In mesopentecosten (homilia 10)
Λεοντίου πρεσβυτέρου Κωνσταντινουπόλεως λόγος εἰς τὴν μεσοπεντηκοστὴν καὶ εἰς τὸν ἐκ γεννητῆς τυφλὸν καὶ εἰς τὸν ἅγιον Πέτρον
ὑπὸ Ἡρῴδου ἐν τῇ φυλακῇ ἀποκλεισθέντα Τοῖς φιλοῦσι τὸν κύριον ἑορτῆς οὐ λείπει καιρός· ἤδη γὰρ καὶ σήμερον ἡμῶν ἑορταζόντων ἄγγελοι μὲν ἀγάλλονται, ἀρχάγγελοι δὲ σκιρτῶσιν, καὶ πᾶσαι αἱ οὐράνιαι δυνάμεις σὺν ἡμῖν ἑορτάζουσιν. Ἑορτάζομεν δὲ οὐχ ὅτι τῆς Αἰγυπτιακῆς δουλείας ἐλυτρώθημεν ὡς Ἰουδαίων παῖδες, ἀλλ' ὅτι τῆς πνευματικῆς εὐωχίας κατηξιώθημεν ὡς Σιὼν τέκνα. Ἑορτάζομεν οὐχ ὅτι τῆς πλινθοποιΐας ἀπηλλάγημεν, ἀλλ' ὅτι τῆς εὐλογίας ἀπολαύομεν. Ἑορτάζομεν οὐχ ὅτι ὁ φαραὼ βεβύθισται, ἀλλ' ὅτι ὁ διάβολος ἠφάνισται. Ἑορτάζομεν, ἵνα συντόμως εἴπω, οὐχ ὅτι Μωϋσῆς τὴν θάλασσαν ἔρρηξεν, ἀλλ' ὅτι ὁ δεσπότης Χριστὸς τὸ μεσότοιχον τῆς ἔχθρας κατέλυσεν, ὡς ἔστιν ἀκοῦσαι τοῦ μακαρίου Παύλου λέγοντος· Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἓν καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας. Καὶ ποῖον μεσότοιχον φραγμοῦ ἔλυσεν ὁ δεσπότης Χριστός; Ποῖον; Ὅπερ ὁ Ἀδὰμ ᾠκοδόμησε τῇ παρακοῇ ἐργάτην τῆς ἔχθρας τὸν γηφάγον δράκοντα μισθωσάμενος. Τούτου γὰρ χάριν ἑορτάζομεν σήμερον, ὅτι ὁ μεσίτης Χριστὸς τὸν φραγμὸν τῆς ἔχθρας κατέλυσεν. Μέση γὰρ ἡ παροῦσα ἑορτὴ σήμερον. Μέση τίνος; Τῆς δεσποτικῆς ἀναστάσεως καὶ τῆς τοῦ ἁγίου πνεύματος ἐλεύσεως. Ταύτην μηνύει, κἀκείνης οὐ χωρίζεται· ταύτην κηρύσσει, κἀκείνην ἀσπάζεται· ἐκείνην θεολογεῖ καὶ ταύτην κυριολεκτεῖ· ὁ γὰρ κύριος τὸ πνεῦμά ἐστιν. Ὄντως τοῖς φιλοῦσι τὸν κύριον οὐ λείπει ἑορτῆς καιρός· πειθόμεθα γὰρ Παύλῳ τῷ λέγοντι· Ὥστε ἑορτάζωμεν μὴ ἐν ζύμῃ παλαιᾷ μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, ἀλλ' ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας. Ζύμην δὲ πονηρίας καὶ κακίας οὐ τὴν ἀπὸ ἅλωνος καὶ σίτου καὶ ἀλεύρου πεπτομένην ὁ ἀπόστολος λέγει, ἀλλὰ τὴν ἀπὸ κακίας καὶ πονηρίας Ἰουδαϊκῆς προβαλλομένην, τὴν ἀεὶ ὀξίζουσαν ἐν ἀσεβείᾳ, τὴν ἀνάρτυτον καὶ ἀνωφελῆ ὡς τὸ ἅλας τῆς γνώσεως μὴ κεκτημένην. Ποία γὰρ ἑορτὴ Ἰουδαίων οὐ γέγονεν ἐκκοπή; Ποία δὲ αὐτῶν πανήγυρις οὐ γέγονεν αἵρεσις; Ποῖον δὲ αὐτῶν πάσχα οὐκ ὤρυξε δικαίοις χάσμα; Ἤκουες γὰρ ἀρτίως τῶν δύο εὐαγγελιστῶν Ἰωάννου καὶ Λουκᾶ, τῶν γνησίων συμφοιτητῶν, τῶν θεοσφίγκτων ἀδελφῶν, τῶν ὁμοπίστων φίλων, τῶν πνευματικῶν ῥητόρων, τῶν καλῶς μερισαμένων τὰ θεῖα λόγια. Ὁ γὰρ Λουκᾶς οὐ μόνον τὸ εὐαγγέλιον ἀλλὰ καὶ τὰς Πράξεις τῶν ἀποστόλων συνεγράψατο. ∆ιὰ τί; Ἵνα ἡμεῖς μὲν φαιδρυνθῶμεν, Ἰουδαῖοι δὲ καταισχυνθῶσιν. Εἰ γὰρ καὶ τὸν κορυφαιότατον τῶν ἀποστόλων Πέτρον, καθὼς ἀρτίως ἤκουες, εἰρκτῇ κατέκλεισαν, ἁλύσεσι δυσὶ καταδήσαντες καὶ τέτρασι τετραδίοις στρατιωτῶν φυλάσσον τες, ἵνα μετὰ τὸ πάσχα δίκην μόσχου καταθύσαντες διασπαράξωσιν, ἀλλ' ὅμως ὁ ἑαυτὸν ἐγείρας ἐκ νεκρῶν Χριστός, ὁ ὡς ἀγράμματος παρ' αὐτῶν σήμερον ὀνειδιζόμενος, καὶ τὸν Πέτρον ἐκ τῆς φυλακῆς παραδόξως ἠλευθέρωσεν, ἵνα γνῶσιν οἱ παρδάλεοι θῆρες ὅτι ματαιοπονοῦντες κενοὶ τῆς ἐλπίδος εὑρέθησαν. Οὔτε γὰρ τὸν δεσπότην Χριστὸν τάφῳ κατακλείσαντες, καὶ τὴν στρατιωτικὴν κουστωδίαν παρακαθίσαντες, καὶ λίθον μέγαν τῷ μνημείῳ ἐπικυλίσαντες, καὶ σφραγῖδα ἔντεχνον κολάψαντες, ἠδυνήθησαν αὐτὸν κρατῆσαι, εἰ μὴ ὅσον αὐτὸς βουληθεὶς