De velitatione bellica
ΠΕΡΙ ΠΑΡΑ∆ΡΟΜΗΣ ΤΟΥ ΚΥΡΟΥ ΝΙΚΗΦΟΡΟΥ ΤΟΥ ΒΑΣΙΛΕΩΣ
πιναχ.1 Περὶ βιγλῶν καὶ πόσον διάστημα ὀφείλουσιν ἀπ' ἀλλήλων μία ἑκάστη διίστασθαι. πιναχ.2 Περὶ τῶν καμινοβιγλίων καὶ κατασκόπων. πιναχ.3 Περὶ κινήσεως ἐχθρῶν καὶ τοῦ προκατασχεθῆναι τὰς δυσχωρίας. πιναχ.4 Περὶ τοῦ ποιεῖσθαι λάθρα τὰς κατὰ τῶν ἐχθρῶν ἐπιθέσεις καὶ περὶ τοῦ προσυπαντᾶν τοὺς πολεμίους πρὸς τὴν ἰδίαν ἐπαναστρέφοντας. πιναχ.5 Περὶ προκατασχέσεως ὑδάτων τῶν ἐν τοῖς στενώμασιν ὄντων. πιναχ.6 Περὶ παραδρομῆς τῶν μονοκούρσων καὶ στοχασμοῦ τῆς τοῦ λαοῦ αὐτῶν ποσότητος. πιναχ.7 Περὶ συναθροίσεως καὶ κινήσεως φοσσάτου καὶ περὶ τοῦ παραχωρεῖν τοὺς πραγματευτὰς εἰσέρχεσθαι καὶ κατασκοπεῖν. πιναχ.8 Περὶ παραμονῆς φοσσάτου καὶ ἀκολουθήσεως. πιναχ.9 Περὶ τῆς κινήσεως τοῦ κούρσου καὶ ἀκολουθήσεως. πιναχ.10 Περὶ τοῦ διαχωρισμοῦ τοῦ κούρσου καὶ τοῦ λαοῦ ὄπισθεν ἐπακολουθοῦντος. πιναχ.11 Περὶ τοῦ ἔνθεν κἀκεῖθεν ἵστασθαι τοὺς πεζοὺς ἐν ταῖς δυσχωρίαις. πιναχ.12 Περὶ ἀθρόας ἐξελεύσεως τῶν πολεμίων πρὸ τοῦ τὰ ῥωμαϊκὰ ἐπισυναχθῆναι στρατεύματα. πιναχ.13 Περὶ τοῦ ἐνεδρεῦσαι κατὰ τῶν λεγομένων μινσουρατόρων ἐν τοῖς ἀπλήκτοις. πιναχ.14 Περὶ τῆς ὑποχωρήσεως τῶν ἱππέων ἀπὸ τῶν πεζῶν ὁδοιπορούντων ὁμοῦ. πιναχ.15 Περὶ ἀσφαλείας. πιναχ.16 Περὶ διαχωρισμοῦ τοῦ τούλδου. πιναχ.17 Περὶ τῶν μετὰ πολλῆς δυνάμεως ἐπιτρεχόντων πολεμίων τὰς χώρας ἡμῶν καὶ τῆς μετὰ ἐγκρυμμάτων παρασκευῆς. πιναχ.18 Περὶ τοῦ πότε δεῖ τὸν στρατηγὸν ἐκ δύο μερῶν τῶν πολεμίων παραδρομὴν ποιῆσαι. πιναχ.19 Περὶ καταστάσεως καὶ ἐξοπλίσεως καὶ γυμνασίας στρατοῦ. πιναχ.20 Περὶ τῶν ἐγχρονιζόντων πολεμίων κατὰ τῆς χώρας ἡμῶν, ἵνα ἡμέτερος στρατὸς κατὰ τῆς χώρας αὐτῶν ἐπέλθῃ. πιναχ.21 Περὶ πολιορκίας κάστρου. πιναχ.22 Περὶ διαχωρισμοῦ λαοῦ τῶν ἡμισέων πολεμίων ἢ καὶ τοῦ τρίτου μέρους. πιναχ.23 Περὶ τῆς ὑποστροφῆς τῶν πολεμίων καὶ τῆς κατασχέσεως τῆς κλεισούρας. πιναχ.24 Περὶ νυκτοπολέμου. πιναχ.25 Περὶ ἑτέρας κατασχέσεως ὁδοῦ τῆς εἰς τὴν κατάβασιν δυσχωρίαν ἀποτελούσης. προλ.τ ΠΕΡΙ ΠΑΡΑ∆ΡΟΜΗΣ ΤΟΥ ΚΥΡΟΥ ΝΙΚΗΦΟΡΟΥ ΤΟΥ ΒΑΣΙΛΕΩΣ προλ.1 Τὴν τῆς παραδρομῆς μέθοδον παραδοῦναι βουλόμενοι, εἰ τάχα καὶ κατὰ τὸν παρόντα καιρὸν μὴ χρειώδης ἐστὶν εἰς τὰ τῆς ἕως μέρηἅτε Χριστοῦ τοῦ ἀληθινοῦ Θεοῦ ἡμῶν τὸ πολὺ τῆς καθ' ἡμῶν δυνάμεως καὶ ἰσχύος τῶν τοῦ Ἰσμαὴλ ἐκγόνων ἀμβλύναντος καὶ τὰς ἐφόδους αὐτῶν ἀναχαιτίσαντος, ἀλλ' οὖν, ἵνα μὴ τὴν λήθην καὶ ἄγνοιαν ἐπεισαγαγὼν ὁ χρόνος φθείρῃ τὸ ταύτης ἐπωφελὲς καὶ ἐξαφανίσειε, δεῖν ᾠήθημεν γραφῇ παραδοῦναι ταύτην, ἵν', εἴ ποτε ταύτης δεήσει Χριστιανοῖς καιροῦ τινος πρὸς τὸ μέλλον καλοῦντος, ἕτοιμός ἐστι συνεργὸς ἀγαθὴ τῷ τε κοινῷ παντὶ καὶ τοῖς αὐτὴν μεταχειριζομένοις. προλ.2 Ἡμεῖς γοῦν ταύτην οὐ μονονοὺκ ἀκοῇ παρειλήφαμεν, ἀλλὰ καὶ πεῖράν τινα παρ' αὐτῆς ἐδιδάχθημεν, τὸ μὲν αὐτοὺς σχόντες διδασκάλους καὶ παιδευτὰς τοὺς ταύτην σχεδὸν εἰπεῖν ἐφευρόντας τὴν μέθοδον, τὸ δὲ καὶ αὐτοὶ μόνοι ταύτῃ χρησάμενοι καὶ πεῖραν αὐτῆς ἐγκολπωσάμενοί τινα κατὰ τὸ ἡμῖν ἐφικτόν. προλ.3 Αὕτη τοίνυν κατὰ τοῦτο ἔχει τὸ χρήσιμον, ὅτι περ οἳ ταύτην μετήλθοσαν μετ' ὀλίγου μαχίμου λαοῦ μέγιστα καὶ ἀξιομνημόνευτα ἐξετέλεσαν ἔργα· καὶ γὰρ ἅτινα μὴ κατορθῶσαι ἴσχυσεν ἢ ἐτόλμησεν ἡ Ῥωμαίων σύμπασα στρατιά, ὅτε τὰ τῶν Κιλίκων καὶ τοῦ Χαμβδᾶ ἤκμαζεν, εἷς ἐνίοτε τῶν ἀρίστων στρατηγῶν σὺν μόνῳ τῷ τοῦ ὑπ' αὐτὸν θέματος λαῷ, φρονίμως καὶ ἐμπείρως τοὺς πολεμίους ἐπιτηδευσάμενος καὶ συνετῶς διατιθεὶς καὶ στρατηγήσας, μόνος ἀπήρτισε. προλ.4 Τοῦτο δέ φαμεν, οὐχ ὅτι τοῦ πλείονος τὸ ὀλίγον προκρίνομεν