1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

1

De pauperum amore

ΛΟΓΟΣ Ι∆ʹ.

Περὶ φιλοπτωχίας.

Αʹ. Ἄνδρες ἀδελφοὶ καὶ συμπένητες, πτωχοὶ γὰρ 35.860 ἅπαντες, καὶ τῆς θείας χάριτος ἐπιδεεῖς, κἂν ἄλλος ἄλλου προέχειν δοκῇ, μικροῖς μέτροις μετρούμενος, δέξασθε τὸν περὶ φιλοπτωχίας λόγον, μὴ πενιχρῶς, ἀλλὰ φιλοτίμως, ἵνα βασιλείαν πλουτήσητε· συνεύ ξασθε δὲ καὶ ἡμᾶς πλουσίως τοῦτον ὑμῖν χορηγῆσαι, καὶ θρέψαι τῷ λόγῳ τὰς ὑμετέρας ψυχὰς, καὶ δια θρύψαι πεινῶσι τὸν πνευματικὸν ἄρτον· εἴτε ἀπ' οὐ ρανοῦ τροφὴν ὕοντας, καθάπερ Μωϋσῆς ὁ πα λαιὸς ἐκεῖνος, καὶ ἄρτον ἀγγέλων χαριζομένους· εἴτε ἄρτοις ὀλίγοις ἐν ἐρημίᾳ τρέφοντας μέχρι κόρου καὶ μυριάδας, καθάπερ Ἰησοῦς ὕστερον, ὁ ἀληθινὸς ἄρτος, καὶ τῆς ἀληθινῆς ζωῆς αἴτιος. Ἔστι μὲν οὖν οὐ πάνυ τι ῥᾴδιον τῶν ἀρετῶν τὴν νικῶσαν εὑρεῖν, καὶ ταύτῃ δοῦναι τὰ πρεσβεῖα καὶ τὰ νικητήρια· ὥσπερ οὐδὲ ἐν λειμῶνι πολυανθεῖ καὶ εὐώδει, τῶν ἀν θέων τὸ κάλλιστον καὶ εὐωδέστατον, ἄλλοτε ἄλλου τὴν ὄσφρησιν καὶ τὴν ὄψιν πρὸς ἑαυτὸ μεθέλκοντος, καὶ πρῶτον δρέπεσθαι πείθοντος. Ὡς δ' οὖν ἐμὲ, περὶ τούτων διελέσθαι σκεπτέον οὕτως.

Βʹ. Καλὸν πίστις, ἐλπὶς, ἀγάπη, τὰ τρία ταῦτα· καὶ μάρτυς τῆς πίστεως Ἀβραὰμ, δικαιωθεὶς ἐκ πίστεως· τῆς ἐλπίδος, Ἐνὼς, ὃς πρῶτος ἤλπισεν ἐπικαλεῖσθαι τὸν Κύριον, καὶ πάντες οἱ δίκαιοι διὰ τὴν ἐλπίδα κακοπαθοῦντες· τῆς ἀγάπης, ὁ θεῖος Ἀπόστολος, τολμήσας τι καὶ καθ' ἑαυτοῦ διὰ τὸν Ἰσραὴλ φθέγξασθαι· καὶ ὁ Θεὸς αὐτὸς, ἀγάπη καλούμενος. Καλὸν ἡ φιλοξενία· καὶ μάρτυς ἐν μὲν δικαίοις, Λὼτ ὁ Σοδομίτης, καὶ οὐ Σοδομίτης τὸν τρόπον· ἐν δὲ ἁμαρτωλοῖς, Ῥαὰβ ἡ πόρνη, καὶ οὐ πόρνη τὴν προαί ρεσιν, διὰ φιλοξενίαν ἐπαινεθεῖσά τε καὶ σωθεῖσα. Καλὸν ἡ φιλαδελφία, καὶ μάρτυς Ἰησοῦς, οὐκ ἀδελφὸς ἡμῶν κληθῆναι μόνον, ἀλλὰ καὶ παθεῖν ὑπὲρ ἡμῶν ἀνασχόμενος. Καλὸν ἡ φιλανθρωπία· καὶ μάρτυς ὁ αὐτὸς Ἰησοῦς, οὐ ποιήσας μόνον τὸν ἄνθρω πον ἐπ' ἔργοις ἀγαθοῖς, καὶ τὴν εἰκόνα τῷ χοῒ συζεύξας ὁδηγὸν τῶν καλλίστων, καὶ τῶν ἄνω πρόξενον, ἀλλὰ καὶ γενόμενος ὑπὲρ ἡμῶν ἄνθρωπος. Καλὸν ἡ μακροθυμία, καὶ ὁ αὐτὸς μάρτυς, οὐ τὰς λεγεῶνας μόνον τῶν ἀγγέλων παραιτησάμενος κατὰ τῶν ἐπανισταμένων καὶ τυραννούντων, οὐδὲ τῷ Πέτρῳ μόνον ἐπιτιμήσας αἰρομένῳ τὴν μάχαιραν, ἀλλὰ καὶ τὸ ὠτίον ἀποκαταστήσας τῷ πεπληγότι. Τὸ δ' αὐτὸ καὶ Στέφανος ὕστερον ὁ τοῦ Χριστοῦ μαθητὴς, 35.861 ὑπὲρ τῶν λιθαζόντων αὐτὸν προσευχόμενος. Καλὸν ἡ πραότης, καὶ μαρτυροῦσι Μωϋσῆς καὶ ∆αβὶδ, τοῦ το πρὸ τῶν ἄλλων μαρτυρηθέντες, καὶ ὁ τούτων δι δάσκαλος, οὐκ ἐρίζων, οὐδὲ κραυγάζων, οὐδὲ ἐν ταῖς πλατείαις φωνὴν προϊέμενος, οὐδὲ ζυγομαχῶν πρὸς τοὺς ἄγοντας.

Γʹ. Καλὸν ὁ ζῆλος, καὶ μαρτυρεῖ Φινεὲς, τὴν Μα διανῖτιν τῷ Ἰσραηλίτῃ συνεκκεντήσας, ἵνα ἐξέλῃ ὄνειδος ἐξ υἱῶν Ἰσραὴλ, καὶ ὀνομασθεὶς ἐκ τῆς προαιρέσεως· καὶ μετ' ἐκεῖνον, οἱ λέγοντες· Ζηλῶν ἐζήλωκα τῷ Κυρίῳ· καὶ, Ζηλῶ γὰρ ὑμᾶς Θεοῦ ζήλῳ· καὶ, Ὁ ζῆλος τοῦ οἴκου σου καταφάγεταί με· καὶ οὐ λέγοντες τοῦτο μόνον, ἀλλὰ καὶ πάσχοντες. Καλὸν ὑποπιασμὸς σώματος· καὶ πειθέτω σε Παῦλος, ἑαυτὸν ἔτι παιδαγωγῶν, καὶ φοβῶν διὰ τοῦ Ἰσραὴλ τοὺς ἑαυτοῖς θαῤῥοῦντας καὶ ἐφιέντας τῷ σώματι· καὶ Ἰησοῦς αὐτὸς νη στεύων, καὶ πειραζόμενος, καὶ νικῶν τὸν πειρά ζοντα. Καλὸν προσευχὴ καὶ ἀγρυπνία· καὶ πειθέτω σε Θεὸς ἀγρυπνῶν πρὸ τοῦ πάθους, καὶ προσευχόμε νος. Καλὸν ἁγνεία, καὶ παρθενία· καὶ