ΛΟΓΟΣ ΙΖʹ. Εἰς τὰ ἅγια Φῶτα.

 Αʹ. Πάλιν Ἰησοῦς ὁ ἐμὸς, καὶ πάλιν μυστήριον μυστήριον οὐκ ἀπατηλὸν, οὐδ' ἄκοσμον, οὐδὲ τῆς Ἑλληνικῆς πλάνης, καὶ μέθης (οὕτω γὰρ ἐγὼ καλῶ τὰ ἐκείνων

 Βʹ. Τοιγαροῦν ἀκούσατε θείας φωνῆς, ἐμοὶ μὲν καὶ λίαν σφοδρῶς ἐνηχούσης, τῷ μύστῃ καὶ μυσταγωγῷ τῶν τοιούτων, εἴη δὲ καὶ ὑμῖν: Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσ

 Γʹ. Μή τις τοιαύτη κάθαρσις νομικὴ καὶ σκιώδης, προσκαίροις ῥαντίσμασιν ὠφελοῦσα, καὶ σποδῷ δαμάλεως ῥαντίζουσα τοὺς κεκοινωμένους μή τι τοιοῦτο μυστ

 Δʹ. Οὐ Διὸς ταῦτα γοναὶ καὶ κλοπαὶ, τοῦ Κρητῶν τυράννου, κἂν Ἕλληνες ἀπαρέσκωνται: οὐδὲ Κουρήτων ἦχοι, καὶ κρότοι, καὶ ὀρχήσεις ἔνοπλοι, Θεοῦ κλαίοντο

 Εʹ. Ποῦ δὲ θήσεις τὴν Πέλοπος κρεουργίαν, πεινῶντας θεοὺς ἑστιῶσαν, καὶ φιλοξενίαν πικρὰν καὶ ἀπάνθρωπον ποῦ δὲ Ἑκάτης τὰ φοβερὰ καὶ σκοτεινὰ φάσματα

 #2ʹ. Ἐῶ γὰρ λέγειν ἑρπετῶν καὶ κνωδάλων τιμὰς καὶ τὸ τῆς ἀσχημοσύνης φιλότιμον: ὧν καθ' ἕκαστον ἰδία τις τελετὴ καὶ πανήγυρις, καὶ κοινὸν τὸ τῆς κακοδ

 Ζʹ. Ταῦτα μὲν οὖν παιζέτωσαν Ἑλλήνων παῖδες, καὶ δαίμονες, παρ' ὧν ἐκείνοις ἡ ἄνοια, τὴν τοῦ Θεοῦ τιμὴν εἰς ἑαυτοὺς μεθελκόντων, καὶ ἄλλους ἄλλως κατα

 Ηʹ. Ἡμῖν δὲ ὥσπερ ἐχαρίσθη τὸ φυγοῦσι τὴν δεισιδαίμονα πλάνην, μετὰ τῆς ἁληθείας γενέσθαι, καὶ δουλεύειν Θεῷ ζῶντι καὶ ἀληθινῷ, καὶ τὴν κτίσιν ὑπερανα

 Θʹ. Διὰ τοῦτο καθαρτέον ἑαυτὸν πρῶτον, εἶτα τῷ καθαρῷ προσομιλητέον: εἴπερ μὴ μέλλοιμεν τὸ τοῦ Ἰσραὴλ πείσεσθαι, μὴ φέροντος τὴν δόξαν τοῦ προσώπου Μω

 Ιʹ. Ὁ γὰρ αὐτὸς Λόγος, καὶ φοβερὸς τοῖς οὐκ ἀξίοις διὰ τὴν φύσιν, καὶ χωρητὸς διὰ φιλανθρωπίαν τοῖς οὕτως ηὐτρεπισμένοις: ὅσοι τὸ ἀκάθαρτον καὶ ὑλικὸν

 ΙΑʹ. Ἐπεὶ δὲ ἀνεκαθήραμεν τῷ λόγῳ τὸ θέατρον, φέρε τι περὶ τῆς ἑορτῆς ἤδη φιλοσοφήσωμεν, καὶ συνεορτάσωμεν ταῖς φιλεόρτοις καὶ φιλοθέοις ψυχαῖς. Ἐπεὶ

 ΙΒʹ. Ἡμῖν δὲ, εἰς Θεὸς ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα, καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι' οὗ τὰ πάντα, καὶ ἓν Πνεῦμα ἅγιον, ἐν ᾧ τὰ πάντα: τοῦ ἐξ οὗ, καὶ δι'

 ΙΓʹ. Ἐπεὶ δὲ οὕτω ταῦτα, ἢ τοῦτο, ἔδει δὲ μὴ τοῖς ἄνω μόνον τὴν προσκύνησιν περιγράφεσθαι, ἀλλ' εἶναί τινας καὶ κάτω προσκυνητὰς, ἵνα πληρωθῇ τὰ πάντα

 ΙΔʹ. Τῇ μὲν οὖν γεννήσει τὰ εἰκότα προεορτάσαμεν, ἐγώ τε ὁ τῆς ἑορτῆς ἔξαρχος, καὶ ὑμεῖς, καὶ πᾶν ὅσον ἐγκόσμιον τε καὶ ὑπερκόσμιον. Μετὰ ἀστέρος ἐδρά

 ΙΕʹ. Πλὴν Ἰωάννης βαπτίζει, πρόσεισιν Ἰησοῦς: ἁγιάσων τυχὸν μὲν καὶ τὸν βαπτιστήν: τὸ δὲ πρόδηλον, πάντα τὸν παλαιὸν Ἀδὰμ, ἵν' ἐνθάψῃ τῷ ὕδατι: πρὸ δὲ

 Ι#2ʹ. Ἀλλὰ καὶ ἄνεισιν Ἰησοῦς ἐκ τοῦ ὕδατος. Συναναφέρει γὰρ ἑαυτῷ τὸν κόσμον, καὶ ὁρᾷ σχιζομένους τοὺς οὐρανοὺς, οὓς ὁ Ἀδὰμ ἔκλεισεν ἑαυτῷ τε καὶ τοῖ

 ΙΖʹ. Ἐπεὶ δὲ βαπτίσματος ἡ πανήγυρις, καὶ δεῖ μικρόν τι προσκακοπαθῆσαι τῷ δι' ἡμᾶς μορφωθέντι, καὶ βαπτισθέντι, καὶ σταυρωθέντι, φέρε, τὶ περὶ διαφορ

 ΙΗʹ. Ἐγὼ μὲν οὖν (ἄνθρωπος εἶναι γὰρ ὁμολογῶ, ζῶον τρεπτὸν καὶ ῥευστῆς φύσεως), καὶ δέχομαι τοῦτο προθύμως, καὶ προσκυνῶ τὸν δεδωκότα, καὶ τοῖς ἄλλοις

 ΙΘʹ. Ἀλλ' οὐ μετὰ τὸ βάπτισμα ταῦτα. Τίς ἡ ἀπόδειξις ἢ δεῖξον, ἢ μὴ κατάκρινε. Εἰ δὲ ἀμφίβολον, νικάτω τὸ φιλάνθρωπον. Ἀλλὰ Ναυάτος, φησὶν, οὐκ ἐδέξα

 Κʹ. Ἡμεῖς δὲ τιμήσωμεν τὸ Χριστοῦ βάπτισμα σήμερον, καὶ καλῶς ἑορτάσωμεν, μὴ γαστρὶ τρυφῶντες, ἀλλὰ πνευματικῶς εὐφραινόμενοι. Τρυφήσωμεν δὲ πῶς Λούσ

IX.  Wherefore we must purify ourselves first, and then approach this converse with the Pure; unless we would have the same experience as Israel,30    Exod. xxxiv. 30. who could not endure the glory of the face of Moses, and therefore asked for a veil;31    2 Cor. iii. 7. or else would feel and say with Manoah “We are undone O wife, we have seen God,”32    Judg. xiii. 23. although it was God only in his fancy; or like Peter would send Jesus out of the boat,33    Luke v. 8. as being ourselves unworthy of such a visit; and when I say Peter, I am speaking of the man who walked upon the waves;34    Matt. xiv. 29. or like Paul would be stricken in eyes,35    Acts ix. 3–8. as he was before he was cleansed from the guilt of his persecution, when he conversed with Him Whom he was persecuting—or rather with a short flash of That great Light; or like the Centurion36    Matt. viii. 8. would seek for healing, but would not, through a praiseworthy fear, receive the Healer into his house.  Let each one of us also speak so, as long as he is still uncleansed, and is a Centurion still, commanding many in wickedness, and serving in the army of Cæsar, the World-ruler of those who are being dragged down; “I am not worthy that thou shouldest come under my roof.”  But when he shall have looked upon Jesus, though he be little of stature like Zaccheus37    Luke xix. 3. of old, and climb up on the top of the sycamore tree by mortifying his members which are upon the earth,38    Col. iii. 5. and having risen above the body of humiliation, then he shall receive the Word, and it shall be said to him, This day is salvation come to this house.39    Luke xix. 9.  Then let him lay hold on the salvation, and bring forth fruit more perfectly, scattering and pouring forth rightly that which as a publican he wrongly gathered.

Θʹ. Διὰ τοῦτο καθαρτέον ἑαυτὸν πρῶτον, εἶτα τῷ καθαρῷ προσομιλητέον: εἴπερ μὴ μέλλοιμεν τὸ τοῦ Ἰσραὴλ πείσεσθαι, μὴ φέροντος τὴν δόξαν τοῦ προσώπου Μωσέως, καὶ διὰ τοῦτο δεομένου καλύμματος: ἢ τὸ τοῦ Μανωὲ, καὶ πείσεσθαι, καὶ λέξειν: Ἀπολώλαμεν, ὦ γῦναι. Θεὸν ἑωράκαμεν, ἐν φαντασίᾳ Θεοῦ γενομένου: ἢ, ὡς Πέτρος, τοῦ πλοίου τὸν Ἰησοῦν ἀποπέμψασθαι, ὡς οὐκ ἄξιοι τοιαύτης ἐπιδημίας. Πέτρον δὲ ὅταν εἴπω, τίνα λέγω; Τὸν κατὰ κυμάτων πεζεύσαντα. Ἢ, ὡς Παῦλος, τὴν ὄψιν πληγήσεσθαι, πρὶν καθαρθῆναι τῶν διωγμῶν, τῷ διωκομένῳ προσομιλήσας, μᾶλλον δὲ βραχείᾳ τοῦ μεγάλου φωτὸς λαμπηδόνι: ἢ, ὡς ὁ ἐκατόνταρχος, τὴν μὲν θεραπείαν ἐπιζητήσειν, τῇ οἰκίᾳ δὲ τὸν θεραπευτὴν οὐκ εἰσδέξασθαι διὰ δειλίαν ἐπαινουμένην. Λεγέτω τις καὶ ἡμῶν, ἕως οὔπω καθαίρεται, ἀλλ' ἔστιν ἑκατόνταρχος ἔτι, πλειόνων ἐν κακίᾳ κρατῶν, καὶ στρατεύεται Καίσαρι, τῷ κοσμοκράτορι τῶν κάτω συρομένων: Οὐκ εἰμὶ ἰκανὸς, ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς. Ὅταν δὲ Ἰησοῦν θεάσηται, καίτοι μικρὸς ὢν τὴν πνευματικὴν ἡλικίαν, ὡς ὁ Ζακχαῖος ἐκεῖνος, καὶ ὑπὲρ τὴν συκομωραίαν ἀρθῇ, νεκρώσας τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, καὶ ὑπεραναβὰς τὸ σῶμα τῆς ταπεινώσεως, τότε καὶ εἰσδεχέσθω τὸν Λόγον, καὶ ἀκουέτω: Σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ, καὶ λαμβανέτω τὴν σωτηρίαν, καὶ καρποφορείτω τὰ τελεώτερα, σκορπίζων καὶ διαχέων καλῶς, ἃ κακῶς ἐτελώνησεν.