Sermo in nativitatem Christi

 ... Καὶ δυσχεραίνε ται. Εἰσῆλθεν ἄσαρκος, ἐκυοφορήθη ἐννεαμηνιαῖον χρόνον ἐν τῇ μήτρᾳ τῆς Παρθένου. Εἰσῆλθεν ὡς ἠθέλησεν, ἐκυοφορήθη ὡς ηὐδόκησε. Προῆ

 ἀνθέστηκε;» Μενοῦν γε, ὦ ἄνθρωπε, σὺ τίς εἶ ὁ ἐρευνῶν καὶ ἐξιχνιάζων αὐτοῦ τὴν γέννησιν, τοῦ προ φήτου λέγοντος· «Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται;» Ὁ

 ὅμοιός σοι;» Καὶ Παῦλος ἐν τῇ πρὸς Τίτον Ἐπιστολῇ οὕτως γράφει· «Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ ἡ σωτήριος πᾶσιν ἀνθρώποις, παιδεύουσα ἡμᾶς· ἵνα, ἀρνησάμενο

 ἐκυοφορήθη ὁ ἀχώρητος ἐν χωρητικῷ σκεύει, ἐν τῇ μήτρᾳ τῆς Παρθένου οἰκονομικῶς, ὡς ηὐδόκησε. Προῆλθε 28.972 τεχθεὶς Θεὸς καὶ ἄνθρωπος, ὡς ἐβουλήθη. Ἐγ

Sermo in nativitatem Christi

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ ΕΙΣ ΤΗΝ ΓΕΝΝΗΣΙΝ ΤΟΥ ΧΡΙΣΤΟΥ.

Μυστήριον ξένον βλέπω, ἀντὶ ἡλίου τὸν ἥλιον τῆς δικαιοσύνης ἀπεριγράπτως χωρήσαντα ἐν τῇ Παρθένῳ. Καὶ μὴ ζήτει πῶς· ὅπου γὰρ Θεὸς βούλεται, νικᾶται φύσεως τάξις. Ἠβουλήθη γὰρ, ἠδυνήθη, κατ ῆλθεν, ἔσωσε. Συνδράμετε πάντα· Θεὸς σήμερον ὁ ὢν καὶ προὼν γίνεται ὅπερ οὐκ ἦν· ὢν γὰρ Θεὸς, γίνεται ἄνθρωπος, οὐκ ἐκστὰς τοῦ εἶναι Θεός. Οὔτε γὰρ κατ' ἔκστασιν θεότητος γέγονεν ἄνθρωπος, οὔτε πάλιν ἐξ ἀνθρώπων κατὰ προκοπὴν γέγονε Θεός· ἀλλὰ Λόγος ὢν, διὰ τοῦτο ἀπαθὴς γέγονεν ἄνθρωπος, ἀμεταβλήτου μενούσης τῆς φύσεως. Καὶ ξένην καὶ ἀτριβῆ βαδίσας ὁδὸν, ἐξ ἀγεωργήτου προῆλθε 28.961 γαστρὸς, οὔτε τοὺς ἀγγέλους αὐτοῦ ἐρήμους τῆς ἐπιστασίας κατέλιπεν, οὔτε τῇ πρὸς ἡμᾶς ἐνανθρωπήσει, τῆς οἰκείας θεότητος ἐκστάς. Ἀλλὰ βασιλεῖς μὲν τὸν ἐπουράνιον βασιλέα ἦλθον προσκυνῆσαι, τὸν γεννηθέντα ἀῤῥήτως ἐκ Πατρὸς, σήμερον δὲ ἐκ τῆς Παρθένου τικτόμενον δι' ἐμέ· ἀλλὰ τότε μὲν γεννη θεὶς κατὰ τὴν φύσιν, σήμερον δὲ διὰ τὴν ἑαυτοῦ φύ σιν. Πρὸ αἰώνων γὰρ γεννηθεὶς ἐκ τοῦ Πατρὸς ὡς ὁ γεννήσας οἶδε, σήμερον ἐκ τῆς Παρθένου ὑπὲρ φύ σιν ἐτέχθη, καθὼς ἡ τοῦ Πνεύματος ἐπίσταται χά ρις. Ὁ Παλαιὸς τῶν ἡμερῶν παιδίον γέγονεν· ὁ ἐπὶ θρόνου ὑψήλου καθήμενος ἐν φάτνῃ τίθεται· ὁ ἀν αφὴς καὶ ἀσώματος χερσὶν ἀνθρωπίναις εἱλίσσεται· ὁ τὰ τῆς ἁμαρτίας διασπῶν δεσμὰ ἐν σπαργάνοις ἐμπλέκεται· καὶ ἐπειδὴ τοῦτο θέλει. Τίνα οὖν ἔτεκεν ἡ Παρθένος; Τὸν ∆εσπότην τῆς φύσεως. Κἂν γὰρ σὺ σιωπᾷς, ἡ φύσις βοᾷ. Ἔτεκε γὰρ ἡ Παρθένος Μαρία, ὡς ὁ τεχθεὶς τεχθῆναι ἠθέλησεν. Οὐ γὰρ ἀπὸ τῆς φύσεως ἔστρεπτο, ἀλλ' ὡς ∆εσπότης τῆς φύσεως ξένον γεννήσεως εἰσήγαγε τρόπον. Ὅμως, καὶ ἄνθρωπος γενόμενος, οὐχ ὡς ἄνθρωπος τίκτεται. Εἰ γὰρ ἐκ κοινοῦ γάμου προῆλθε, καθάπερ κἀγὼ, ψεῦδος τοῖς πολλοῖς ἐνομίζετο. Νῦν διὰ τοῦτο ἐκ Παρ θένου τίκτεται ὁ τικτόμενος, καὶ τὴν μητέρα λοιπὸν διατηρεῖ, καὶ τὴν παρθενίαν ἄλυτον διαφυλάττει, ἵνα ὁ ξένος τῆς κυήσεως τρόπος πίστεώς μοι μεγάλης πρόξενος γένηται. Ὅθεν κἂν Ἕλλην, κἂν Ἰουδαῖός με ἐρωτᾷ, εἰ Χριστὸς κατὰ φύσιν γέγονεν ἄνθρωπος, ἢ παρὰ τὴν ἑαυτοῦ φύσιν, ἐροῦμαι μάρτυρα τοῦ λόγου τὴν ἄσπιλον τῆς παρθενίας σφραγῖδα καλῶν· οὕτως γὰρ Θεὸς νικῶν τῆς φύσεως τάξιν. Καὶ εἰ βούλῃ, ἐρώτησον τὸν μακάριον Λουκᾶν τὸν εὐαγγελιστὴν, καὶ ἀποκρίνεταί σοι περὶ τῆς ἐν σάρκου αὐτοῦ οἰκονομίας. Ἀρχόμενος γὰρ οὕτως λέγει· «Ἐν δὲ τῷ μηνὶ τῷ ἕκτῳ τῆς συλλήψεως Ἐλισάβετ ἀπεστάλη ὁ ἄγγελος Γαβριὴλ ὑπὸ τοῦ Θεοῦ εἰς πόλιν τῆς Γαλιλαίας, ᾗ ὄνομα Ναζαρὲτ, πρὸς παρθένον μεμνηστευμένην ἀνδρὶ ᾧ ὄνομα Ἰωσὴφ, καὶ τὸ ὄνομα τῆς παρθένου Μαριάμ. Καὶ εἰσελθὼν ὁ ἄγγελος πρὸς αὐτὴν εἶπε· Χαῖρε, κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ. Εὐλογημένη σὺ ἐν γυναιξίν. Ἡ δὲ, ἰδοῦσα, διεταράχθη ἐπὶ τῷ λόγῳ αὐτοῦ, καὶ διελογίζετο πο ταπὸς εἴη ὁ ἀσπασμὸς οὗτος. Καὶ εἶπεν αὐτῇ ὁ ἄγ γελος· Μὴ φοβοῦ, Μαριάμ· εὗρες γὰρ χάριν παρὰ τοῦ Θεοῦ. Καὶ ἰδοὺ συλλήψῃ ἐν γαστρὶ, καὶ τέξῃ υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. Οὗτος ἔσται μέγας καὶ Υἱὸς Ὑψίστου κληθήσεται, καὶ δώσει αὐ τῷ Κύριος ὁ Θεὸς τὸν θρόνον ∆αυῒδ τοῦ πατρὸς αὐ τοῦ. Καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰ ῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος. Εἶπε δὲ Μαριὰμ πρὸς τὸν ἄγγελον· Πῶς ἔσται μοι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω; Καὶ ἀποκριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῇ· Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι.»

1