Fragmenta in epistulam ad Kolossenses (in catenis) 314 Τὰ πολλὰ τῆς ἐπιστολῆς ταύτης δυσχερῆ ἔχει τὴν κατανόησιν διὰ τὸ πολλοὺς μὴ γινώσκειν τὴν ὑπό31

 εὐαγγέλιον, ἀλλ' ἤδη καὶ εἰς πάντα τὸν κόσμον, ὅπερ σημεῖον τῆς τοῦ Χριστοῦ δυνάμεώς ἐστι τῆς ἐνεργούσης ἐν τῷ κηρύγματι. Οὐ γὰρ ἠμελήθη, ἀλλὰ καρποφο

 δυνάμει διακρατεῖν τὰ πάντα κατὰ τὸ μυστήριον τὸ ἀποκεκρυμμένον ἐν τῷ θεῷ τῷ τὰ πάντα κτίσαντι. Ἵνα σοι δείξῃ ὅτι καὶ πρὸ πάντων ἐστίν, εἴρηκεν ὅτι κα

 μετασχεῖν αὐτῶν, ἀλλὰ δι' αὐτοῦ τοῦ Χριστοῦ. Kol 2,6-7 Εἰ καὶ τὸ περιπατῆσαι τῷ ἐρριζῶσθαι ἐναντίον εἶναι δοκεῖ, ἀλλ' ἐν τῷ προκειμένῳ οὐκ ἐναντίον ἐσ

 αὐτοῦ τοῦ θανάτου ἐλάνθανεν ὁ κύριος ἡμῶν ὅτι καὶ θεὸς ἦν καὶ θεοῦ υἱός, καὶ ταῖς μὲν θαυματουργίαις ἔπληττεν, τῷ δὲ σώματι ἐκαλύπτετο· διὸ καὶ ἐπείρα

 κεφαλὴν κρατεῖς τὸ σῶμα; κἂν γὰρ ἁρμονίας ἔχῃ λόγον συναπτούσης 326 δύο μέλη ἢ πλείονα τῶν ἀγγέλων ἡ δύναμις. ἀλλ' οὖν ἀπὸ τῆς κεφαλῆς ἔρχεται εἰς πάν

 δεσπόται κατὰ τὸ δίκαιον καὶ τὸ ἶσον αὐτοὺς ἀμείβεσθε ἐν τῇ προσηκούσῃ κηδεμονίᾳ. τὴν ἰσότητα οὖν κατὰ τὴν εὔνοιαν.

εὐαγγέλιον, ἀλλ' ἤδη καὶ εἰς πάντα τὸν κόσμον, ὅπερ σημεῖον τῆς τοῦ Χριστοῦ δυνάμεώς ἐστι τῆς ἐνεργούσης ἐν τῷ κηρύγματι. Οὐ γὰρ ἠμελήθη, ἀλλὰ καρποφορεῖ καὶ αὔξεται. 316,col2 Τὴν ἐλπίδα δὲ τὴν ἀποκειμένην τῆς ἀναστάσεως καὶ τῆς βασιλείας οὐκ ἀγγέλων διοίκησις κατώρθωσεν, ἀλλὰ Ἰησοῦ Χριστοῦ παρουσία. Καὶ τὸ εὐαγγέλιον δὲ τοῦ παρόντος εἰς ὑμᾶς, φησίν, οὐκ ἔστι ψεῦδος, ἵνα παροφθῇ· οὐδὲ εἰς μόνους ὑμᾶς ἔφθασεν, ἀλλ' εἰς πάντας ἀνθρώπους. καὶ οὐκ ἔφθασε μέν, παρηκούσθη δέ, ἀλλ' ἔστι καρποφορούμενον καὶ αὐξανόμενον. 317 Kol 1,7 Συνίστησι τὸν Ἐπαφρᾶν ἕνα ὄντα τῶν ἁγίων καὶ κατηχήσοντα αὐτούς, ἵνα μᾶλλον αὐτοῦ τῇ διδασκαλίᾳ προσέχωσιν. Kol 1,9 Τί δὲ ἦν τὸ θέλημα τοῦ θεοῦ; τὸ ἐπιγνῶναι ὑμᾶς καὶ εἰδέναι ὅτι οὐ δι' ἀγγέλων σωθῆναι ὑμᾶς δυνατὸν ἀλλὰ διὰ Ἰησοῦ Χριστοῦ. πῶς οὖν ἐπιγνωσόμεθα; ἐν σοφίᾳ πνευματικῇ, οὐ κοσμικῇ. Kol 1,11 Μάλιστα ἐπήγαγεν τῇ ὑπομονῇ τὴν μακροθυμίαν· ὑπομονὴ γὰρ ἄνευ μακροθυμίας οὐχ ἵσταται καὶ ἄνευ χαρᾶς ὑπομονὴ μισθὸν οὐκ ἔχει. δεῖ δὲ μάλιστα ἐν τούτοις καὶ χαρᾶς· οὐ γὰρ ὁ λυπούμενος ἐπὶ ταῖς θλίψεσι ταῖς διὰ Χριστόν, ἀλλ' ὁ χαίρων ἐπ' αὐταῖς ὑποδέχεται παρὰ τοῦ θεοῦ τὸν μισθόν. τίς δὲ ὁ μισθός; ἡ υἱοθεσία, ἡ κληρονομία, ἡ μετ' ἀγγέλων διαγωγή. Kol 1,13-14 Καὶ πρὸ τοῦ κατακλυσμοῦ καὶ μετὰ τὸν κατακλυσμόν, καὶ πρὸ τοῦ νόμου καὶ ἐν τῷ νόμῳ διηκόνουν οἱ ἄγγελοι τῷ θεῷ πρὸς τὴν ὑμετέραν σωτηρίαν. ἀλλ' οὐκ μετέστησεν ἡμᾶς ὁ θεὸς εἰς τὴν βασιλείαν αὐτοῦ, ἀλλὰ νῦν διὰ τοῦ κυρίου ἡμῶν, τοῦ μονογενοῦς αὐτοῦ, ἡ βασιλεία 318 αὐτοῦ ἡμῖν δεδώρηται. τὸ δὲ τοῦ υἱοῦ τῆς ἀγάπης αὐτοῦ, οὐχ ὅτι τῆς ἀγάπης τοῦ θεοῦ υἱός ἐστι ὁ Χριστός, ἀλλ' ὥσπερ υἱοὶ τῆς ἀπειθείας τινὲς καὶ υἱοὶ γεέννης ἕτεροι καὶ υἱὸς ἀπωλείας ὁ διάβολος καὶ ἄλλος υἱὸς τούτου ὠνομάσθη ᾧ προσέδραμε καὶ προσέθετο, οὐ φύσει ὢν υἱὸς ἀλλὰ τῇ τοῦ τρόπου οἰκειότητι, οὕτω καὶ ὁ σωτὴρ υἱὸς τῆς ἀγάπης τοῦ θεοῦ προσηγορεύθη, ὅτι οὐ μόνον τῇ φύσει υἱὸς θεοῦ ἀλλὰ καὶ τῇ τῆς ἀγάπης γνησιότητι· ἀγαπᾶ γάρ, φησίν, τὸν υἱὸν ὁ πατήρ, καὶ πάντα δέδωκεν αὐτῷ ὁ πατὴρ εἰς τὰς χεῖρας αὐτοῦ· ἢ ὅτι ἀγαπήσας ἡμᾶς ἔπαθεν ὑπὲρ ἡμῶν. οὕτω δὲ ἀναγνωστέον· εἰς τὴν βασιλείαν τῆς ἀγάπης τοῦ υἱοῦ αὐτοῦ. 317,col2 Καὶ πρὸ τοῦ κατακλυσμοῦ καὶ μετὰ κατακλυσμόν, πρὸ τοῦ νόμου καὶ ἐν τῷ νόμῳ ᾖσαν ἄγγελοι ὑπηρετούμενοι τῷ θεῷ πρὸς τὴν ἡμετέραν σωτηρίαν, ἀλλ' οὐδὲν κατώρθωσαν. νυνὶ δὲ ὁ θεὸς διὰ τῆς οἰκονομίας τοῦ κυρίου μετέστησεν ἡμᾶς εἰς τὴν βασιλείαν αὐτοῦ. ὃν ἠγάπησεν· 318,col2 ἀγγέλους μὲν γὰρ ὡς λειτουργοὺς ἀγαπᾷ, Χριστὸν δὲ ὡς υἱόν. οὐκ ἤγαγεν οὖν ὑμᾶς εἰς τὴν τῶν ἀγγέλων, ἀλλ' εἰς τὴν βασιλείαν τοῦ υἱοῦ τῆς ἀγάπης αὐτοῦ. ὑπὸ τὸν κληρονόμον ἐσμέν, οὐχ ὑπὸ τοὺς οἰκέτας. υἱὸν οὖν ἀγάπης λέγει, ἐπειδὴ ὡς υἱὸς ἀγαπᾶται, οὐκ ἐπειδὴ τῆς ἀγάπης τοῦ θεοῦ ἐστιν, οὐδὲ γὰρ οἱ υἱοὶ τῆς ἀπειθείας ταύτης υἱοὶ φύσει, οὐδὲ οἱ υἱοὶ τῆς γεέννης ταύτης τέκνα, οὐδὲ υἱὸς φύσει ἀπωλείας ὁ διάβολος, οὐδὲ υἱὸς ἁμαρτίας ὁ ἀντικείμενος· οὕτως οὐδὲ τῆς ἀγάπης υἱὸς ὁ κύριος. ἀλλ' ἐπειδή εἰσιν ἀγαπώμενοι δοῦλοι, ὁ δὲ υἱὸς ὡς υἱὸς ἀγαπᾶται, εἶπεν· τοῦ υἱοῦ τῆς ἀγάπης αὐτοῦ. -Η οὕτως· μετέστησεν ἡμᾶς εἰς τὴν βασιλείαν τῆς ἀγάπης τοῦ υἱοῦ αὐτοῦ. ἐπειδὴ ἀγαπήσας ἡμᾶς ὁ υἱὸς ἔπαθεν ὑπὲρ ἡμῶν, ἵνα τῆς βασιλείας αὐτοῦ καταξιώσῃ ἡμᾶς, διὰ τοῦτό φησιν· μετέστησεν ἡμᾶς εἰς τὴν βασιλείαν τοῦ υἱοῦ αὐτοῦ· τὸ γὰρ ἀπαράλλακτον ἔχων πρὸς τὸν γεγεννηκότα κατὰ τὸ ἀγαπῆσαι καὶ εὐεργετῆσαι τοὺς ἁμαρτωλούς, εἰκών ἐστι τοῦ πατρός. 319 Kol 1,15-17 Βούλεται εἰπεῖν ὅτι προῆν· εἰ γὰρ μὴ προῆν πάντων, πῶς τὰ πάντα ἐν αὐτῷ κτίζεται; ἐν αὐτῷ δὲ εἶπε κτίζεσθαι τὰ πάντα, ἵνα ἀποστάντες τοῦ ἐλπίζειν εἰς ἀγγέλους ἐλπίδα ἔχωμεν εἰς Χριστόν· τὸ δὲ ἐν αὐτῷ ἀντὶ τοῦ δι' αὐτοῦ. ταῦτα δὲ εἴρηται πρὸς Ἰουδαίους, ἵνα μὴ ἐκ τότε νομίσωσιν εἶναι ἐξ οὗ γέγονεν ἐν σώματι μετ' αὐτῶν. τὰ πάντα δι' αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται. ἀντὶ τοῦ εἰς αὐτὸν ἀνατρέχει τῆς κτίσεως ἡ αἰτία· ἢ εἰς αὐτὸν εἶπεν, ὅτι οὐδὲν τῶν κτισθέντων ἔξω αὐτοῦ, ἀλλὰ πάντα ὑπ' αὐτοῦ περιέχεται. καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκεν· ἤτοι δι' αὐτοῦ, ἢ ἀντὶ τοῦ ἐν βουλήσει αὐτοῦ καὶ