1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

1

De virginitate

ΑΘΑΝΑΣΙΟΥ ΤΟΥ ΜΕΓΑΛΟΥ ΠΕΡΙ ΠΑΡΘΕΝΙΑΣ ΗΤΟΙ ΠΕΡΙ ΑΣΚΗΣΕΩΣ.

Ἀρχὴ λόγου σωτηρίας πρὸς τὴν παρθένον.

1 Πρῶτον πάντων πίστευσον εἰς ἕνα θεὸν πατέρα παντοκράτορα, ὁρατῶν καὶ ἀοράτων ποιητήν· καὶ εἰς τὸν μονογενῆ αὐτοῦ υἱὸν Ἰησοῦν Χριστὸν, τὸν ὄντα ἐκ τῆς οὐσίας τοῦ πατρός, κατὰ πάντα ἰσοδύναμον τῷ πατρί, τὸν πρὸ αἰώνων ὄντα· καὶ εἰς τὸ πνεῦμα τὸ ἅγιον τὸ ἐν πατρὶ καὶ υἱῷ ὄν, παρὰ τοῦ πατρὸς ἀποστελλόμενον, καὶ διὰ τοῦ υἱοῦ διδόμενον, πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα, τρεῖς ὑποστάσεις, μία θεό της, μία δύναμις, ἓν βάπτισμα. αὐτὸς γὰρ ὁ θεὸς ἡμῶν ὁ πατὴρ τῶν ὅλων ἐν ἓξ ἡμέραις ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν, καὶ πάντα τὰ ἐν αὐτοῖς. αὐτὸς γὰρ διεκόσμησε τὸν οὐρανὸν ἐν ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις παγκάλοις. καὶ τὴν γῆν εὐπρεπῶς ἐθεμελίωσεν ἐπάνω τῶν ὑδάτων, διακοσμήσας αὐτὴν ἐν φυτοῖς καὶ ξύλοις παντοδαποῖς· καὶ τῇ κελεύσει αὐτοῦ ἐκπορεύονται ποταμοὶ μελίῤῥυτοι καὶ πηγαὶ ἀέναοι. καὶ προσέταξε τῇ γῇ καὶ ἐπήγαγε σάρκα καὶ ἐποίησε πάντα τὰ θηρία τῆς γῆς κατὰ γένος καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατὰ γένος. ἐκέλευσε τοῖς ὕδασι, καὶ ἐξήγαγεν ἰχθύας καὶ ἐποίησε τὰ κήτη τὰ μεγάλα. ὕστερον δὲ πάντων ἐποίησε τὸν ἄνθρωπον καὶ πάντα παρέδωκεν αὐτῷ εἰς ὑπηρεσίαν. εἶπεν γὰρ κύριος ὁ Θεὸς τῷ υἱῷ αὐτοῦ· «ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν· καὶ ἔπλασε κύριος ὁ Θεὸς τὸν ἄνθρωπον λαβὼν χοῦν ἀπὸ τῆς γῆς καὶ ἔθετο αὐτὸν ἐν τῷ παραδείσῳ τῆς τρυφῆς ἔβαλε δὲ κύριος ὁ Θεὸς ἐπὶ τὸν Ἀδὰμ ἔκστασιν, καὶ ὕπνωσε καὶ ἔλαβε μίαν τῶν πλευρῶν αὐτοῦ καὶ ἀνεπλή ρωσε σάρκα ἀντ' αὐτῆς, καὶ ᾠκοδόμησε τὴν πλευρὰν, ἣν ἔλαβεν, εἰς γυναῖκα, καὶ ἤγαγεν αὐτὴν πρὸς τὸν Ἀδὰμ καὶ εἶπεν Ἀδάμ· αὕτη νῦν σὰρξ ἐκ τῆς σαρκός μου, καὶ ὀστοῦν ἐκ τῶν ὀστέων μου, αὕτη κληθήσεται γυνή, ὅτι ἐκ τοῦ ἀνδρὸς αὐτῆς ἐλήφθη. ἀντὶ τούτου κατα λείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα αὐτοῦ καὶ προσκολληθήσεται τῇ γυναικὶ αὐτοῦ καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν.»

2 Ἄκουε, δούλη τοῦ Χριστοῦ καὶ πάντες, ὅσοι θέλουσι σωθῆναι, καὶ ἐνωτίζου τὰ ῥήματά μου· καὶ καταδεξάσθω τὰ ὦτά σου θεοπνεύστους λόγους. «τὸ μυστήριον γὰρ τοῦτο, φησί, μέγα ἐστί» καθὼς εἶπεν ὁ μακάριος Παῦλος, ὅτι πᾶς ὁ κολλώμενος τῇ γυναικὶ ἓν σῶμά εἰσιν ἀμφότεροι. οὕτως πάλιν πᾶς ἀνὴρ ἢ γυνὴ κολλώμενος τῷ κυρίῳ ἓν πνεῦμά ἐστιν. εἰ γὰρ οἱ τῷ κόσμῳ συναπτόμενοι καταλιμπάνουσι τὸν πατέρα καὶ τὴν μητέρα καὶ συνάπτονται ἀνθρώποις θνητοῖς, πόσῳ μᾶλλον ἡ παρθένος ἐγκρατευομένη ὀφείλει καταλιπεῖν τὰ γήϊνα πάντα καὶ τῷ κυρίῳ μόνῳ κολληθῆναι. μαρτυρεῖ δέ μοι τῷ λόγῳ καὶ αὐτὸς ὁ ἀπόστολος λέγων· «Ἡ γυνὴ ἡ ἄγαμος μεριμνᾷ τὰ τοῦ κυρίου, ἵνα ᾖ ἁγία τῷ σώματι καὶ τῷ πνεύματι, ἡ δὲ γαμήσασα μεριμνᾷ τὰ τοῦ κόσ μου, πῶς ἀρέσει τῷ ἀνδρὶ αὐτῆς, καὶ μεμέρισται.» τοῦτο οὖν λέγω, ὅτι πᾶσα παρθένος ἢ χήρα ἐγκρατευομένη, ἐὰν ἔχῃ φροντίδα ἐν τῷ κόσμῳ τούτῳ, αὐτὴ ἡ φροντὶς ἀνὴρ αὐτῆς ἐστι· κἂν κτήματα, κἂν ὑπάρχοντα ἔχῃ, αὐτὴ ἡ μέριμνα μολύνει αὐτῆς τὴν διάνοιαν. ὥσπερ γὰρ διὰ τοῦ ἀνδρὸς τὸ σῶμα μολύνεται, οὕτως καὶ αἱ σχέσεις αἱ κοσμικαὶ τὴν ψυχὴν καὶ τὸ σῶμα τῆς ἐγκρατευομένης μιαίνουσι, καὶ οὐκ ἔστιν ἁγία τῷ σώματι καὶ τῷ πνεύματι. ἡ δὲ φροντίζουσα τὸ ἔργον τοῦ Θεοῦ, νύμφιος αὐτῆς ὁ Χριστός ἐστιν. ἡ γὰρ ἁρμοζομένη ἀνδρὶ φθαρτῷ τὸ θέλημα τοῦ ἀνδρὸς αὐτῆς ποιεῖ· οὕτως γὰρ εἴρηται, ὅτι «ἡ γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλ' ὁ ἀνήρ.» καὶ πάλιν· «ὥσπερ ἡ ἐκκλησία