Fragmenta in epistulam ad Philippenses (in catenis) 621 Phil 1,5 Ἐπὶ τῇ κοινωνίᾳ. ἐπὶ τῇ εἰς τὸ εὐαγγέλιον κοινωνίᾳ ὑμῶν. τὸ δὲ ἀπὸ πρώτης ἡμέρας· ἢ ὅ

 ὅτι μενῶ καὶ συμπαραμενῶ· ἀπὸ κοινοῦ γὰρ τὸ οἶδα. ἢ καὶ τὸ ὅλον ἀπὸ κοινοῦ, οἷον· ὅτι θαρρῶν οἶδα, οὐ μόνον ὅτι ἀναγκαιότερον τὸ ἐπιμένειν με τῇ σαρκί

 πρᾶξις ἀγαθή. ἠθέλησε γὰρ ὁ Κάϊν θυσίαν θεῷ προσαγαγεῖν, πρᾶγμα θελήσας τότε μάλιστα ἐπαινετόν, καὶ ἐνήργησεν ἔθυσε γάρ , ἀλλ' οὐδέτερον ἀπεδέχθη παρὰ

 τὸ ἐλευθερωθῆναι ζημίας ἀλλὰ μᾶλλον πραγμάτων λυσιτελῶν τινων σημαίνει ἀποβολήν. πῶς οὖν ἃ ἥγησαι ζημίαν, ταῦτα ἀποτιθέμενος λέγεις ὅτι ἐζημιώθην; καί

 βασιλεύειν ἄχρις ἂν ὑποταγῇ αὐτῷ τὰ πάντα, καί· ὅταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα. εἰ οὖν αὐτὸς ὁ υἱὸς βασιλεύει, ἵνα ὑποτάξῃ αὐτῷ τὰ πάντα, καὶ πάντα ὑπο

τὸ ἐλευθερωθῆναι ζημίας ἀλλὰ μᾶλλον πραγμάτων λυσιτελῶν τινων σημαίνει ἀποβολήν. πῶς οὖν ἃ ἥγησαι ζημίαν, ταῦτα ἀποτιθέμενος λέγεις ὅτι ἐζημιώθην; καί φαμεν ὅτι οὐχ ἁπλῶς ταῦτα ἡγεῖτο ζημίαν, ἀλλὰ πρὸς σύγκρισιν τελειοτέρας τῆς κατὰ Χριστὸν γνώσεως, ἐπεὶ καθ' αὑτὸ καὶ κέρδος αὐτὰ ἐνόμιζεν· διὸ τὸ μὲν ἡγοῦμαι ζημίαν πρὸς τὴν σύγκρισιν τῶν βελτιόνων, τὸ δὲ ἐζημιώθην καθ' αὑτὸ πρὸς τὴν φύσιν τοῦ νόμου. Ἢ καὶ τοῦτο δεῖ εἰπεῖν, ὡς οὐ μέλει τῷ θεσπεσίῳ Παύλῳ περὶ ἐκλογῆς Ἑλληνικῶν ὀνομάτων, μόνον τὸ ὑποκείμενον δηλῶσαι σκοπεῖ. ὥσπερ γὰρ ἀλλαχοῦ τὴν ἐξουσίαν τὴν τοῦ θανάτου τὴν καθ' ἡμῶν δηλῶσαι θέλων οὐδὲν περὶ τὴν λέξιν 628 ἠκριβώσατο, ἀλλ' ἀντὶ τοῦ εἰπεῖν ἐτυράννησεν ἢ ἐβιάσατο, εἶπεν· ἐβασίλευσεν, ὀνόματι εὐφήμῳ τὴν δύσφημον αὐτοῦ τυραννίδα σημαίνων, οὕτω καὶ νῦν τὴν ἀποβολὴν τῶν ἐπιζημίων εὔφημον οὖσαν λέξει παρεδήλωσεν οὐκ εὐφήμῳ εἰπών· ἐζημιώθην. Phil 3,13α Ἐγὼ ἐμαυτὸν οὐ λογίζομαι κατειληφέναι, ἅμα διὰ τοῦ καθ' ἑαυτὸν ὑποδείγματος κἀκείνους διδάσκων μετριοφρονεῖν καὶ μὴ φυσιοῦσθαι ὡς κατειληφότας. Phil 3,13β Ἓν δέ, τὰ μὲν ὀπίσω. τὸ ἓν δέ, ἢ κατ' ἔλλειψιν εἰρῆσθαι νομιστέον, ὡς οἱ πρὸ ἡμῶν ἐξειλήφασιν καὶ γὰρ καὶ ἐν τούτῳ τῷ σχήματι πλεονάζει , ἵνα λείπῃ· ἓν δὲ φροντίζω, ἓν μελετῶ καὶ διαμεριμνῶ. τί τοῦτο; τὰ μὲν ὀπίσω, φησί, καὶ ἑξῆς. Ἢ οὖν οὕτως ἐκληπτέον ἢ ἑτέρῳ μᾶλλον ὑποπίπτειν σχήματι τῷ ἀπὸ κοινοῦ πολὺς γάρ ἐστι καὶ ἐν τούτῳ ὁ θεῖος Παῦλος ἵνα ᾖ τὸ λογίζομαι κατειληφέναι ἀπὸ κοινοῦ, οἷον· οὐδὲν λογίζομαι κατειληφέναι ἀλλ' ἢ ἕν. ποῖον δέ ἐστιν ὃ λογίζῃ κατειληφέναι; ὅτι τὰ μὲν ὀπίσω ἐπιλανθανόμενος, τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος, κατὰ σκοπὸν διώκω καὶ ἑξῆς. ἔδει γὰρ αὐτὸν κατειληφέναι, ὅτι κατὰ σκοπὸν διώκει, καὶ οὐκ ἔστιν αὐτῷ μάταιος ὁ δρόμος. διὸ καὶ ἀλλαχοῦ φησιν· οὕτως τρέχω ὡς οὐκ ἀδήλως, οὕτως πυκτεύω ὡς οὐκ ἀέρα δέρων, καὶ πάλιν· οὕτως τρέχετε, ἵνα καταλάβητε. Phil 3,16-17a Πλὴν εἰς ὃ ἐφθάσαμεν. τέως, φησίν, ἕως ἂν ὑμῖν ἀποκαλύψῃ τὸ ἀληθές, ὃ κατελάβομεν μὴ ἀπολέσωμεν. ἀπόλλυται δὲ πῶς; ἂν ἀμελήσωμεν καὶ τῆς προτέρας σπουδῆς καὶ τοῦ δρόμου παρατραπῶμεν. ἀλλὰ δεῖ τῷ αὐτῷ κανόνι στοιχεῖν, τοῦτ' ἔστι τὸν αὐτὸν ἀγῶνα συντηρεῖν, τὸν αὐτὸν ἐπιδείκνυσθαι τρόπον, τὸ αὐτὸ φρονεῖν περί τε τῆς πολιτείας περί τε τῶν δογμάτων· ὥσπερ γὰρ ὅ τι τῶν δογμάτων ἀλλοιώσας ἅπαντα κατέλυσε καὶ τὰ ἔμπροσθεν, οὕτω καὶ τῆς πολιτείας ὅ τι μεταθέμενος καὶ καθυφεὶς καὶ μὴ τὴν αὐτὴν φυλάττων ἀκρίβειαν καὶ τὰ προλαβόντα ἐλυμήνατο. εἶτα ἵνα μὴ δόξῃ δυσκατόρθωτον καὶ δύσκολον ἐπιτάττειν τὸ δι' ὅλου τοῦ βίου ἀρεταῖς καὶ εὐσεβείᾳ συνασκεῖσθαι, ἐπάγει· μιμηταί μου γίνεσθε. ῥᾷστον, 629 φησίν, οὐδὲν ἀδύνατον ἀπαιτῶ· ἄνθρωπος κἀγὼ ὁμοιοπαθής· ὡς ὁρᾶτέ με, οὕτω καὶ αὐτοὶ ἀγωνίζεσθε. Τῷ αὐτῷ στοιχεῖν κανόνι, τὸ αὐτὸ φρονεῖν. τὸ χωρίον τοῦτο ἢ προτροπῆς ἐστιν ἢ εὐχῆς. ἀλλ' εἰ μὲν προτροπῆς, λείπει τὸ δεῖ· δεῖ ὑμᾶς στοιχεῖν τῷ αὐτῷ κανόνι, τὸ αὐτὸ φρονεῖν· ἢ ὀφείλετε στοιχεῖν τῷ αὐτῷ κανόνι, ὀφείλετε τὸ αὐτὸ φρονεῖν. εἰ δὲ εὐχή, ἀπὸ κοινοῦ ληφθήσεται τὸ ἀποκαλύψει, οἷον· ἀποκαλύψει ὑμῖν τῷ αὐτῷ κανόνι στοιχεῖν καὶ ἑξῆς· οἶδε γὰρ ἄνευ θείας ῥοπῆς μηδὲν κατορθούμενον. Phil 3,17b-18 Σκοπεῖτε τοὺς οὕτως περιπατοῦντας. τὸ σκοπεῖτε νῦν οὐχὶ ἀντὶ τοῦ παραφυλάττεσθαι, ἀλλ' ἀντὶ τοῦ παραδείγματος· καὶ σκοπὸν ἑαυτοῖς τούτους ποιεῖσθε καὶ ἔχετε. Περιπατεῖν ἐνταῦθα τὸ βιοῦν καὶ πολιτεύεσθαι λαμβάνει ἁπλῶς. ἐπειδή, φησί, πολλοὶ περιπατοῦσιν, εἰς διάκρισιν τῶν ὀρθῶς περιπατούντων καὶ μή, σκοπεῖτε τίνες περιπατοῦσι κατὰ τὸν τύπον ὃν περιεπατήσαμεν ἡμεῖς καὶ τούτοις ἕπεσθε. Phil 3,21 Ὃς μετασχηματίσει. ἰσχυρὰν καὶ ἀναμφίλεκτον πίστιν τίθησι τοῦ πάντως μετασχηματισθῆναι τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν, ἂν μόνον βουλώμεθα, εἰς τὸ γενέσθαι αὐτὸ σύμμορφον τῆς δόξης αὐτοῦ. εἰ γάρ, φησίν, ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ἐπὶ τούτῳ παραγίνεται, τίς ἀμφισβητήσει ὅτι οὐ πάντως ἔσται τοῦτο; εἶτα θέλεις καὶ ἑτέραν ἀπόδειξιν; ὑποτάξαι ἑαυτῷ βούλεται πάντα· δεῖ γὰρ αὐτόν, φησί,