In illud: Profecti in pagum invenietis pullum alligatum

 οὕτω ζητῆσαι ἀκτημοσύνην καὶ θεοσέβειαν. 3.4 «ἐζήτησα» γὰρ φησὶν «ὃν ἠγάπησεν ἡ ψυχή μου, ἐζήτησα αὐτὸν καὶ εὗρον αὐτὸν καὶ εἰσήγαγον αὐτὸν εἰς οἶκον

 ἐπεδήμησεν ὁ σωτὴρ καταλιπὼν τὰ ἐνενήκοντα ἐννέα πρόβατα τὰ μὴ πεπλανημένα, ὅπως πορευθεὶς ζητήσῃ τὸ πεπλανημένον καὶ εὑρὼν αὐτὸ χαίρει ἐπ' αὐτῷ. συγχ

 πώλου κεχήνασι, πάντες περὶ αὐτὸν κάθηνται· οὐδεὶς αὐτοῦ ἀφίσταται. οὕτω τηλικοῦτός ἐστιν οὗτος ὁ πῶλος, ὡς πάντας αὐτοῦ τοὺς κυρίους τηρεῖν αὐτόν. 5.

 ἑαυτοῦ καὶ λύουσι τὸν πῶλον. εἶτα λύσας αὐτὸν καὶ φάτνην οἰκοδομεῖ αὐτῷ καὶ νομὴν αὐτῷ ἑτοιμάζει. 7.6 τοῦτο γὰρ καὶ ὁ προφήτης βουλόμενος δεῖξαι φησί·

 ἐλυτρώσατο λέγων· «ἐγείρεσθε, ἄγωμεν ἐντεῦθεν.» 8.9 ἐλευθερωθέντες οὖν ἀπὸ τῆς δουλείας τοῦ διαβόλου ἐπιγνῶμεν ἑαυτῶν τὸν εὐεργέτην. δοξάσωμεν τὸν πατ

In illud: Profecti in pagum invenietis pullum alligatum

Τοῦ Ἀθανασίου, ἀρχιεπισκόπου Ἀλεξανδρείας, εἰς τό· «πορεύεσθε εἰς τὴν κατέναντι κώμην καὶ εὑρήσετε πῶλον δεδεμένον.»

1.1 «Οἱ τὰ ἐπίγεια φρονήσαντες» καὶ τῆς ἐντολῆς τοῦ θεοῦ κατα φρονήσαντες καὶ ἐν τῷ βίῳ τούτῳ μοχθήσαντες, οὗτοι πρὸ τῆς τῶν ἀγαθῶν εὑρέσεως ἐν ἀγνοίᾳ διέτριβον. 1.2 οἶμαι γὰρ καὶ τὸν σοφώτατον Σολομῶντα διὰ τοῦτο λέγειν, ὅτι «καιρὸς τοῦ ζητῆσαι καὶ καιρὸς τοῦ ἀπολέσαι.» 1.3 τουτέστιν ἥμαρτες· ἡσύχασον. εἰ γὰρ καί ποτε ἐν ἀγνοίᾳ διατρίβων ἀπώλειαν τῇ σεαυτοῦ ψυχῇ περιεποιήσω, ἀλλὰ καιρὸς γέγονε τοῦ ζητῆσαι ἡμᾶς ταύτην. 1.4 ὡς καὶ ὁ κύριος καὶ σωτὴρ ἡμῶν Ἰησοῦς 1.4 ὁ χριστὸς ἐν εὐαγγελίοις διδάσκει λέγων· «ζητεῖτε καὶ εὑρήσετε.» καὶ πότε δὲ ταύτην εὑρήσωμεν ἢ νῦν ὅτε ὁ κύριος παρὼν ἔλυσεν ἡμᾶς ἐκ τῶν τοῦ διαβόλου δεσμῶν; 1.5 ὡς καὶ ὁ μακάριος ἀπόστολος διδάσκει λέγων· «ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος, ἰδοὺ νῦν ἡμέρα σωτηρίας.» 1.6 καιρὸς οὖν ἠκολούθησε τοῦ ἀπολέσθαι τὴν ἐπισκοτοῦσαν ἁμαρτίαν καὶ καιρὸς ἐκάλεσε τοῦ ζητῆσαι τὸ πεπλανημένον, τοῦ λυθῆναι ἡμᾶς ἐκ τῶν δεσμῶν. 1.7 ἦλθε γὰρ «ὁ λύων τοὺς πεπεδημένους καὶ ἀνορθῶν τοὺς κατερραγμένους.» ἦλθεν «ὁ κηρύσσων ἄφεσιν τοῖς αἰχμαλώτοις καὶ τοῖς τυφλοῖς ἀνάβλεψιν.» 1.8 «τότε» γὰρ «ἁλεῖται ὡς ἔλαφος ὁ χωλὸς καὶ τρανὴ ἔσται γλῶσσα μογιλάλων.» 2.1 Καὶ ἄλλως δὲ ἐπιβάλωμεν τῷ ῥητῷ. κινεῖ γὰρ ἡμᾶς εἰς πόθον τὸ τοῦ Σολομῶντος λεξείδιον. φησὶ γάρ· «καιρὸς τοῦ ζητῆσαι καὶ καιρὸς τοῦ ἀπολέσαι.» 2.2 ἐπειδὴ πολλῷ τῷ χρόνῳ πλανώμενον ἦν τὸ γένος τὸ ἀνθρώπινον καὶ ἀπολλύμενον ταῖς τοῦ διαβόλου πανουργίαις, καιρὸς γέγονε τοῦ ζητηθῆναι τοῦτο καὶ ἀνακληθῆναι ἐκ τῆς αἰχμαλωσίας καὶ ἐλευθερωθῆναι ἐκ τῶν δεσμῶν. 2.3 χρεία γὰρ ἦν ζητῆσαι ἡμᾶς καὶ μαθεῖν, ὅτι «τὸ μὲν γράμμα ἀποκτενεῖ, τὸ δὲ πνεῦμα ζῳοποιεῖ.» 2.4 τούτου οὖν ἀνυσθέντος καιρὸς γέγονε τοῦ ἀπολέσθαι τὸν τύπον καὶ τὴν ἐν τῷ γράμμα τι σκιάν. 2.5 «μέχρι» γὰρ «καιροῦ διορθώσεως ἦσαν ἐπικείμενα.» τοῦ δὲ τελειοτέρου φανέντος «τὸ ἐκ μέρους κατήργηται.» 2.6 «ὅτε» γὰρ «ἤμην νήπιος, ἐλάλουν ὡς νήπιος· ὅτε δὲ γέγονα ἀνήρ, κατήργηκα τὰ τοῦ νηπίου.» 2.7 ἀμέλει ὁ σωτήρ φησιν· «ὁ εὑρὼν τὴν ψυχὴν αὐτοῦ ἀπολέσει αὐτὴν καὶ ὁ ἀπολέσας τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ εὑρήσει αὐτήν.» 2.8 τουτέστιν ὁ ζητήσας τὴν ψυχὴν αὐτοῦ καὶ εὑρὼν αὐτὴν οὖσαν ἐν ἁμαρτίαις ταχυνάτω τοῦ ἀπολέσαι αὐτήν, μὴ συγχωρῶν αὐτὴν ἐγχρονίζειν ἐν κακίᾳ, ἵνα καιρὸν λάβῃ, ζητήσας αὖθις εὑρήσει αὐτὴν ἐν ἀρετῇ. 2.9 καὶ γὰρ εἴ τις βούλεται εὑρεῖν τὴν ἑαυτοῦ ψυχὴν ἐκτὸς κολάσεως, ἀπολέσει αὐτὴν πρὸς τὸ παρόν, ἵνα Χριστὸν κερδήσῃ· 2.10 τὸ δὲ ἀπολέσαι ἐνταῦθα διδάσκει ὁ σωτήρ, οὐχ ἵνα ἀπώλειαν τῇ ψυχῇ ἑαυτῶν περιποιησώμεθα, ἀλλ' ἵνα ἐν καιρῷ μαρτυρίου μὴ φεισώμεθα χρημάτων, μὴ κτημάτων, μὴ τέκνων, μὴ γονέων, μὴ σώματος, μηδὲ αὐτῆς τῆς ψυχῆς· ἀλλὰ παραδῶμεν ἑαυτοὺς μέχρι θανάτου, ἵνα, ὡς προεῖπον, εὕρωμεν τὴν ψυχὴν ἑαυτῶν ἐν τῇ τῶν οὐρανῶν βασιλείᾳ. 2.11 οὕτω γὰρ καὶ ὁ σωτὴρ διδάσκων ἔλεγεν· «ὁ ἀγαπῶν πατέρα ἢ μητέρα ἢ τέκνα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος» καὶ «ὁ ἀπολέσας τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ εὑρήσει αὐτήν.» 3.1 Εἴ τις οὖν βούλεται εὑρεῖν τὴν ψυχὴν αὐτοῦ, ἀπολέσει αὐτὴν ἐν τῷ νῦν καιρῷ. χρὴ τοίνυν ἀπολέσθαι ἐν ἡμῖν τὴν κακίαν, ἵνα ζητήσαντες τὴν ἀρετὴν εὕρωμεν αὐτήν. 3.2 ἐὰν γὰρ μή τις παύσηται ὀργῆς, πῶς πραότητα μελετήσει; ἐὰν μή τις ἀπολέσῃ ἀφ' ἑαυτοῦ τὴν πορνείαν, πῶς σωφροσύνην ἐπαγγέλλεται; 3.3 πρῶτον μὲν γὰρ ἀπολέσθαι προσήκει ἐν ἡμῖν πᾶσαν φιλαργυρίαν καὶ εἰδωλολατρίαν καὶ εἶθ'

1