Fragmenta in epistulam ad Philippenses (in catenis) 621 Phil 1,5 Ἐπὶ τῇ κοινωνίᾳ. ἐπὶ τῇ εἰς τὸ εὐαγγέλιον κοινωνίᾳ ὑμῶν. τὸ δὲ ἀπὸ πρώτης ἡμέρας· ἢ ὅ

 ὅτι μενῶ καὶ συμπαραμενῶ· ἀπὸ κοινοῦ γὰρ τὸ οἶδα. ἢ καὶ τὸ ὅλον ἀπὸ κοινοῦ, οἷον· ὅτι θαρρῶν οἶδα, οὐ μόνον ὅτι ἀναγκαιότερον τὸ ἐπιμένειν με τῇ σαρκί

 πρᾶξις ἀγαθή. ἠθέλησε γὰρ ὁ Κάϊν θυσίαν θεῷ προσαγαγεῖν, πρᾶγμα θελήσας τότε μάλιστα ἐπαινετόν, καὶ ἐνήργησεν ἔθυσε γάρ , ἀλλ' οὐδέτερον ἀπεδέχθη παρὰ

 τὸ ἐλευθερωθῆναι ζημίας ἀλλὰ μᾶλλον πραγμάτων λυσιτελῶν τινων σημαίνει ἀποβολήν. πῶς οὖν ἃ ἥγησαι ζημίαν, ταῦτα ἀποτιθέμενος λέγεις ὅτι ἐζημιώθην; καί

 βασιλεύειν ἄχρις ἂν ὑποταγῇ αὐτῷ τὰ πάντα, καί· ὅταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα. εἰ οὖν αὐτὸς ὁ υἱὸς βασιλεύει, ἵνα ὑποτάξῃ αὐτῷ τὰ πάντα, καὶ πάντα ὑπο

ὅτι μενῶ καὶ συμπαραμενῶ· ἀπὸ κοινοῦ γὰρ τὸ οἶδα. ἢ καὶ τὸ ὅλον ἀπὸ κοινοῦ, οἷον· ὅτι θαρρῶν οἶδα, οὐ μόνον ὅτι ἀναγκαιότερον τὸ ἐπιμένειν με τῇ σαρκί, ἀλλ' ὅτι καὶ ἐπιμενῶ καὶ συμπαραμενῶ. ὁ γὰρ τῶν ἀπορρήτων καὶ ὑπερουρανίων μύστης οὐδὲ τὴν ἑαυτοῦ ζωὴν ἐν δισταγμῷ ᾔδει, καὶ ὅτι ἔτι νῦν ἐπιβιώσεται. 624 ∆ύναται δέ τις καὶ ἑτέρως τὸ ῥητὸν συντάξας, οὕτως ἐκλαβεῖν ἑτοιμότερον· τὸ ἐπιμένειν, φησίν, ἀναγκαιότερον δι' ὑμᾶς. εἶτα· καὶ εἰς τοῦτο θαρρῶν ὅτι ἀναγκαιότερόν ἐστι, φησίν, οἶδα ὅτι μενῶ καὶ συμπαραμενῶ καὶ ἑξῆς. Phil 1,28 Καὶ μὴ πτυρόμενοι ἐν μηδενί. ἐὰν ἦτε, φησί, μὴ πτυρόμενοι ὑπὸ τῶν ἀντικειμένων, ἡ ἐπανάστασις αὐτῶν ἡ καθ' ὑμῶν τραπήσεται αὐτοῖς εἰς ἔνδειξιν ἀπωλείας, οἷον ἢ ὅτι ἐπιδειχθήσεται αὐτοῖς καὶ φανερωθήσεται διὰ τῆς ὑμῶν στερρότητος τὰ τῆς ἀπωλείας, καὶ ἀποστήσονται ἀπὸ τῆς ματαίας δόξης καὶ τῶν ἐπιτηδευμάτων αὐτῶν, καὶ ἐκ τούτου ἔσται ὑμῖν μᾶλλον πλοῦτος σωτηρίας ὡς καὶ ἑτέροις προξενήσασι φυγεῖν τὴν ἀπώλειαν καὶ κερδῆσαι τὴν σωτηρίαν. ἢ οὖν οὕτω νοητέον, ἢ ἁπλούστερον ὅτι ἡ ἐπιχείρησις αὐτῶν καὶ ὁ πόλεμος αὐτῶν ὁ καθ' ὑμῶν, ὑμῶν μὴ πτυρομένων, ἐκείνοις μὲν πλὴν τῆς ἰδίας ἀπωλείας οὐδὲν ἄλλο ἐνδείξεται οὐδὲ προξενήσει, ὑμῖν δὲ ἀντὶ βλάβης καὶ σωτηρίας ὑπόθεσις καὶ ἀφορμὴ τελειοτέρας ἀρετῆς χρηματίσει. Phil 2,3 Ἀλλὰ τῇ ταπεινοφροσύνῃ. βούλεσθε εἰδέναι ὅτι ἡ ταπεινοφροσύνη οὐδὲν ὑμᾶς βλάπτει, οὐδὲ ζημιοῖ, οὐδὲ καταβιβάζει τοῦ παρόντος ὕψους, ἀλλὰ μᾶλλον ἀπόδειξις αὐτοῦ γίνεται; τὸν Χριστόν, φησίν, ἐννοήσατε· μάλιστα γὰρ ἐν τούτῳ δείκνυται φύσει θεὸς εἶναι, ἐν τῷ ταπεινωθῆναι καὶ φορέσαι τὸν ἄνθρωπον. ᾔδει γὰρ ὅτι ἐκ ταύτης τῆς ταπεινώσεως οὐδὲν ζημιωθήσεται τοῦ προσόντος αὐτῷ κατὰ φύσιν τῆς θεότητος ὕψους. εἰ δὲ ταύτην ἐπίκτητον εἶχεν, ἐδεδοίκει ἂν ἑαυτὸν ταπεινῶσαι, ἵνα μὴ ἐκπέσῃ τοῦ μόλις αὐτῷ ἐπικτηθέντος ἀξιώματος. ἀπόδειξις οὖν ἡ ταπείνωσις τοῦ κατὰ φύσιν ὕψους αὐτοῦ τῆς θεότητος. εἴ τις οὖν ὑψηλὸς κατ' ἀρετὴν καὶ μέγας ἐφίεται εἶναι, ταπεινοφρονείτω· ἡ γὰρ ταπείνωσίς ἐστιν ἡ δεικνύουσα καὶ μαρτυροῦσα τὸ ὕψος τῆς ἀρετῆς. μιμείσθω τὸν Χριστόν· οὐδὲν ἀπολέσει ταπεινούμενος, μᾶλλον δὲ μεγάλα κερδανεῖ. ὁ πένης τὴν ἀρετὴν οὐ δύναται ταπεινωθῆναι· φοβεῖται γὰρ μὴ ἐκπέσῃ τοῦ ἐπιπλάστου καὶ κατεσχηματισμένου ὕψους. ὁ πλούσιος καὶ ὑψηλὸς τὴν ἀρετὴν ταπεινούσθω· ἐν τούτῳ γὰρ μᾶλλον ἑαυτὸν δείκνυσιν ὡς ἀληθῶς ὑψηλόν, ὅτι οὐ δέδοικε ταπεινωθῆναι, καὶ οἶδεν ὅτι ἥδρασται. 625 Phil 2,5 Τοῦτο γὰρ φρονείσθω. ὁ γὰρ Χριστὸς καὶ θεὸς ἡμῶν οὐ τὸ ἑαυτοῦ ἐσκόπησεν, ἀλλὰ τὸ πάντων συμφέρον καὶ σωτήριον. διὰ τοῦτο ταπεινοῖ ἑαυτὸν διὰ σαρκώσεως, καὶ ὑψοῖ πάντας ἡμᾶς διὰ τῆς οἰκείας ταπεινώσεως. ὁ οὖν ἑαυτὸν ταπεινῶν Χριστοῦ γίνεται μιμητής, καίτοι αὐτὸς θεὸς ὢν φύσει καὶ ὑψηλὸς κατ' οὐσίαν, οἱ δὲ παρ' ἀνθρώποις ὑψηλοὶ ἐξ ἁρπαγῆς, ἐκ πλεονεξίας προσεκτήσαντο τὸ ἐν αὐτοῖς ὑψηλόν, ἐπεὶ ἥ γε φύσις κοινὴ καὶ ἴση καὶ ὁμότιμος ἀνθρώπων ἁπάντων. εἰ οὖν ὁ φύσει θεὸς καὶ φύσει ὑψηλὸς ἐταπείνωσεν ἑαυτὸν δι' ἡμᾶς, οἱ φύσει ὁμότιμοι καὶ ὁμοίως ταπεινοὶ οὐκ ὀφείλομεν ἀλλήλοις ταπεινοῦσθαι καὶ τὰ οἰκεῖα συνεπίστασθαι μέτρα; ἐὰν δὲ ταπεινωθῶμεν, ὑπερυψοῖ καὶ ἡμᾶς ὁ θεὸς χαριζόμενος ἡμῖν ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη. μακάριοι γάρ, φησίν, οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. καίτοι καὶ εἰ μὴ τοῦτο ἦν, αὐτόθεν ἐστὶν ὑψηλὸν καὶ μέγα τὸ ἀξιωθῆναι μιμητὰς γενέσθαι Χριστοῦ. Phil 2,12-14 Μετὰ φόβου καὶ τρόμου. καλῶς· δεῖ γὰρ φοβεῖσθαι καὶ τρέμειν ἐν τῷ ἐργάζεσθαι τὴν ἰδίαν σωτηρίαν ἕκαστον, μή ποτε ὑποσκελισθεὶς ἐκπέσῃ ταύτης. πολλοὶ γάρ εἰσιν οἱ πειρασμοὶ καὶ πολλοὶ οἱ ἐπιβουλεύοντες, ὅπου γε καὶ αὐτὸ τὸ τὴν ἀρετὴν ἀσκῆσαι ἐνίοις εἰς τοὐναντίον ἐκβέβηκεν, ἀπονοίας καὶ ὑπερηφανίας ὑπόθεσις γενόμενον. δεῖ οὖν διὰ ταῦτα δεδοικότας καὶ τρέμοντας τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθαι. εἰ μὴ γὰρ ὁ θεὸς τὸν ἀγῶνα καὶ τὴν μετὰ φόβου σπουδὴν βλέπων συναντιλαμβάνηται, καὶ τὸ θέλειν αὐτὸ οὐκ εἰς ἀγαθὸν ἀποβήσεται τέλος, καὶ τὸ ἐνεργεῖν οὐκ ἂν κριθείη