Compendium chronicum
ΤΟΥ ΚΥΡΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥ ΤΟΥ ΜΑΝΑΣΣΗ ΣΥΝΟΨΙΣ ΧΡΟΝΙΚΗ, ΑΡΚΟΜΕΝΗ ΑΠΟ ΚΟΣΜΟΠΟΙΙΑΣ ΜΕΧΡΙ ΤΟΥ ΚΥΡΟΥ ΝΙΚΗΦΟΡΟΥ ΤΟΥ
ΒΟΤΑΝΕΙΑΤΟΥ. Ἡ μὲν φιλόϋλος ψυχὴ ταῖς ὕλαις ἐπιχάσκει, καὶ πάντα πραγματεύεται πρὸς τὸ τυχεῖν τοῦ πόθου· σὺ δέ, ψυχὴ βασίλισσα καὶ φιλολογωτάτη, ἀεὶ διψῶσα γνώσεως καὶ λόγου καὶ παιδείας, βίβλοις ἀεὶ προστέτηκας, ἐπεντρυφᾷς τοῖς λόγοις, καὶ γίνεταί σοι τῆς ζωῆς ἅπας ὁ χρόνος λόγος. ἐπεὶ γοῦν ἐπεπόθησας οἷα τροφίμη λόγου εὐσύνοπτόν σοι καὶ σαφῆ γραφὴν ἐκπονηθῆναι, τρανῶς ἀναδιδάσκουσαν τὰς ἀρχαιολογίας, καὶ τίνες ἦρξαν ἀπ' ἀρχῆς καὶ μέχρι τοῦ προῆλθον καὶ τίνων ἐβασίλευσαν, ἐτῶν δὲ μέχρις πόσων, ἡμεῖς ἀναδεξόμεθα τὸ βάρος τοῦ καμάτου, κἂν δυσχερὲς κἂν ἐπαχθὲς τὸ πρᾶγμα, κἂν ἐργῶδες· παραμυθοῦνται γὰρ ἡμῶν τοὺς ἐν τοῖς λόγοις μόχθους αἱ μεγαλοδωρίαι σου καὶ τὸ φιλότιμόν σου, καὶ τὸν τοῦ κόπου καύσωνα καὶ τῆς ταλαιπωρίας αἱ δωρεαὶ δροσίζουσι κενούμεναι συχνάκις. Καὶ ταῦτα μὲν ἐνταῦθά μοι καὶ μέχρι τούτου στήτω, μή πως κολακικώτερος δόξῃ τισὶν ὁ λόγος, καὶ τὸν σκοπὸν καταλιπὼν ἄλλην ἀκούσῃ τρέχειν. πολλῶν ἱστορησάντων δὲ καὶ χρονογραφησάντων, καὶ σπουδασάντων μὲν εἰπεῖν ὀρθῶς καὶ φιλαλήθως, ἀλλήλοις ἀνομοίως δὲ ταὐτὰ συγγραψαμένων, ἡμεῖς προχειρισάμενοι τοὺς μάλιστα δοκοῦντας τῆς ἀκριβείας ἔχεσθαι καὶ μᾶλλον ἀληθεύειν, τὸ κατὰ δύναμιν ἡμῶν ἀποπληρώσομέν σοι. Ὁ τοῦ θεοῦ παντέλειος καὶ κοσμοκτίστωρ λόγος τὸν οὐρανὸν τὸν ἄναστρον παρήγαγεν ἀρχῆθεν, ἀπλέτῳ κάλλει λάμποντα μαρμαρυγῶν ἐνθέων, καὶ γῆν τὴν παντοθρέπτειραν, καὶ σὺν αὐτῇ τὸ φάος. ἡ γῆ δ' ἀπερικόσμητος ἀόρατος ὑπῆρχε, καὶ σκότος ἐπεκάθητο βαθὺ τοῖς ταύτης νώτοις. τοῦ δὲ φωτὸς αὐγάσαντος καὶ πανταχοῦ χυθέντος, καὶ λευκοπέπλου λαμπραυγοῦς ἡμέρας γενομένης, ὤφθη τὰ πρὶν ἀθέατα, καὶ σκότους ἡ στυγνότης ἐφυγαδεύθη τῷ πυρσῷ τῶν φωτοβολημάτων. ἐν τούτοις οὖν παρέδραμε τῶν ἡμερῶν ἡ πρώτη. Τοῦ δὲ βλεφάρου λάμψαντος ἡμέρας τῆς δευτέρας τὸν οὐρανὸν τὸν δεύτερον ἐσφαίρωσε πανσόφως, ὃν τοῖς ἐν γῇ παντοστεγῆ δημιουργήσας στέγην ὠνόμασε στερέωμα θεὸς ὁ καλιτέχνης, παρὰ τὴν πρώτην ἄναστρον ἑτέραν ὄντα σφαῖραν. τότε καὶ τὴν παντόχυτον φύσιν τὴν ὑδατίαν καὶ τὰς ἀβύσσους διελών, καὶ τούτων τὸ μὲν ἄνω πρὸς ὕψος ἀνεννόητον κούφως μετεωρίσας, τὸ δ' ἐπὶ γῆς ἀπολιπών, ἔστησε τούτων μέσον τὸν οὐρανὸν ὥσπερ φραγμόν, ὥσπερ στερρὸν τειχίον. Κόρη μὲν οὖν ἐπέμυεν ἡμέρας τῆς δευτέρας, καὶ τρίτη πάλιν ηὔγαζε, καὶ πάλιν ὁ τεχνίτης ὁ παντοτέκτων ὁ σοφὸς ἄλλοις προσεῖχεν ἔργοις. ἐπεὶ γὰρ ἐξεκέχυτο κατὰ τῆς γῆς ἁπάσης ὁπόσον ἦν ὑπ' οὐρανὸν ὕδωρ περιπολεῦον, καὶ πᾶν τὸ πρόσωπον αὐτῆς ἐκάλυπτε λιμνάζον, πᾶσαν τὴν χύσιν εἰς ταὐτὸ συνήγαγεν ἀθρόως, ὡς εἴ τις γάλακτος λευκοῦ νοτίδα γλυκυχύμου ὀπῷ συμπήξει καὶ τυροῦ κύκλον ἀποτορνεύσει. ἀπορραγέντος τοιγαροῦν τοῦ πρὶν ἐπιπροσθοῦντος ὤφθη τὸ πρόσωπον τῆς γῆς, ἡ μόρφωσις ἐφάνη καὶ τῶν πετρῶν καὶ τῶν ὀρῶν καὶ λόφων βαθυκρήμνων. ἐντεῦθεν τὸ μὲν σύστημα σύμπαν τὸ τῶν ὑδάτων θάλασσαν κατωνόμασε· τῆς δὲ ξηρᾶς τὴν φύσιν, ὁπόση πετροστοίβαστος, ὅση λιπαροβώλαξ, γῆν ὁ τεχνίτης κέκληκε θεὸς ὁ παντεργάτης. τὴν δ' ὑπερφέρουσαν αὐτῷ δύναμιν ἐμφανίζων, μήπω λαμψάσης τῆς αὐγῆς τοῦ γίγαντος ἡλίου παντοδαπὴν ἐκέλευσε βοτάνην ἐκφυῆναι, τὴν μὲν πρὸς μόνην ἡδονὴν καὶ τέρψιν τῶν βλεφάρων, τὴν δὲ καὶ ζωοθρέμμονα καὶ τοῖς ἐν γῇ χρησίμην. τότε τὸ πρῶτον στολισμοῖς ἡ γῆ κατηγλαΐσθη ὑπὲρ κορίσκην τρυφερὰν ἄρτι νυμφευομένην,
1