Opusculum 1 († De custodia cordis)

 ἀγῶνα καὶ μελέτην Κυρίου καὶ πόνον νυκτὸς καὶ ἡμέρας ἔχειν ἡμᾶς χρὴ εἰς πᾶσαν ἐπιτήδευσιν ἐντολῆς, εἴτε εὐχομένων, εἴτε ἐσθιόντων, ἢ διακονούντων, ἢ π

 ἀμπέλου πᾶσα ἐπιμέλεια καὶ διὰ τὴν τῶν καρπῶν ἀπόλαυσιν γίνεται, καρπῶν δὲ μὴ εὑρισκομένων ἐν τῇ ἀμπέλῳ εἰκῆ καὶ μάτην πᾶσα ἐμπόνησις τῆς ἐργασίας γίν

 γὰρ ψυχὴ τοιαύτη ἐστίν· ἔχει βάθος τι καὶ μέλη πολλά· καὶ λοιπὸν ἡ ἁμαρτία ἐπεισελθοῦσα κατέχει αὐτῆς ὅλα τὰ μέλη, καὶ τὰ νοήματα τῆς καρδίας. Εἶτα ἐπ

 δένδρου εἰς κλάδους δύο, ἢ ἀπὸ πάσης τῆς πόλεως εἰς δύο γειτωνίας. Ἔτι δὲ τὰ πλείονα μέρη τῆς ψυχῆς κατέχεται ἀπὸ τῆς ἁμαρτίας· καὶ νομίζει ὅτι ὅλη δι

 Πατὴρ ὑμῶν ὁ οὐράνιος οἰκτίρμων ἐστί· καὶ πάλιν φησίν· Ἐὰν 34.837 ἀγαπᾶτέ με, τὰς ἐντολάς μου τηρήσετε. Καὶ πάλιν· Βιάζεσθε· βιασταὶ γὰρ ἁρπάζουσι τὴν

 λοιπὰς ἀρετὰς, ὁμοίως οὐ βιάζεται ἑαυτὸν, καὶ ἄγχει, ἐνίοτε γίνεται πρὸς αὐτὸν θεία χάρις αἰτοῦντος καὶ δεομένου· ἀγαθὸς γὰρ καὶ χρηστὸς ὁ Θεὸς, καὶ τ

δένδρου εἰς κλάδους δύο, ἢ ἀπὸ πάσης τῆς πόλεως εἰς δύο γειτωνίας. Ἔτι δὲ τὰ πλείονα μέρη τῆς ψυχῆς κατέχεται ἀπὸ τῆς ἁμαρτίας· καὶ νομίζει ὅτι ὅλη δι' ὅλου, τοῦ ἀγαθοῦ μέρους καὶ τῆς χάριτος καὶ τῆς λαμπρότητος γέγονε· πρὸς λόγον πέντε λίτρας χρυσίου κτησάμενος, δοκεῖ αὐτῷ ὅτι ἑκατὸν λίτρας ἐκτήσατο· μὴ τὸ ἔμβρυον ἐν τῇ μήτρᾳ ἤδη γέγονεν ἄνθρωπος; ἢ ὅτι θεὶς ἕνα λίθον τοῦ θεμελίου, ἤδη ἐτελείωσε τὸ οἰκοδόμημα; ἢ ὁ σπόρος ὁ χωσθεὶς ἐπὶ τῆς γῆς, ἤδη ἐγένετο στάχυς; μὴ ὁ πραγματευόμενος ἅμα τοῦ ἄρξασθαι τῆς πραγματείας, ἤδη ἐπλήρωσε τὴν ἀποθήκην; καὶ ὁ μετέχων χάριτος μικρᾶς, παρὰ τοῦτο γέγονε Χριστιανός; ἀκμὴν οἱ πρῶτοι καὶ οἱ μεγάλοι οὕτως εἰσὶ πρὸς τελειότητα, ὡς ὁ ὀφφικιάλιος πρὸς ἡγεμόνα· ἢ ὡς ῥύαξ μικρὸς πρὸς Εὐφράτην ποταμόν. Ὁ ἔχων πρόθεσιν ἀπελθεῖν εἰς πόλιν μακρὰν τριάκοντα μονῶν, δύο ἢ τρεῖς ἐὰν ἀπέλθῃ, μὴ νομίσῃ ὅτι εἰσῆλθεν εἰς τὴν πόλιν· ἐπειδὴ οὖν ἡ ἐναντία δύναμις προτρεπτική ἐστιν, οὐκ ἀναγκαστική· καὶ θεία χάρις προτρεπτική ἐστι διὰ τὸ αὐτεξούσιον καὶ λιτὸν τῆς φύσεως, λοιπὸν ἐὰν ποιήσῃ κακὰ ὁ ἄνθρωπος προτρεπόμενος ὑπὸ τοῦ Σατανᾶ, οὐ κρίνεται ἀντ' αὐτοῦ ὁ Σατανᾶς· ἀλλ' αὐτὸς ὁ ἅνθρωπος τιμωρεῖται καὶ κολάζεται, ὡς ὑπήκοος γεγονὼς τῆς κακίας ἰδίῳ θελήματι. Ὁμοίως καὶ ἐὰν τραπῇ ὁ ἄνθρωπος εἰς τὸ ἀγαθὸν, καὶ περιγένοιτο χάρις Θεοῦ, οὐκ ἐπιγράφει τὸ ἀγαθὸν ἑαυτῇ ἡ χάρις, ἀλλ' ἀποδίδωσι τῷ ἀνθρώπῳ καὶ δοξάζει αὐτόν· ἐπειδὴ ἑαυτῷ ἐγίνετο ὁ ἄνθρωπος αἴτιος 34.836 τοῦ ἀγαθοῦ· αὐτῆς γάρ ἐστι τῆς φύσεως οὗτος· καὶ οὐχ οἷον ἐρχομένη ἡ χάρις πρὸς αὐτὸν ἀναγκαστικῇ δυνάμει δεσμεῖ αὐτοῦ τὸ θέλημα, καὶ λοιπὸν ἑκόντα καὶ ἄκοντα ποιεῖ αὐτὸν ἄτρεπτον ἀγαθοῦ, ἀλλὰ παραχωρεῖ τῷ αὐτεξουσίῳ καὶ συνοῦσα ἡ θεία δύναμις, ἵνα ἀποδειχθῇ τὸ θέλημα τοῦ ἀνθρώπου, εἰ τιμᾷ τὴν ψυχὴν ἢ οὐ τιμᾷ· εἰ συμφωνεῖ ἢ οὐ συμφωνεῖ· πολλοὶ γὰρ ἐτίμησαν καὶ συνεφώνησαν. Ἄλλοι δὲ ἐξετράπησαν. Λέγει γὰρ ὁ Ἀπόστολος, Ἐναρξάμενοι πνεύματι· νῦν σαρκὶ ἐπιτελεῖτε· τῇ γὰρ φύσει νόμος οὐ κεῖται, ἀλλὰ τῇ αὐτεξουσίῳ προαιρέσει δυναμένῃ τραπῆναι ἐπὶ τὸ ἀγαθὸν καὶ τὸ κακόν. ∆ιὸ λέγει ὁ Κύριος· Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, καὶ ἠθέλησα εἰ ἤδη ἀνήφθη. Θέλει ὁ Κύριος ἀναφθῆναι τὸ οὐράνιον πῦρ εἰς τὰς καρδίας τῶν ἀνθρώπων, καὶ οἱ μὲν θέλουσιν, οἱ δὲ οὐ θέλουσιν· ὁμοίως πάλιν λέγει· Ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν ὑμᾶς, ὡς ὄρνις τὰ ἑαυτῆς νοσσία, καὶ οὐκ ἠθελήσατε; ὁρᾷς ὅτι ὁ Κύριος θέλει· καὶ αὖ οἱ ἄνθρωποι οὐ θέλουσι προσεγγίσαι τῷ Κυρίῳ, καὶ εὑρεῖν ἔλεος.

ΙΓʹ. Ὁ βουλόμενος προσελθεῖν τῷ Κυρίῳ, καὶ ζωῆς αἰωνίου καταξιωθῆναι, καὶ κατοικητήριον Θεοῦ γενέσθαι, καὶ Πνεύματος ἁγίου καταξιωθῆναι, ἵνα τοὺς καρποὺς αὐτοῦ κατὰ τὰς ἐντολὰς τοῦ Κυρίου δυνηθῇ ἀμώμως καὶ καθαρῶς ποιεῖν, οὕτως ὀφείλει ἐνάρξασθαι. Πρῶτον πιστεῦσαι τῷ Κυρίῳ βεβαίως, καὶ ἐπιδοῦναι ἐξ ὅλου ἑαυτὸν τοῖς λόγοις τῶν ἐντολῶν αὐτοῦ, καὶ ἀποτάξασθαι τῷ κόσμῳ κατὰ πάντα, ἵνα ἐν οὐδενὶ ὅλως τῶν φαινομένων ὁ νοῦς ἀσχολῆται. Καὶ εἰς τὴν εὐχὴν πάντοτε προσκαρτερεῖν αὐτὸν, καὶ μὴ ἀπογινώσκειν προσδεχόμενος τοῦ Κυρίου τὴν ἐπίσκεψιν καὶ τὴν βοήθειαν πάντοτε, τὸν σκοπὸν τοῦ νοὸς αὐτοῦ εἰς τοῦτο ἔχων διὰ παντός. Εἶτα βιάζεσθαι χρὴ ἀεὶ εἰς πᾶν ἀγαθὸν, καὶ εἰς πάσας τὰς ἐντολὰς τοῦ Κυρίου, κἂν μὴ θελούσης τῆς καρδίας διὰ τὴν συνοῦσαν αὐτῇ ἁμαρτίαν· οἷον βιάζεσθαι ἑαυτὸν εἰς τὸ ταπεινοφρονεῖν ἐνώπιον πάντων ἀνθρώπων, καὶ ἑαυτὸν πάντων ἐλάττω καὶ χείρονα ἡγεῖσθαι, μὴ ζητῶν τιμὴν ἢ ἔπαινον ἢ δόξαν παρά τινος, καθὼς ἐν τῷ Εὐαγγελίῳ γέγραπται, ἀλλὰ μόνον τὸν Κύριον ἀεὶ πρὸ ὀφθαλμῶν ἔχειν, καὶ τὰς ἐντολὰς αὐτοῦ, αὐτῷ μόνῳ βουλόμενος ἀρέσαι. Εἰς τὴν πραότητα ὁμοίως ἑαυτὸν βιαζέτω, καὶ μὴ θελούσης τῆς καρδίας, ὥς φησιν ὁ Κύριος· Μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁμοίως εἰς τὸ εἶναι ἐλεήμονα, χρηστὸν, εὔσπλαγχνον, ἀγαθὸν, ὅση δύναμις, ἑαυτὸν ἐθίζειν μετὰ βίας, ὥς φησιν ὁ Κύριος· Γίνεσθε ἀγαθοὶ καὶ χρηστοὶ, καθὼς ὁ