἴκους, ἔνθα μένει ὁ βασιλεὺς, καὶ ἡ πορφύρα, καὶ οἱ θησαυροὶ ἀπόκεινται· λοιπὸν ὁ εἰσερχόμενος εἰς τὰς ἐξωτέρας αὐλὰς μὴ νομίσῃ, ὅτι ἤδη εἰς τοὺς ἐσωτέρους οἴκους ἦλθεν, ὅπου ἡ δόξα τοῦ βασιλέως, καὶ ἡ πορφύρα, καὶ οἱ θησαυροί· οὕτως εἰς τὸ πνευματικὸν, οἱ νηστεύοντες, οἱ ἀγρυπνοῦντες, οἱ ψάλλοντες καὶ εὐχόμενοι, μὴ νομίσωσιν, ὅτι εἰσῆλθον εἰς τὴν κατάπαυσιν, ὡς δὲ ἀκμὴν εἰς τὰ πρόθυρα καὶ εἰς τὰς αὐλὰς εἰσέρχονται, οὐχ ὅπου ἡ πορφύρα, καὶ οἱ θησαυροί. Οὐκ ὀφείλουσιν οὖν ἀδελφοὶ τῇ ἔξω πολιτείᾳ θαῤῥεῖν, καὶ λέγειν, ὅτι Εἰμί τις· εἰ δὲ καὶ χάριτος μέτοχος γένηται, οἰηθῆναι ὡς καταλαβὼν, ἢ γενόμενος ἐγγύτατος τοῦ βασιλέως· ἀκμὴν γὰρ εἰς τοὺς ἐξωτέρους οἴκους διατρίβει. Οὐκ ὀφείλει ἐρευ34.832 νᾷν ἕκαστον, εἰ εὗρεν ἐν τῷ ὀστρακίνῳ σκεύει τὸν θησαυρὸν, ἢ ἐνεδύσατο τὴν πορφύραν τοῦ Πνεύματος, ἢ εὗρε τὸν βασιλέα, καὶ ἀνεπαύσατο, Ἡ