Fragmenta in epistulam ad Kolossenses (in catenis) 314 Τὰ πολλὰ τῆς ἐπιστολῆς ταύτης δυσχερῆ ἔχει τὴν κατανόησιν διὰ τὸ πολλοὺς μὴ γινώσκειν τὴν ὑπό31

 εὐαγγέλιον, ἀλλ' ἤδη καὶ εἰς πάντα τὸν κόσμον, ὅπερ σημεῖον τῆς τοῦ Χριστοῦ δυνάμεώς ἐστι τῆς ἐνεργούσης ἐν τῷ κηρύγματι. Οὐ γὰρ ἠμελήθη, ἀλλὰ καρποφο

 δυνάμει διακρατεῖν τὰ πάντα κατὰ τὸ μυστήριον τὸ ἀποκεκρυμμένον ἐν τῷ θεῷ τῷ τὰ πάντα κτίσαντι. Ἵνα σοι δείξῃ ὅτι καὶ πρὸ πάντων ἐστίν, εἴρηκεν ὅτι κα

 μετασχεῖν αὐτῶν, ἀλλὰ δι' αὐτοῦ τοῦ Χριστοῦ. Kol 2,6-7 Εἰ καὶ τὸ περιπατῆσαι τῷ ἐρριζῶσθαι ἐναντίον εἶναι δοκεῖ, ἀλλ' ἐν τῷ προκειμένῳ οὐκ ἐναντίον ἐσ

 αὐτοῦ τοῦ θανάτου ἐλάνθανεν ὁ κύριος ἡμῶν ὅτι καὶ θεὸς ἦν καὶ θεοῦ υἱός, καὶ ταῖς μὲν θαυματουργίαις ἔπληττεν, τῷ δὲ σώματι ἐκαλύπτετο· διὸ καὶ ἐπείρα

 κεφαλὴν κρατεῖς τὸ σῶμα; κἂν γὰρ ἁρμονίας ἔχῃ λόγον συναπτούσης 326 δύο μέλη ἢ πλείονα τῶν ἀγγέλων ἡ δύναμις. ἀλλ' οὖν ἀπὸ τῆς κεφαλῆς ἔρχεται εἰς πάν

 δεσπόται κατὰ τὸ δίκαιον καὶ τὸ ἶσον αὐτοὺς ἀμείβεσθε ἐν τῇ προσηκούσῃ κηδεμονίᾳ. τὴν ἰσότητα οὖν κατὰ τὴν εὔνοιαν.

αὐτοῦ τοῦ θανάτου ἐλάνθανεν ὁ κύριος ἡμῶν ὅτι καὶ θεὸς ἦν καὶ θεοῦ υἱός, καὶ ταῖς μὲν θαυματουργίαις ἔπληττεν, τῷ δὲ σώματι ἐκαλύπτετο· διὸ καὶ ἐπείρασεν αὐτὸν ὁ σατανᾶς, βουλόμενος μαθεῖν εἰ αὐτός ἐστιν ὁ ὑπὸ τῶν προφητῶν κηρυττόμενος, ἵνα εἰ μάθῃ ὅτι αὐτός ἐστιν, ἐμποδίσῃ τὴν οἰκονομίαν. ἀλλ' οὐδὲν ἤνυεν ὁ πονηρός, οὐδὲ γὰρ ἠδυνήθη μαθεῖν· τέως οὖν ἐλάνθανεν ὁ Χριστός. ἐπειδὴ δὲ προσηλώθη καὶ ἀπέθανε καὶ ἐτάφη καὶ ἀνέστη καὶ πάντα τὰ τῆς οἰκονομίας ἐπλήρωσεν, ἀπεξεδύσατο μὲν τὸ λανθάνειν, γυμνῇ δὲ τῇ κεφαλῇ ὁρᾶν τὴν θεότητα μετὰ τοῦ σώματος οὖσαν ἐδείκνυεν. πρῶτον μὲν οὖν ἦν ἔργον θεοῦ ἡ ἐκ νεκρῶν ἀνάστασις, εἶτα ἡ εἰς οὐρανοὺς ἄνοδος, ἔπειτα ἡ διὰ τῶν ὑπηρετῶν καὶ τῶν ἄλλων ἁγίων ἐν τῷ ὀνόματι αὐτοῦ ἐνέργεια. ἀπεκδυσάμενος οὖν τὸ λανθάνειν ἐν παρρησίᾳ τὰς ἐναντίας ἐδειγμάτισεν ἐξουσίας. καὶ τίς τούτων ὁ δειγματισμός; ὅτι ἀσθενέστεροι τῶν ἀνθρώπων γεγόνασιν, ὅτι πατοῦνται, ὅτι ὑπ' αὐτῶν ἐμπαίζονται ἐν τῷ ὀνόματι τοῦ κυρίου. ἄλλοι δὲ τὸ ἀπεκδυσάμενος ἀντὶ τοῦ ἐκδύσας ἐξέλαβον. 323,col2 Τὸ καθ' ἡμῶν δὲ χειρόγραφον πῶς ἐξήλειψεν; ὅτε ἐδόθη ὁ νόμος ὁ καταρώμενος τοὺς παραβαίνοντας, πᾶς ὁ λαὸς Ἰσραὴλ ἐπεβόησεν δεχόμενος καὶ συντιθέμενος· ὥσπερ οὖν χειρόγραφον ἡ συγκατάθεσις γέγονεν. τοῦτο οὖν τὸ χειρόγραφον ἐξήλειψε τοῖς δόγμασιν. ποίοις; τοῖς ἀπαλλάττουσι μὲν τῆς κατὰ νόμον πολιτείας, παρέχουσι δὲ τὴν ἐν χάριτι πολιτείαν. Ἐπειδὴ ὑπὲρ ἡμῶν ἐπολιτεύσατο, τὴν παρακοὴν λύων καὶ τὴν 324,col2 ἁμαρτίαν ἀναιρῶν, προσηνέχθη καὶ τὰς ἁμαρτίας ἡμῶν ἐβάστασεν. ταύτας δὲ ἀπολλὺς καθεῖλε τὴν δύναμιν τὴν διαβολικήν, ἀντὶ τοῦ εἰπεῖν ἐκδύσας τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας ἐδειγμάτισεν ἀπεκδυσάμενος, καὶ διὰ ταύτης τῆς ἐκδύσεως θριαμβεύσας καὶ παραδειγματίσας τὰς ἀντικειμένας δυνάμεις. ἐν ἑαυτῷ οὖν ἐκείνας ἀπεξεδύσατο, καὶ ἐκείνας ἐθριάμβευσεν δι' ὧν ἔπαθεν καὶ κατώρθωσεν. Kol 2,16-18α Μὴ οὖν τις ὑμᾶς κρινέτω. διδάσκει ὅτι ὁ νόμος κατήργηται, ἐξαλείψαντος τὸ καθ' ἡμῶν χειρόγραφον τοῦ Χριστοῦ. διδάσκει δὲ ὅτι καὶ ὁ πονηρὸς καταπέπτωκεν ἀπεκδυσαμένου τοῦ κυρίου καὶ παραδειγματίσαντος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας. παραγγέλλει λοιπὸν μηκέτι τούτοις ὑπακούειν τοῖς καταργηθεῖσι διὰ τῆς τοῦ Χριστοῦ ἐνεργείας· ὥστε μήτε Ἰουδαίοις, φησίν, ἀναπείθουσιν ὑμᾶς φυλάττειν τὰ ἐν τῷ νόμῳ ὑπάγεσθε. σκιὰ γὰρ ἦν ἐκεῖνα τοῦ σώματος τοῦ Χριστοῦ, ὅ ἐστιν ἡ ἐκκλησία. ἡ δὲ σκιὰ προτρέχει μὲν τοῦ σώματος, ὑπό325 στασιν δὲ δι' ἑαυτῆς οὐκ ἔχει. διό φησιν· νόμῳ μὴ ὑπακούετε. ἀλλὰ μὴν μηδὲ Ἕλλησι μετάγουσιν ὑμᾶς εἰς τὸ προσκυνεῖν ἀγγέλοις ἢ τοῖς στοιχείοις τοῦ κόσμου τούτου· ἐμβατεύουσι γὰρ ἃ μὴ ἑωράκασιν ἀπ' ἰδίου νοὸς καὶ ἀπ' ἰδίου λογισμοῦ καθαιρόμενοι. τὸ οὖν μή τις ὑμᾶς κρινέτω περὶ Ἰουδαίων εἴρηται, τὸ δὲ μή τις ὑμᾶς καταβραβευέτω περὶ Ἑλλήνων. φησὶ δέ· μηδεὶς ὑμῖν ἐπιβουλευέτω νικῶσιν ἤδη καὶ καταγωνιζομένοις τὸν πονηρόν. 324,col2 Ἅ ἐστι σκιὰ τῶν μελλόντων, τὸ δὲ σῶμα Χριστοῦ. 325,col2 ὅτε ἐγένετο ταῦτα, φησί, σκιὰ ἦν τῶν μελλόντων· ἡ δὲ σκιὰ προτρέχει τοῦ σώματος. ἐπειδὴ τοίνυν ἡ σκιὰ τὰ νόμιμα, τί τὸ σῶμα; οὐ σκιὰ τὰ Χριστοῦ. ἐλθόντος οὖν τοῦ σώματος, περιττὴ ἡ σκιά. Kol 2,18β Ποία ταπεινοφροσύνη; ἐν τῷ λέγειν ὅτι ἡμεῖς μὲν ταπεινοί ἐσμεν, ὁ δὲ θεὸς μέγας καὶ ὑπερβαίνων τὸ ὑφ' ἡμῶν θεραπεύεσθαι. ἐπεὶ οὖν μέχρις αὐτοῦ οὐ φθάνομεν, διὰ τῶν ἀγγέλων αὐτοῦ ἐξιλεούμεθα αὐτὸν καὶ προσαγόμεθα αὐτῷ. καὶ ἀνωτέρω δὲ ἔλεγεν· ὅς ἐστι κεφαλὴ πάσης ἀρχῆς καὶ ἐξουσίας, καὶ νῦν φησιν· διὰ τί ἐπὶ τὰ στοιχεῖα καὶ ἀγγέλους ἔρχεσθε, καταλελοιπότες τούτων τὴν κεφαλήν, ὅπερ ἐστὶν ὁ Χριστός; Ἐπειδὴ ἔλεγον ὅτι ὁ θεὸς μέγας ἐστίν, ἀκατάληπτός ἐστιν, ἀόρατός ἐστιν, καὶ οὐ φθάνομεν ἐκεῖ. διὰ τοῦτο ἐπειδὴ οὐ χωροῦμεν τὸν μέγαν, διὰ τῶν ἀγγέλων προσαγόμεθα. καὶ ταύτην ταπεινοφροσύνην φησίν. Kol 2,19 Ἐντεῦθεν ἔδειξε τὸν σκοπὸν ὃν λέγομεν, ὅτι διὰ τὸ τινὰς παραινεῖν δι' ἀγγέλων προσάγεσθαι, διὰ τοῦτο ἐκινήθη. δεῖ, φησί, τῆς κεφαλῆς ἔχεσθαι· κεφαλὴ γάρ ἐστι τοῦ παντὸς ὁ θεὸς λόγος. τί οὖν ἀφεὶς τὴν