Fragmenta in epistulam ad Kolossenses (in catenis) 314 Τὰ πολλὰ τῆς ἐπιστολῆς ταύτης δυσχερῆ ἔχει τὴν κατανόησιν διὰ τὸ πολλοὺς μὴ γινώσκειν τὴν ὑπό31

 εὐαγγέλιον, ἀλλ' ἤδη καὶ εἰς πάντα τὸν κόσμον, ὅπερ σημεῖον τῆς τοῦ Χριστοῦ δυνάμεώς ἐστι τῆς ἐνεργούσης ἐν τῷ κηρύγματι. Οὐ γὰρ ἠμελήθη, ἀλλὰ καρποφο

 δυνάμει διακρατεῖν τὰ πάντα κατὰ τὸ μυστήριον τὸ ἀποκεκρυμμένον ἐν τῷ θεῷ τῷ τὰ πάντα κτίσαντι. Ἵνα σοι δείξῃ ὅτι καὶ πρὸ πάντων ἐστίν, εἴρηκεν ὅτι κα

 μετασχεῖν αὐτῶν, ἀλλὰ δι' αὐτοῦ τοῦ Χριστοῦ. Kol 2,6-7 Εἰ καὶ τὸ περιπατῆσαι τῷ ἐρριζῶσθαι ἐναντίον εἶναι δοκεῖ, ἀλλ' ἐν τῷ προκειμένῳ οὐκ ἐναντίον ἐσ

 αὐτοῦ τοῦ θανάτου ἐλάνθανεν ὁ κύριος ἡμῶν ὅτι καὶ θεὸς ἦν καὶ θεοῦ υἱός, καὶ ταῖς μὲν θαυματουργίαις ἔπληττεν, τῷ δὲ σώματι ἐκαλύπτετο· διὸ καὶ ἐπείρα

 κεφαλὴν κρατεῖς τὸ σῶμα; κἂν γὰρ ἁρμονίας ἔχῃ λόγον συναπτούσης 326 δύο μέλη ἢ πλείονα τῶν ἀγγέλων ἡ δύναμις. ἀλλ' οὖν ἀπὸ τῆς κεφαλῆς ἔρχεται εἰς πάν

 δεσπόται κατὰ τὸ δίκαιον καὶ τὸ ἶσον αὐτοὺς ἀμείβεσθε ἐν τῇ προσηκούσῃ κηδεμονίᾳ. τὴν ἰσότητα οὖν κατὰ τὴν εὔνοιαν.

μετασχεῖν αὐτῶν, ἀλλὰ δι' αὐτοῦ τοῦ Χριστοῦ. Kol 2,6-7 Εἰ καὶ τὸ περιπατῆσαι τῷ ἐρριζῶσθαι ἐναντίον εἶναι δοκεῖ, ἀλλ' ἐν τῷ προκειμένῳ οὐκ ἐναντίον ἐστίν· δηλοῖ γὰρ ἡμῖν πᾶσι τὸ 322 ἐρριζῶσθαι τὸ ἀσάλευτον τῆς πίστεως, τὸ δὲ ἐν Χριστῷ περιπατεῖν τὸ ἐναργῶς τῇ αὐτῇ πολιτείᾳ κατ' ἴχνος βαδίζειν Χριστοῦ. Kol 2,9-10 Τὴν ἐκκλησίαν λέγει ἅτε δὴ πεπληρωμένην τῆς θεότητος τοῦ πατρός. ὁ δὲ νοῦς ἐστι τοιοῦτος· ἡ ἐκκλησία πλήρης ἐστίν, ἐν τῷ Χριστῷ δὲ κατοικεῖ σωματικῶς, τοῦτ' ἔστιν ὡς σῶμα ἡνωμένον κεφαλῇ, καὶ πανταχοῦ κεφαλὴν τῆς ἐκκλησίας τὸν Χριστὸν λέγει. καὶ ἐστὲ ἐν αὐτῷ πεπληρωμένοι, ἀντὶ τοῦ δι' αὐτοῦ πεπληρωμένοι. πεπληρωμένοι δὲ τίνος; δηλονότι τοῦ ἁγίου πνεύματος. ὅς ἐστι κεφαλὴ πάσης ἀρχῆς καὶ ἐξουσίας. οὐ μόνον, φησί, τῆς ἐκκλησίας ἐστὶ κεφαλή-τοῦτο γὰρ τῆς οἰκονομίας ἴδιον-ἀλλὰ καὶ πάσης ἀοράτου δυνάμεως, ἐπεὶ καὶ δημιουργὸς αὐτῆς ἐστιν. Τὴν ἐκκλησίαν λέγει πεπληρωμένην ὑπὸ τῆς θεότητος αὐτοῦ, καθὼς ἀλλαχοῦ φησιν· τοῦ τὰ πάντα ἐν πᾶσι πληρουμένου. τὸ δὲ σωματικῶς ἐνταῦθα ὡς ἐν κεφαλῇ σῶμα. πῶς οὖν οὐκ ἐπήγαγεν· ἥτις ἐστὶν ἡ ἐκκλησία; Kol 2,11 Τοῦτ' ἔστι περιτεμὼν ἡμᾶς ἐκ τῆς ἁμαρτίας τῆς σαρκὸς διὰ τοῦ βαπτίσματος ἐζωοποίησεν ἑαυτῷ. ὥστε τὸ ἐν Χριστῷ βάπτισμα περιτομὴ πνευματική· περικόπτει γὰρ τῶν πιστευόντων τὰς ἁμαρτίας. Kol 2,12-13 ∆ιὰ γὰρ τοῦ βαπτίσματος ἡ περιαίρεσις καὶ ἡ περιτομὴ τῶν ἁμαρτιῶν. συνταφέντες αὐτῷ ἐν τῷ βαπτίσματι, ἐν ᾧ καὶ συνηγέρθητε. οἱ βαπτιζόμενοι ἐν τῷ αἵματι τοῦ Χριστοῦ κοινωνεῖν αὐτῷ τοῦ θανάτου ὁμολογοῦσι διὰ τοῦ βαπτίσματος· κοινωνήσαντες δὲ αὐτῷ τοῦ θανάτου, ἀKolούθως καὶ τῆς ἀναστάσεως ἀπολαύσουσιν. ἔστι δὲ διπλοῦς ὁ τῆς ἀναστάσεως λόγος· ὁ μὲν γὰρ εἷς πνευματικός, ὁ δὲ ἕτερος σωματικός. ἀναστήσεται μὲν γὰρ πᾶσα σὰρξ ἀνθρώπων διὰ τὴν Χριστοῦ ἐκ νεκρῶν ἀνάστασιν, ἀλλ' ὅσοι μὲν οὐκ ἐβαπτίσθησαν ἐν Χριστῷ, ἀλλ' ἐναπέθανον αὐτῶν τῇ ἀπιστίᾳ, οὗτοι τῆς μὲν κοινῆς ἀναστάσεως μεθέξουσιν, τῆς δὲ ἀπολυτρώσεως καὶ τῆς ἐπαγγελίας οὐκ 323 ἀπολαύσουσιν. ὅσοι δὲ εἰς Χριστὸν ἐβαπτίσθησαν, οὗτοι καὶ πρὸ τῆς κοινῆς ἀναστάσεως ἑτέρας ἀναστάσεως δωρεὰν ἐκέρδαναν· ἤδη γὰρ ἀπὸ τοῦ θανάτου τῶν ἁμαρτιῶν ἐξανέστησαν. διὸ καὶ εἶπεν· ἐν ᾧ καὶ συνηγέρθητε, οὐκ «ἐν ᾧ συνεγερθήσεσθε». οἱ οὖν ἐγερθέντες ἀπὸ τοῦ θανάτου τῶν ἁμαρτιῶν πῶς ἔτι πολιτεύσονται ὡς πάλιν ἀποθανούμενοι; οὐκοῦν μάτην ἀνέστησαν; εἰ δὲ ὡς ἀεὶ ζήσοντες, οὐκ ἄρα κατὰ σάρκα διαζῶσι ταῖς ἐπιθυμίαις τῆς σαρκὸς δουλεύοντες, ἀλλὰ κατὰ πνεῦμα πολιτεύσονται. σῶμα ἁμαρτίας καλεῖ τὰς πράξεις τὰς ἀτόπους· αὗται γὰρ διὰ σώματος τελοῦνται. περιτομὴ οὖν Χριστοῦ τὸ βάπτισμα· περιαιρεῖ γὰρ τὸ σῶμα τῆς ἁμαρτίας τὴν ἀκροβυστίαν. ὡς περιττὸν δὲ ἀκροβυστία Ἰουδαίῳ, οὕτως ἁμαρτία ψυχῇ καὶ σώματι. διόλου δὲ τῇ τροπῇ παρέμεινεν. ἀκροβυστίαν δὲ σαρκὸς τὴν ἁμαρτίαν λέγει. Kol 2,14-15 Ὅτε ἐδόθη ὁ νόμος ὁ καταρώμενος τοὺς παραβαίνοντας, πᾶς ὁ λαὸς Ἰσραὴλ ἑστὼς ἐβόα, καὶ συγκατετίθετο τοῖς λεγομένοις καταδεχόμενος αὐτά, καὶ ἡ συγκατάθεσις ὥσπερ χειρόγραφον γέγονεν. τοῦτο οὖν τὸ χειρόγραφον, τὴν συγκατάθεσιν τὴν πρὸς τὸν νόμον, ἐξήλειψε τοῖς ἑαυτοῦ δόγμασιν ὁ Χριστός· ἐδογμάτισε γὰρ κατὰ τῶν ἐπιτηρήσεων τοῦ νόμου, ὡς ἐπὶ τῶν βρωμάτων ὅτι οὐ τὰ εἰσερχόμενα ἀλλὰ τὰ ἐξερχόμενα κοινοῖ τὸν ἄνθρωπον, καὶ ἐπὶ τῆς τηρήσεως τοῦ σαββάτου, ὅτι ἐν τῷ σαββάτῳ ἐθεράπευσεν· καὶ ἕτερα τοιαῦτα πολλά τις ἐπιτηρήσας εὑρήσει. προηγουμένως οὖν τοῦ νόμου τὰς τιμωρίας τὰς κατὰ τῶν ἁμαρτωλῶν τοῖς δόγμασι τῆς ἁμαρτίας κατήργησεν, δοὺς ἄφεσιν ἁμαρτιῶν καὶ μετάνοιαν εἰς σωτηρίαν. ἐπειδὴ δὲ ἐν ταῖς κατάραις ὁ λαὸς ἔλεγε τὸ ἀμήν, ὥσπερ ὑπόγραφον χειρόγραφον ἐβλήθη. Ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας ἐδειγμάτισεν ἐν παρρησίᾳ, 324 θριαμβεύσας ἐν τῷ σταυρῷ. ἐπειδὴ διὰ τῆς ἀπεκδύσεως καὶ τῆς ἀποθέσεως τῆς σαρκὸς τὰς ἐναντίας δυνάμεις καθεῖλεν, ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας ἐδειγμάτισεν ἐν παρρησίᾳ, θριαμβεύσας αὐτοὺς ἐν αὐτῷ. μέχρι γὰρ τοῦ σταυροῦ καὶ