1

 2

 3

 4

 5

 6

 7

 8

1

Fragmenta in Proverbia

ΕΚ ΤΩΝ ∆Ι∆ΥΜΟΥ ΕΙΣ ΠΑΡΟΙΜΙΑΣ ΣΟΛΟΜΩΝΤΟΣ ΕΞΗΓΗΣΕΩΝ. EX DIDYMI IN RPOVEPBIA SALOMONIS COMMENTAPIIS.

39.1621 Παροιμία ἐστὶν οἷον, Γλυκὺς ἀπείρῳ πόλεμος, καὶ, Ῥανὶς ἐνδελεχοῦσα

κοιλαίνει πέτραν. Ἡ παροιμία εἴρηται· Ἐν ἀρχῇ γὰρ ἔτι τῶν τρίβων οὐσῶν ἀσήμων, τὰ νῦν προσαγορευόμενα μίλια παρὰ Ῥωμαίοις, τότε σημεῖα καλούμενα, οἱ παλαιοὶ κατά τινας τῆς ὁδοῦ τόπους ἐτίθεσαν, καὶ τούτοις ἐπέγραφόν τινα ζητήματα. Τοῦτο γὰρ ἐποίουν δυοῖν ἕνεκεν, τοῦ τε γνωρίζειν τὸν ὁδεύοντα τὸ ποσὸν τῆς ὁδοῦ, καὶ τοῦ, ἀναγινώσκοντα τὸ ἐπίγραμμα, καὶ περὶ τὴν τούτου σαφήνειαν γινόμενον, τοῦ καμάτου ἐπικουφίζεσθαι. Οἶμος γὰρ λέγεται ἡ ὁδός. 39.1624 Στ. βʹ. Τὸ γνῶναι λόγους φρονήσεως, κυρίως ἐστὶ τῆς ἀρετῆς δηλονότι, ὥσπερ καὶ οἱ λοιποὶ ἑρμηνευταὶ σαφηνίζουσιν, ἐκδεδωκότες ὡς, οὐ φρονήσεως, ἀλλὰ συνέσεως λόγους. Ἢ λόγους φρονήσεώς φησι τοὺς σοφισματώδεις καὶ πανουργευομένους. Στ. γʹ. Ἐλέγχων ὁ λόγος τοὺς ἐπιμορφαζομένους τὴν δικαιοσύνην, καὶ λέγοντας ἔχειν αὐτὴν ὡς δεῖ, φησίν· Εἰ ἀληθῶς ἄρα δικαιοσύνην λαλεῖτε, εὐθείας κρίνατε, υἱοὶ τῶν ἀνθρώπων. Στ. ςʹ. Ἀκούω τοῦ Θεοδοτίωνος ἑρμηνείαν, ἣν ἐξέδωκε καὶ Σύμμαχος, ὅτι πρόβλημα ἐκδεδώκασιν. Τί οὖν ἐστιν ὁ σκοτεινὸς λόγος· Ὁ συγκεχυμένος κατά τε λόγον καὶ διάνοιαν καὶ φράσιν· οἷον τὸ παρὰ τῷ προφήτῃ Ἡσαΐᾳ· "Οὐαὶ γῆς πλοίων, ἐπέκεινα ποταμῶν Αἰθιοπίας! Ὁ ἀποστέλλων ἐν θαλάσσῃ ὅμηρα, καὶ ἐπιστολὰς βιβλίνους ἐπάνω τοῦ ὕδατος." Οὐδὲν γὰρ τούτων οὔτε ἐν παραβολαῖς τὴν λέξιν σαφῆ ἔχει, οὔτε μὲν ἱστορίας διήγησιν φανεράν. Καὶ τοῦ μὲν αἰνίγματος ἔστι νοεῖν τὸ ῥητὸν, τοῦ δὲ σκοτεινοῦ λόγου οὐδὲ τὸ ῥητόν. Σκοτεινὸς μὲν λόγος γενική ἐστι φωνή· ἡ δὲ παραβολὴ, ἰδική· σκοτεινὸς δὲ, οὐ τὸν κατὰ στέρησιν φωτὸς, ἀλλὰ τὸν κεκρυμμένον, ὡς σκοτίζεσθαι τὸν ἀγνοοῦντα. Ῥήσεις δὲ τὰ καλλιεπῆ ἀποφθέγματα· αἴνιγμα δὲ, λόγος μετ' ἐπικρύψεως σημαίνων τὸ ἀληθές· ὁποῖόν ἐστι τὸ, "∆ιάνοιξον, ὁ Λίβανος, τὰς πύλας σου, καὶ καταφαγείτω πῦρ τὰς κέδρους σου." Στ. ζʹ. Ἀληθὴς γὰρ φόβος, ἡ κατὰ σεβασμὸν εὐλάβεια· σύνεσις δὲ, ἀγαθή. Εἰς τόδε ὑποστικτέον. Οὐκ ἀρκεῖ γὰρ εἰς μακαριότητα τὸ εἰδῆσαι τὸ ἀγαθὸν, εἰ μὴ καὶ πράττοι τις αὐτό· εὐσέβεια δὲ εἰς Θεὸν, ἀρχὴ συνέσεως. Στ. ηʹ. Πατὴρ μὲν δικαίων, ὁ Θεός. Πᾶς γὰρ ὁ ποιῶν τὴν δικαιοσύνην ἐκ τοῦ Θεοῦ γεγένηται. Μήτηρ δὲ ἡμῶν, ἡ Ἐκκλησία, ἧς νυμφίος ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός. Θεσμοὶ δὲ, αἱ ἀποστολικαὶ διατάξεις. -Εἰ καὶ ἀναγωγὴν ἔχει τὰ προκείμενα, ἀλλ' ἐφαρμόζονται καὶ τοῖς κατὰ φύσιν γονεῦσιν, ὅταν θεοσεβεῖς ὄντες ἀνατρέφωσι τὰ τέκνα. Ὄντος δὲ ἀνδρὸς τοῦ διδασκάλου, τοῦ γεννήσαντος διὰ τοῦ Εὐαγγελίου τοὺς παιδευομένους, σύζυγος τούτῳ καὶ μήτηρ τῶν τεχθέντων ἐστὶν ἡ Ἐκκλησία, μᾶλλον δὲ ἡ ἐκκλησιαστικὴ γνώμη καὶ πολιτεία. Ἢν τοίνυν ἐμοῦ, φησὶ, τοῦ παροιμιαστοῦ, νῦν ὡς καθηγητοῦ καὶ πατρὸς, νῦν δὲ σοφίας καὶ ἀρετῆς ἀντὶ μητρὸς κατακούσῃς, στεφθήσῃ χαρίτων στεφάνῳ, καὶ τὸν τράχηλον κοσμηθήσῃ κλοιῷ, ἐκ νοητοῦ χρυσοῦ καὶ κόσμου κατεσκευασμένῳ. Ὕλη γὰρ στεφάνου ὂν ἀναδεῖται ἡ τοῦ ἔσω ἀνθρώπου κεφαλὴ, ἡ τῶν ἀρετῶν περιοχὴ, χάριτες ὀνομαζόμεναι τυγχάνουσι. Συμφώνως τῷ στεφάνῳ, νοητῷ ὄντι, ἐκληπτέον καὶ τὸν χρυσοῦν κλοιὸν ἐπιβαλλόμενον τῷ τῆς ψυχῆς τραχήλῳ, τουτέστι τῷ ὑποτακτικῷ αὐτῆς. Στ. θʹ. Κορυφὴν δὲ καὶ τράχηλον λέγει τὸν νοῦν· κλοιὸν δὲ χρύσεον, τὴν γνῶσιν καὶ τὸν νοητὸν τῆς ψυχῆς κόσμον· ἢ κλοιὸς χρύσεος, ἡ ὑποταγὴ τοῦ Θεοῦ, καὶ ἡ τῶν θείων λογίων περιοχή. 39.1625 Στ. ιʹ. Καὶ τὸ σὺν ἄλλοις μὲν ἁμαρτάνειν