Fragmenta in epistulam ad Philippenses (in catenis) 621 Phil 1,5 Ἐπὶ τῇ κοινωνίᾳ. ἐπὶ τῇ εἰς τὸ εὐαγγέλιον κοινωνίᾳ ὑμῶν. τὸ δὲ ἀπὸ πρώτης ἡμέρας· ἢ ὅ

 ὅτι μενῶ καὶ συμπαραμενῶ· ἀπὸ κοινοῦ γὰρ τὸ οἶδα. ἢ καὶ τὸ ὅλον ἀπὸ κοινοῦ, οἷον· ὅτι θαρρῶν οἶδα, οὐ μόνον ὅτι ἀναγκαιότερον τὸ ἐπιμένειν με τῇ σαρκί

 πρᾶξις ἀγαθή. ἠθέλησε γὰρ ὁ Κάϊν θυσίαν θεῷ προσαγαγεῖν, πρᾶγμα θελήσας τότε μάλιστα ἐπαινετόν, καὶ ἐνήργησεν ἔθυσε γάρ , ἀλλ' οὐδέτερον ἀπεδέχθη παρὰ

 τὸ ἐλευθερωθῆναι ζημίας ἀλλὰ μᾶλλον πραγμάτων λυσιτελῶν τινων σημαίνει ἀποβολήν. πῶς οὖν ἃ ἥγησαι ζημίαν, ταῦτα ἀποτιθέμενος λέγεις ὅτι ἐζημιώθην; καί

 βασιλεύειν ἄχρις ἂν ὑποταγῇ αὐτῷ τὰ πάντα, καί· ὅταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα. εἰ οὖν αὐτὸς ὁ υἱὸς βασιλεύει, ἵνα ὑποτάξῃ αὐτῷ τὰ πάντα, καὶ πάντα ὑπο

βασιλεύειν ἄχρις ἂν ὑποταγῇ αὐτῷ τὰ πάντα, καί· ὅταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα. εἰ οὖν αὐτὸς ὁ υἱὸς βασιλεύει, ἵνα ὑποτάξῃ αὐτῷ τὰ πάντα, καὶ πάντα ὑποταγήσεται αὐτῷ πάντως, δηλονότι καὶ τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν, ἄνπερ μόνον ἡμεῖς θελήσωμεν, ὑποταγήσεται αὐτῷ. ὑποτάσσεται δέ, ὅτε μηδὲν στασιῶδες καὶ πολέμιον πρὸς τὸν ὑποτάξαντα ἐν ἑαυτῷ φέρει, ἀλλὰ πάντα σύμφωνα καὶ συνᾴδοντα ἔν τε πίστει καὶ ἐν πολιτείᾳ. ὅταν δὲ οὕτως ὑποταγῇ αὐτῷ τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν, μετασχηματίζεται δηλονότι ἀπὸ τῆς ταπεινώσεως τῆς κατὰ τὴν ἁμαρτίαν καὶ τὴν φθοράν, καὶ γίνεται σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ. μάταιος ὁ φόβος. 630 οὐ δεῖ δὲ λέγειν ὅτι τῷ σώματι τοῦ υἱοῦ ὁ υἱὸς ὑποτάξει τὰ πάντα, ἀλλ' ὅτι αὐτὸς ἑαυτῷ, ὁ εἰπών· ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς, ὡς καὶ ὁ Παῦλος ἀλλαχοῦ φησιν· δεῖ γὰρ αὐτὸν βασιλεύειν ἄχρις οὗ θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ, καί· ὅταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα. τῶν οὖν θείων λογίων τρανῶς ταῦτα λεγόντων, πῶς οὐ δεῖ λέγειν ὅτι ὁ κύριος ἡμῶν καὶ σωτὴρ Ἰησοῦς ὁ Χριστὸς αὐτός ἐστιν ὁ καὶ τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν μετασχηματίζων, καὶ ὁ ἐνεργῶν τὴν εἰς αὐτὸν τῶν πάντων ὑποταγήν; τοῦ δὲ υἱοῦ ὑποτάσσοντος καὶ ὁ πατὴρ ὑποτάσσει· κοινὰ γὰρ τὰ πατρὸς καὶ υἱοῦ. Phil 4,11-18 Οὐχ ὅτι καθ' ὑστέρησιν. εἶπον ὅτι ἐχάρην ἐν κυρίῳ μεγάλως ὅτι ἀνεθάλετε τὸ ὑπὲρ ἐμοῦ φρονεῖν. ἀλλὰ μὴ νομίσητε, φησίν, εἰπεῖν με τοῦτο διὰ τὴν ὑστέρησιν ἣν εἶχον· ἐγὼ γάρ, φησί, ἔμαθον καὶ ἑξῆς. γεγυμνασμένος, φησίν, εἰμὶ ἐν πᾶσιν, καὶ οὐδὲ ὑστερούμενος δυσχεραίνω. ἐχάρην δὲ ὅμως ἐφ' ὑμῖν, ὅτι καλῶς ἐποιήσατε· κοινωνοὺς γὰρ ἑαυτοὺς τῆς ἐμῆς θλίψεως ποιήσαντες καὶ τῶν βραβείων κοινωνήσοιτε. διὰ τοῦτο ἐχάρην μεγάλως. Ἐπειδὴ εἶπεν ὅτι ἐχάρην μεγάλως, διότι ὑμεῖς καλῶς ἐποιήσατε συγκοινωνοὶ γεγονότες μου τῆς θλίψεως, ἐπαναμιμνήσκει αὐτοὺς ὅτι ἀπ' ἀρχῆς ταύτην αὐτοῖς τὴν χάριν καὶ τὴν εὐεργεσίαν κατετίθετο, τὸ ἐξ αὐτῶν λαμβάνειν τὰ πρὸς τὴν χρείαν, καὶ κοινωνοὺς αὐτοὺς διὰ τούτου παρασκευάζειν καὶ τῶν διὰ Χριστὸν θλίψεων καὶ τῶν ἐπὶ τούτοις ἀποκειμένων βραβείων. μὴ γὰρ νομίσητε, φησίν, ὅτι νῦν διὰ τὸ μακράν με γενέσθαι καὶ ἐν τόπῳ ἐν ᾧ τὸ κήρυγμα ὥσπερ ἐν ὑμῖν οὐκ ἐπλατύνθη, οὐδ' εἰσὶν οἱ προθύμως οὕτως τὰ πρὸς χρείαν ἐπιχορηγοῦντες, διὰ τοῦτο τὴν ὑμῶν χορηγίαν ἀπεδεξάμην καὶ ἠξίωσα ὑμᾶς κοινωνοὺς καὶ τῆς θλίψεώς μου καὶ τῆς μισθαποδοσίας γενέσθαι. καὶ γὰρ καὶ ἐγγὺς ἔτι ὢν καὶ πολλοὺς ἔχων εἴπερ ἤθελον τοὺς χορηγοῦντας, ὑμᾶς προέκρινα· καὶ ἐξερχόμενος γὰρ ἀπὸ Μακεδονίας καὶ ἐν Θεσσαλονίκῃ ὑμᾶς ἠξίουν χορηγοὺς εἶναι τῆς χρείας μου. μὴ νομίσητε δὲ ταῦτα λέγειν με καὶ ἐπαίρειν τὴν πρᾶξιν ὑμῶν ταύτην, ἵνα ἔτι καὶ ἔτι χορηγῆτε καὶ ταῖς χρείαις μου ὑπουργῆτε· τοσοῦτον γὰρ δέω διὰ τοῦτο εἰπεῖν αὐτά, ὅτι ἰδοὺ ἐγὼ λέγω· ἀπέχω πάντα, ἀντὶ τοῦ ἀπήλλαγμαι πρὸς πάντα τὰ πρὸς χρείαν. ἀπήλλαγμαι δὲ οἷον οὐκέτι χρείαν ἔχω τούτων. εἶτα ἵνα μὴ λυπήσῃ ὡς ἀπαξιῶν· οὐχί, φησίν, ἀλλ' ὅτι περισσεύω καὶ ἑξῆς.