Οἴεσθέ με ἴσως, ὦ φίλοι καὶ ἀδελφοὶ καὶ πατέρες, τὸ γλυκὺ καὶ πρᾶγμα καὶ ὄνομα, θρήνους ἐπιβαλοῦντα τῷ ἀπελθόντι καὶ ὀδυρμούς, ὑποδέχεσθαι προθύμως τὸ

 Καισαρίῳ πατέρες μέν, ἵν' ἐντεῦθεν ἄρξωμαι ὅθεν ἡμῖν πρεπωδέστατον, οὓς πάντες γινώσκετε, καὶ ὧν τὴν ἀρετὴν καὶ ὁρῶντες καὶ ἀκούοντες ζηλοῦτέ « τε » κ

 Πατὴρ μὲν ἐκ τῆς ἀγριελαίου καλῶς ἐγκεντρισθεὶς εἰς τὴν καλλιέλαιον, καὶ τοσοῦτον κοινωνήσας τῆς πιότητος, ὥστε καὶ ἄλλους ἐγκεντρίζειν πιστευθῆναι κα

 Μήτηρ δὲ ἄνωθεν μὲν καὶ ἐκ προγόνων καθιερωμένη Θεῷ, καὶ κλῆρον ἀναγκαῖον οὐκ εἰς ἑαυτὴν μόνον, ἀλλὰ καὶ τοὺς ἐξ αὑτῆς κατάγουσα τὴν εὐσέβειαν, ἐξ ἁγί

 Καὶ ταῦτα διῆλθον, οὐ τούτους ἐγκωμιάσαι βουλόμενος, οὐδὲ ἀγνοῶν ὅτι μόλις ἄν τις τῆς ἀξίας ἐφίκοιτο, καὶ ὅλην ὑπόθεσιν λόγου τὸν τούτων ἔπαινον ἐνστη

 Ὑπὸ δὴ τοιούτοις ἤθεσι τραφέντες καὶ παιδευθέντες καὶ τοῖς ἐνταῦθα μαθήμασιν ἱκανῶς ἐνασκηθέντες, ἐν οἷς ἐκεῖνος τάχει τε καὶ μεγέθει φύσεως οὐδ' ἂν ε

 Ποῖον μὲν εἶδος οὐκ ἐπῆλθε παιδεύσεως μᾶλλον δὲ ποῖον, ὡς οὐδὲ μόνον ἕτερος Τίνι δὲ παρῆκεν ἐγγὺς αὐτοῦ γενέσθαι, καὶ κατὰ μικρόν, μὴ ὅτι τῶν καθ' ἑ

 Ἐπεὶ δὲ πᾶσαν ἀρετήν τε καὶ μάθησιν, ὥσπερ μεγάλη φορτὶς παντοδαπὴν ἐμπορίαν, εἰς μίαν τὴν ἑαυτοῦ ψυχὴν συλλεξάμενος, ἐπὶ τὴν ἑαυτοῦ πόλιν ἐστέλλετο,

 Φέρε μηδὲ τοῦτο τῶν Καισαρίου καλῶν παρέλθωμεν, ὃ τοῖς μὲν ἄλλοις ἴσως μικρὸν καὶ οὐδὲ μνήμης ἄξιον, ἐμοὶ δὲ καὶ τότε καὶ νῦν μέγιστον ἔδοξεν, εἴπερ τ

 Τάττεται μὲν γὰρ τὴν πρώτην ἐν ἰατροῖς τάξιν, οὐδὲ πολλοῦ πόνου προσδεηθείς, ἀλλ' ἐπιδείξας μόνον τὴν παίδευσιν, μᾶλλον δὲ βραχύν τινα τῆς παιδεύσεως

 Ταῦτα Καισαρίῳ ἐφιλοσοφεῖτο κἀν τῇ χλανίδι: ταύταις καὶ συνέζησε ταῖς ἐννοίαις καὶ συναπῆλθε, μείζω τῆς φαινομένης εἰς τὸ κοινὸν εὐσεβείας Θεῷ γνωρίζω

 Ἀλλ', ἵνα μικρὸν προσδιατρίψω τῷ λόγῳ, κατατρυφήσω τοῦ διηγήματος, ὡς οἱ παρόντες τοῦ θεάματος, εἰσῄει μὲν ὁ γεννάδας ἐκεῖνος, τῷ τοῦ Χριστοῦ σημείῳ φ

 Ἆρ' οὐκ ἔδεισας περὶ Καισαρίου, μή τι πάθῃ τῆς προθυμίας ἀνάξιον »Ἀλλὰ θαρσεῖτε«: μετὰ Χριστοῦ γὰρ ἡ νίκη, τοῦ τὸν κόσμον νικήσαντος. Τὰ μὲν οὖν καθ'

 Ταύτην ἐγὼ τὴν νίκην τῆς πολλῆς ἐκείνου χειρὸς καὶ τῆς ὑψηλῆς ἁλουργίδος καὶ τοῦ πολυτελοῦς διαδήματος ὑψηλοτέραν κρίνω μακρῷ καὶ τιμιωτέραν: τούτῳ τῷ

 Ἀλλ' οἷον δὴ καὶ τοῦτο τῶν περὶ αὐτὸν θαυμάτων, ὁμοῦ τε τῆς τῶν γονέων θεοσεβείας καὶ τῆς ἐκείνου μεγίστην ἔχον ἀπόδειξιν Διέτριβε μὲν ἐν τῇ Βιθυνῶν,

 Τοῦτό σοι, Καισάριε, παρ' ἐμοῦ τὸ ἐντάφιον: αὗται τῶν ἐμῶν λόγων αἱ ἀπαρχαί, οὓς κρυπτομένους πολλάκις μεμψάμενος ἐπὶ σεαυτὸν γυμνώσειν ἔμελλες. Οὗτος

 Τὰ μὲν οὖν παρ' ἡμῶν τοιαῦτα. Εἰ δὲ μικρὰ καὶ τῆς ἀξίας ἐλάττω, καὶ Θεῷ φίλον τὸ κατὰ δύναμιν. Καὶ τὰ μὲν ἀποδεδώκαμεν, τὰ δὲ δώσομεν, τὰς δι' ἔτους π

 Τί λοιπὸν ἔτι τὴν ἐκ λόγου θεραπείαν τοῖς ἀλγοῦσι προσενεγκεῖν. Μέγα δὲ [τοῖς πενθοῦσι] τὸ παρὰ τῶν συναλγούντων φάρμακον: καὶ οἱ τὸ ἴσον τοῦ πάθους

 Τοιοῦτος ὁ βίος ἡμῶν, ἀδελφοί, τῶν ζώντων πρόσκαιρα: τοιοῦτο τὸ ἐπὶ γῆς παίγνιον: οὐκ ὄντας γενέσθαι, καὶ γενομένους ἀναλυθῆναι. Ὄναρ ἐσμὲν οὐχ ἱστάμε

 Μὴ τοίνυν πενθῶμεν Καισάριον, οἵων ἀπηλλάγη κακῶν εἰδότες, ἀλλ' ἡμᾶς αὐτούς, οἵοις ὑπελείφθημεν, καὶ οἷα θησαυρίσομεν, εἰ μὴ γνησίως Θεῷ προσθέμενοι κ

 Οὔπω ταῦτα ἱκανὰ πρὸς παραμυθίαν Προσοίσω τὸ μεῖζον φάρμακον. Πείθομαι σοφῶν λόγοις, ὅτι ψυχὴ πᾶσα καλή τε καὶ θεοφιλής, ἐπειδὰν τοῦ συνδεδεμένου λυθ

 Νυνὶ δὴ ἀφεὶς τοὺς θρήνους εἰς ἐμαυτὸν βλέψω, μή τι θρήνων ἄξιον λάθω φέρων, καὶ τὰ ἐμαυτοῦ περισκέψομαι. Υἱοὶ ἀνθρώπων (μέτεισι γὰρ πρὸς ὑμᾶς ὁ λόγος

 Εἴθε νεκρώσαιμι τὰ μέλη τὰ ἐπὶ τῆς γῆς: εἴθε πάντα τῷ πνεύματι δαπανήσαιμι, τὴν στενὴν καὶ ὀλίγοις βατὴν ὁδεύσας, μὴ τὴν πλατεῖαν καὶ ἄνετον: ὡς τά γε

 Καὶ εἴημέν γε ὅπερ ἐλπίζομεν, κατὰ τὴν μεγάλην Θεοῦ τοῦ μεγαλοδώρου φιλανθρωπίαν, ὃς μικρὰ αἰτῶν μεγάλα χαρίζεται νῦν τε καὶ εἰς τὸν ἔπειτα χρόνον τοῖ

 Ὦ δέσποτα πάντων καὶ ποιητὰ καὶ διαφερόντως τοῦδε τοῦ πλάσματος, ὦ Θεὲ τῶν σῶν ἀνθρώπων καὶ πάτερ καὶ κυβερνῆτα, ὦ ζωῆς καὶ θανάτου κύριε, ὦ ψυχῶν ἡμε

5.  I have entered into these details, not from a desire to eulogize them, for this, I know well, it would be difficult worthily to do, if I made their praise the subject of my whole oration, but to set forth the excellence inherited from his parents by Cæsarius, and so prevent you from being surprised or incredulous, that one sprung from such progenitors, should have deserved such praises himself; nay, strange indeed would it have been, had he looked to others and disregarded the examples of his kinsfolk at home.  His early life was such as becomes those really well born and destined for a good life.  I say little of his qualities evident to all, his beauty, his stature, his manifold gracefulness, and harmonious disposition, as shown in the tones of his voice—for it is not my office to laud qualities of this kind, however important they may seem to others—and proceed with what I have to say of the points which, even if I wished, I could with difficulty pass by.

Καὶ ταῦτα διῆλθον, οὐ τούτους ἐγκωμιάσαι βουλόμενος, οὐδὲ ἀγνοῶν ὅτι μόλις ἄν τις τῆς ἀξίας ἐφίκοιτο, καὶ ὅλην ὑπόθεσιν λόγου τὸν τούτων ἔπαινον ἐνστησάμενος: ἀλλ' ἵν' ἐπιδείξαιμι ἐκ πατέρων ὀφειλομένην Καισαρίῳ τὴν ἀρετήν, καὶ μὴ θαυμάζητε μηδὲ ἀπιστῆτε, εἰ τοιούτων τυχὼν γεννητόρων, τοιούτων ἑαυτὸν παρέσχεν ἐπαίνων ἄξιον, ἀλλὰ τοὐναντίον, εἰ πρὸς ἑτέρους εἶδε, τῶν οἰκείων καὶ τῶν ἐγγύθεν ἀμελήσας ὑποδειγμάτων.

Τὰ μὲν δὴ πρῶτα τοιαῦτα, οἷα προσῆκεν εἶναι τοῖς ὄντως εὖ γεγονόσι καὶ καλῶς βιώσεσθαι μέλλουσιν. Ἵνα δὲ τὰ ἐν μέσῳ συντέμω, κάλλος καὶ μέγεθος καὶ τὴν ἐπὶ πᾶσι τοῦ ἀνδρὸς χάριν καὶ ὥσπερ ἐν φθόγγοις εὐαρμοστίαν, ὅτι μηδὲ πρὸς ἡμῶν τὰ τοιαῦτα θαυμάζειν, εἰ καὶ τοῖς ἄλλοις οὐ μικρὰ φαίνεται, πρὸς τὰ ἐφεξῆς βαδιοῦμαι τοῦ λόγου, καὶ ἃ μηδὲ βουλομένῳ παραλιπεῖν ῥᾴδιον.