Fragmenta in epistulam ad Kolossenses (in catenis) 314 Τὰ πολλὰ τῆς ἐπιστολῆς ταύτης δυσχερῆ ἔχει τὴν κατανόησιν διὰ τὸ πολλοὺς μὴ γινώσκειν τὴν ὑπό31

 εὐαγγέλιον, ἀλλ' ἤδη καὶ εἰς πάντα τὸν κόσμον, ὅπερ σημεῖον τῆς τοῦ Χριστοῦ δυνάμεώς ἐστι τῆς ἐνεργούσης ἐν τῷ κηρύγματι. Οὐ γὰρ ἠμελήθη, ἀλλὰ καρποφο

 δυνάμει διακρατεῖν τὰ πάντα κατὰ τὸ μυστήριον τὸ ἀποκεκρυμμένον ἐν τῷ θεῷ τῷ τὰ πάντα κτίσαντι. Ἵνα σοι δείξῃ ὅτι καὶ πρὸ πάντων ἐστίν, εἴρηκεν ὅτι κα

 μετασχεῖν αὐτῶν, ἀλλὰ δι' αὐτοῦ τοῦ Χριστοῦ. Kol 2,6-7 Εἰ καὶ τὸ περιπατῆσαι τῷ ἐρριζῶσθαι ἐναντίον εἶναι δοκεῖ, ἀλλ' ἐν τῷ προκειμένῳ οὐκ ἐναντίον ἐσ

 αὐτοῦ τοῦ θανάτου ἐλάνθανεν ὁ κύριος ἡμῶν ὅτι καὶ θεὸς ἦν καὶ θεοῦ υἱός, καὶ ταῖς μὲν θαυματουργίαις ἔπληττεν, τῷ δὲ σώματι ἐκαλύπτετο· διὸ καὶ ἐπείρα

 κεφαλὴν κρατεῖς τὸ σῶμα; κἂν γὰρ ἁρμονίας ἔχῃ λόγον συναπτούσης 326 δύο μέλη ἢ πλείονα τῶν ἀγγέλων ἡ δύναμις. ἀλλ' οὖν ἀπὸ τῆς κεφαλῆς ἔρχεται εἰς πάν

 δεσπόται κατὰ τὸ δίκαιον καὶ τὸ ἶσον αὐτοὺς ἀμείβεσθε ἐν τῇ προσηκούσῃ κηδεμονίᾳ. τὴν ἰσότητα οὖν κατὰ τὴν εὔνοιαν.

δυνάμει διακρατεῖν τὰ πάντα κατὰ τὸ μυστήριον τὸ ἀποκεκρυμμένον ἐν τῷ θεῷ τῷ τὰ πάντα κτίσαντι. Ἵνα σοι δείξῃ ὅτι καὶ πρὸ πάντων ἐστίν, εἴρηκεν ὅτι καὶ πρωτότοκος πάσης κτίσεως γεγεννημένος. καὶ τῇ ἐπαγωγῇ πλέον τοῦτο δείκνυσιν, λέγων ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα. εἰ δὲ μὴ ἦν πρὸ πάντων, πῶς ἐν αὐτῷ τὰ πάντα ἐκτίζετο; ὥστε τὸ πρωτότοκος οὐ κυρίως εἴληπται, ἐπεὶ ἐναντίον ἐστὶ τῷ μονογενεῖ· φύσει γὰρ μὲν μονογενής ἐστιν ὁ μόνος πατρί, πρωτότοκος δὲ ὁ ἔχων ἄλλους ἀδελφοὺς ὧν ἐστι πρῶτος. καὶ ἑκάτερα λαμβάνεσθαι κυρίως οὐκ ἐγχωρεῖ. ἐν αὐτῷ δὲ εἶπεν ἐκτίσθαι τὰ πάντα, ἵνα ἀποστάντες τοῦ ἐλπίζειν εἰς ἀγγέλους, τὰς ἐλπίδας ἔχωμεν ἐν Χριστῷ. καὶ ταύτην ἔχει τὴν αἰτίαν τῆς θεολογίας ὁ Παῦλος καὶ τοῦ δημιουργὸν αὐτὸν δεῖξαι πάσης κτίσεως. τὸ δὲ ἐν αὐτῷ ἀντὶ τοῦ δι' αὐτοῦ λέγεται. Kol 1,18 Ὥσπερ πρωτότοκον πάσης κτίσεως ἔλεγεν αὐτὸν πρὸ τῆς κτίσεως ὄντα, οὕτως πρωτότοκον ἐκ νεκρῶν πρὸ τῶν ἄλλων νεκρῶν εἰς ἀφθαρσίαν ἀναστάντα. οὐ γὰρ ἄν τις εἴποι ὅτι ἀναστάντες οἱ νεκροὶ ἀδελφοὶ πάντες ἔσονται τοῦ Χριστοῦ, καὶ διὰ τοῦτο πρὸς τὸ τέλος εἴρηται· οἱ γὰρ πλείους ἁμαρτωλοὶ καὶ ἀσεβεῖς. ὥστε καὶ ἐν τῷ προκειμένῳ ὁ χρόνος παρέλκει ὡς καὶ ἐνταῦθα. Ἵνα γένηται ἐν πᾶσι πρωτεύων. ἐν πᾶσι, ποίοις; τοῖς κατ' οἰκονομίαν· πρῶτος γὰρ ἐν ὑπακοῇ, πρῶτος ἐν τῷ βαπτίσματι, πρῶτος ἐν πολιτείᾳ, πρῶτος 3ἐν πάθει, πρῶτος ἐκ νεκρῶν, ὥστε εἰκότως ἐν πᾶσι πρωτεύειν, τοῖς ἑπομένοις ἀρχὴ γεγονώς. 319,col2 Καὶ αὐτός ἐστιν ἡ κεφαλὴ τοῦ σώματος, τῆς ἐκκλησίας. δημιουργὸς μὲν τῆς 320,col2 κτίσεως, δημιουργὸς δὲ καὶ τῆς ἡμετέρας ἐπιστροφῆς. Ἵνα γένηται ἐν πᾶσιν αὐτὸς πρωτεύων. εἰ γὰρ κεφαλὴ τῆς ἐκκλησίας καὶ πρωτότοκος ἐκ τῶν νεκρῶν, καὶ ἐν πολιτείᾳ πρῶτος, καὶ ἐν παθήμασι πρῶτος, καὶ ἐν ὑπακοῇ πρῶτος, καὶ ἐν βαπτίσματι πρῶτος· ἐν πᾶσιν αὐτὸς πρωτεύει κατὰ τὴν οἰκονομίαν. Kol 1,19- Τοῦτο τὴν ἀKolουθίαν ἔχει πρὸς τὸ αὐτός ἐστι κεφαλὴ τῆς ἐκκλησίας. πλήρωμα δὲ εἶπε τὴν ἐκκλησίαν, καλῶς καὶ ἤδη αὐτῷ εἴρηται διὰ τὸ πεπληρῶσθαι αὐτὴν πνεύματος ἁγίου. φησὶ δὲ ὅτι ηὐδόκησεν ὁ Χριστὸς πᾶν τὸ πλήρωμα ἐν αὐτῷ κατοικεῖν καὶ οὕτω δι' ἑαυτοῦ ἀποκαταλλάξαι καὶ ἑνωποιῆσαι τὰ πάντα εἰς ἑαυτόν. Ἐν τῇ πρὸς Ἐφεσίους ἐδείκνυεν ὅτι πλήρωμα θεοῦ ἡ ἐκκλησία λέγεται. ηὐδόκησεν οὖν ὁ θεὸς τὸ πλήρωμα ἑαυτοῦ, τοῦτ' ἔστι τὴν ἐκκλησίαν τὴν πεπληρωμένην αὐτοῦ, ἐν τῷ Χριστῷ οἷα ἐν κεφαλῇ ἰδίᾳ οἰκῆσαι, τοῦτ' ἔστιν αὐτῷ στοιχεῖν καὶ αὐτοῦ ἐξῆφθαι, ἀλλὰ μὴ ἀγγέλων-ηὐδόκησε γὰρ δι' αὐτοῦ ἀποκαταλλάξαι πάντα, οὐ δι' ἀγγέλων- καὶ γὰρ τὰ ὑπὲρ τοῦ κόσμου κατορθώματα διὰ τοῦ Χριστοῦ. Kol 1,21-22 Καὶ διὰ τοιούτου αὐτοὺς διδάσκει ὅτι οὐκ ἄγγελοι αὐτοὺς καταλλάξουσι τῷ θεῷ ἀλλ' ὁ υἱός· φησὶ γάρ· ἀποκατήλλαξεν ἡμᾶς ἐν τῷ σώματι τῆς σαρκὸς αὐτοῦ. 321 Kol 1,23 Οὐ μέχρις ὑμῶν μόνον ἔφθασε τὸ εὐαγγέλιον ἀλλὰ καὶ εἰς πᾶσαν τὴν οἰκουμένην· ἀλλ' οὐδεὶς οὐδαμοῦ μετακεκίνηται, ἀλλὰ μένουσι πάντες ἑδραῖοι. διὸ καὶ τὰ νῦν ἀσφαλίζεσθε. Kol 1,24 Εἴ τι, φησίν, ὑστέρημα πρὸς τὸ παθεῖν, ἀλλ' ἀναπληρῶ τὰ ὑπολειπόμενα τῶν θλίψεων διὰ τὸν Χριστόν, χαίρω πάσχων ὑπὲρ ὑμῶν. διὰ τί δὲ ὑπὲρ ὑμῶν; ὅτι διὰ τὸ κηρύττειν αὐτοῖς ἔπασχεν. Καὶ γὰρ εἰ ὁ Χριστός ἐστιν ἡ κεφαλὴ τοῦ σώματος, τῆς ἐκκλησίας, αἱ διὰ τῶν ἐπανισταμένων τῷ λόγῳ τῆς ἀληθείας ἐπεγειρόμεναι θλίψεις τῇ ἐκκλησίᾳ, Χριστοῦ θλίψεις καὶ μάλα εἰκότως ὀνομάζονται, ὁ ταῖς θλίψεσι ταύταις ἐνευδοκιμῶν καὶ ἐναθλῶν οὐκ ἔξω σκοποῦ φήσειεν ἀνταναπληροῦν τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ. Kol 1,26-27 Μυστήριον μέν ἐστιν ἡ οἰκονομία καὶ ἡ ἐνανθρώπησις τοῦ Χριστοῦ, δόξα δὲ τοῦ μυστηρίου ἡ ἀνάστασις ἡ ἐκ νεκρῶν, πλοῦτος δὲ ὁ πολὺς ἔλεος ὁ ἐκ τῆς ἀφέσεως τοῦ βαπτίσματος, καὶ δωρεῖται τοῖς βαπτιζομένοις τὴν ἀναγέννησιν. τίς ὁ πλοῦτος τῆς δόξης τοῦ μυστηρίου τούτου; μὴ πτωχοί, φησί, γένησθε προστασίαις ἀγγέλων ὑποτρέχοντες. Πλοῦτος ἡμῖν, φησί, Χριστὸς ἐδόθη. μὴ γενώμεθα πτωχοὶ εἰς ἀγγέλων προστασίας τραπέντες. Kol 2,3 Εἰ ἐν τῷ Χριστῷ εἰσιν ἀπόκρυφοι τῆς γνώσεως θησαυροί, δῆλον ὡς οὐ δι' ἀγγέλων