Fragmenta in epistulam ad Philippenses (in catenis) 621 Phil 1,5 Ἐπὶ τῇ κοινωνίᾳ. ἐπὶ τῇ εἰς τὸ εὐαγγέλιον κοινωνίᾳ ὑμῶν. τὸ δὲ ἀπὸ πρώτης ἡμέρας· ἢ ὅ

 ὅτι μενῶ καὶ συμπαραμενῶ· ἀπὸ κοινοῦ γὰρ τὸ οἶδα. ἢ καὶ τὸ ὅλον ἀπὸ κοινοῦ, οἷον· ὅτι θαρρῶν οἶδα, οὐ μόνον ὅτι ἀναγκαιότερον τὸ ἐπιμένειν με τῇ σαρκί

 πρᾶξις ἀγαθή. ἠθέλησε γὰρ ὁ Κάϊν θυσίαν θεῷ προσαγαγεῖν, πρᾶγμα θελήσας τότε μάλιστα ἐπαινετόν, καὶ ἐνήργησεν ἔθυσε γάρ , ἀλλ' οὐδέτερον ἀπεδέχθη παρὰ

 τὸ ἐλευθερωθῆναι ζημίας ἀλλὰ μᾶλλον πραγμάτων λυσιτελῶν τινων σημαίνει ἀποβολήν. πῶς οὖν ἃ ἥγησαι ζημίαν, ταῦτα ἀποτιθέμενος λέγεις ὅτι ἐζημιώθην; καί

 βασιλεύειν ἄχρις ἂν ὑποταγῇ αὐτῷ τὰ πάντα, καί· ὅταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα. εἰ οὖν αὐτὸς ὁ υἱὸς βασιλεύει, ἵνα ὑποτάξῃ αὐτῷ τὰ πάντα, καὶ πάντα ὑπο

πρᾶξις ἀγαθή. ἠθέλησε γὰρ ὁ Κάϊν θυσίαν θεῷ προσαγαγεῖν, πρᾶγμα θελήσας τότε μάλιστα ἐπαινετόν, καὶ ἐνήργησεν ἔθυσε γάρ , ἀλλ' οὐδέτερον ἀπεδέχθη παρὰ θεοῦ· οὐ γὰρ ἦν μετὰ φόβου καὶ τρόμου. διὸ οὐδὲ συναντελάβετο τὸ θεῖον, οὐδ' εἰς τέλος αὐτῷ ταῦτα ἐξέβη χρηστόν. αὐτὸς δὲ ἐνεργεῖν φησι τὸν θεὸν εἰκότως· καὶ γὰρ συναντιλαμβανόμενος ἡμῶν αὐτός ἐστιν ὁ τελειῶν καὶ οἱονεὶ μορφοποιῶν τὴν ἡμετέραν καὶ θέλησιν καὶ ἐνέργειαν. δύναται δὲ τὸ ὁ θεὸς γάρ ἐστιν ὁ ἐνεργῶν καὶ ἑξῆς, καὶ ὡς αἰτία εἰρῆσθαι τοῦ χωρὶς γογγυσμῶν καὶ λογισμῶν. τί γὰρ γογγύζεις, φησί, ὡς κοπιῶν; ὁ θεός ἐστιν ὁ πάντα ἐνεργῶν· καὶ τί διαλογίζῃ τὸ ἐπίπονον τῆς ἀρετῆς, θεὸν ἔχων συνεργόν; 626 Phil 2,17-18 Ἀλλ' εἰ καὶ σπένδομαι ἐπὶ τῇ θυσίᾳ. τὸ χωρίον τοῦτο, ἢ ὡς οἱ πρὸ ἡμῶν ἐξηγήσαντο ἐκληπτέον, ἢ καὶ οὕτως· ἀλλ' εἰ καὶ θύομαι τὴν θυσίαν καὶ λειτουργίαν τῆς πίστεως ὑμῶν ἣν ἱερούργησα τῷ θεῷ, χαίρω μὲν ὡς ἀληθῶς χαρὰ γὰρ διδασκάλου ἡ τῶν μαθητευθέντων τελειότης συγχαίρω δέ, ὅτι καὶ αὐτοὶ τελειούμενοι χαρᾶς ἀπολαύετε μεγίστης· ὥστε ἐγὼ μὲν διὰ τοῦτο χαίρω καὶ συγχαίρω ὑμῖν. καὶ ὑμεῖς δὲ ὀφείλετε χαίρειν, ὅτι γίνεσθε ἐν τελειότητι, καὶ συγχαίρειν ἐμοί, ὅτι ηὐφράνατε τὸν διδάσκαλον. δοκεῖ δὲ ἴσως τὸ ἀλλ' εἰ καὶ σπένδομαι ἔννοιαν παρεισάγειν, ὅτι εἰ μὴ ἐπὶ τῇ θυσίᾳ αὐτῶν ἐσπένδετο, ἐλυπεῖτο ἄν· τοῦτο γὰρ ὑποφαίνει ὁ τοῦ λόγου σχηματισμός. καί φαμεν ὅτι οὐδὲ τοῦτο ἄτοπον· εἰ γὰρ αὐτὸς προέφη ἀναγκαιότερον ἡγεῖσθαι τὸ ἐπιμένειν αὐτὸν τῇ σαρκὶ διὰ τὴν προκοπὴν καὶ τελείωσιν τῶν μαθητῶν, πάντως ἂν ἐλυπήθη θυόμενος ἐκείνους μήπω τελειώσας μηδὲ τὴν πίστιν αὐτῶν ὡς θυσίαν ἔχων καὶ λειτουργίαν προσαγαγεῖν τῷ Χριστῷ. Καὶ ἄλλως δέ· οὐχ ἁπλῶς ἂν ᾑρετίσατο θύεσθαι, εἰ μὴ ἐφ' ᾧ σπουδαῖος καὶ θερμὸς κῆρυξ τῆς πίστεως γέγονεν, καὶ ἐφ' ᾧ τοὺς μαθητὰς οὕτω κατήρτισεν ὥστε δύνασθαι αὐτῶν ὡς θυσίαν καὶ λειτουργίαν τὴν πίστιν προσαγαγεῖν τῷ θεῷ· ὁ γὰρ διὰ ταῦτα θυόμενος οὗτος ὡς ἀληθῶς χαίρει καὶ ἀγάλλεται θυόμενος· οὐδεὶς γὰρ μάτην αἱρεῖται σφάττεσθαι. ∆υνατὸν δὲ καὶ οὕτως· σπένδομαι νῦν τοῖς πειρασμοῖς καὶ ταῖς θλίψεσιν καὶ γὰρ ἀλλαχοῦ φησιν· καθ' ἡμέραν ἀποθνῄσκω · ἀλλ' εἰ καὶ θύομαι, φησί, ταῖς θλίψεσι καὶ τοῖς πειρασμοῖς δεσμὰ γὰρ περιέκειτο αὐτῷ ἀλλ' οὖν ἐπὶ τῇ θυσίᾳ καὶ λειτουργίᾳ τῆς πίστεως ὑμῶν χαίρω καὶ ἑξῆς. Ἢ καὶ οὕτως· ἀλλ' οὖν ὅτι ἐπὶ τῇ θυσίᾳ, τοῦτ' ἔστιν ἕνεκεν ὑμῶν καὶ τοῦ εἰς ὑμᾶς κηρύγματος χαίρω καὶ ἑξῆς. Phil 2,30 Ὅτι διὰ τὸ ἔργον τοῦ Χριστοῦ. καλῶς ἔργον Χριστοῦ αὐτὸ καλεῖ· εἰ γὰρ ὁ δεχόμενος τοὺς μαθητὰς αὐτὸν δέχεται τὸν Χριστόν ὁ γὰρ δεχόμενος ὑμᾶς, φησίν, ἐμὲ δέχεται · καὶ ὁ ὑπηρετῶν ἔν τινι τοῖς μαθηταῖς Χριστῷ ὑπηρετεῖ. καὶ ἄλλως δὲ ἔργον ἐστὶ Χριστοῦ· ὅτι ἐντολῆς ἐστι Χριστοῦ τὸ τιθέναι ὑπὲρ τῶν φίλων τὴν ἰδίαν ψυχήν. εἰ δὲ ὑπὲρ φίλων, πόσῳ μᾶλλον ὑπὲρ διδασκάλων; 627 Phil 3,1 Χαίρετε ἐν κυρίῳ. καὶ ἔτι εἰ ὁ ἀπόστολος ὑμᾶς ἀνέρρωσε, καὶ ἀπεστάλη πάλιν πρὸς ὑμᾶς, καὶ ἐγὼ τῆς ἐπ' αὐτῷ λύπης ἀπήλλαγμαι, καὶ τὸ ὑστέρημα ὑμῶν ἀναπεπλήρωται, χαίρειν ὀφείλετε χαρὰν πνευματικὴν καὶ ἀξίαν κυρίου. Phil 3,4 Καίπερ ἐγὼ ἔχων πεποίθησιν. εἰ ἐβουλόμην, φησί, καυχήσασθαι ὥσπερ ἐκεῖνοι, ἔχω μᾶλλον πεποίθησιν κἀγὼ ἐν σαρκί, οἷον· ἠδυνάμην κἀγὼ ὡς ἐκεῖνοι ἐπὶ τῇ τῆς σαρκός μου περιτομῇ καυχήσασθαι καὶ πλέον ἐκείνων. Phil 3,7 Ἀλλ' ἅτινά μοι ἦν κέρδη. κέρδος λέγει τὰ ἀπὸ τοῦ νόμου αὐτῷ συλλεγέντα· ὥστε οὐ κακίζει τὸν νόμον, ὡς οἱ ἀπὸ Μαρκίωνος ληροῦσιν. εἰ δὲ καὶ ἥγηται αὐτὰ ζημίαν, οὐχ ἁπλῶς λέγει τοῦτο, ὅπερ ἦν ἂν κακίζοντος τὸν νόμον, ἀλλὰ ζημίαν αὐτὰ καλεῖ τῇ πρὸς Χριστὸν συγκρίσει καὶ παραθέσει, ὅπερ μᾶλλον εἰς ἐγκώμιον τοῦ νόμου τελεῖ, τὸ μὴ ἄλλως τολμᾶν ζημίαν αὐτὸν καλεῖν εἰ μὴ τῇ πρὸς Χριστὸν παραθέσει καὶ συγκρίσει. Phil 3,8 Ἀλλὰ μὲν οὖν καὶ ἡγοῦμαι πάντα. εἰ ἡγῇ πάντα ζημίαν, ὦ Παῦλε, καὶ αὐτὰ τὰ σωματικῶς φυλαττόμενα τοῦ νόμου διὰ τὸ ὑπερβάλλον τῆς γνώσεως Χριστοῦ, πῶς λέγεις εὐθύς· δι' ὃν πάντα ἐζημιώθην; τὸ γὰρ λέγειν ἐζημιώθην οὐκ ἔστι ζημίαν ἀποβαλεῖν τοῦτο γὰρ μᾶλλον κερδῆσαί ἐστιν,