Fragmenta ex commentariis in Exodum
ΕΚ ΤΩΝ ΩΡΙΓΕΝΟΥΣ ΕΙΣ ΤΗΝ ΕΞΟ∆ΟΝ 12.264 Εἰς τό· Ἐσκλήρυνε Κύριος τὴν καρδίαν Φαραώ. «Ἐσκλήρυνε δὲ Κύριος τὴν καρδίαν Φαραὼ, καὶ οὐκ ἠβουλήθη ἐξαποστεῖλαι αὐτούς.» Πολλάκις ἐν τῇ Ἐξόδῳ κείμενον τό· «Ἐσκλήρυνε Κύριος τὴν καρδίαν Φαραὼ,» καὶ, «Ἐγὼ σκληρυνῶ τὴν καρδίαν Φαραὼ,» σχεδὸν πάντας τοὺς ἐντυγχάνοντας ταράσ σει, τούς τε ἀπιστοῦντας αὐτῇ καὶ τοὺς πιστεύειν λέγοντας. Τοῖς μὲν γὰρ ἀπιστοῦσι μετ' ἄλλων πολ λῶν καὶ τοῦτο ἀπιστίας αἴτιον εἶναι δοκεῖ, ὅτι λέγε ται περὶ Θεοῦ τὰ ἀνάξια Θεοῦ. Ἀνάξιον δὲ Θεοῦ τὸ ἐνεργεῖν σκλήρυνσιν περὶ καρδίαν οὑτινοσοῦν, καὶ ἐνεργεῖν σκλήρυνσιν ἐπὶ τῷ ἀπειθῆσαι τῷ βουλήματι τοῦ σκληρύνοντος τὸν σκληρυνόμενον· Καὶ πῶς, φα σὶν, οὐκ ἄτοπον τὸν Θεὸν ἐνεργεῖν τινα, ἐπὶ τῷ ἀπει 12.265 θεῖν αὐτοῦ τῷ βουλήματι; δῆλον γὰρ ὅτι μὴ βουλο μένου πειθόμενον ἔχειν οἷς προστάσσει τὸν Φα ραὼ ταῦτα δοκεῖ λέγεσθαι τὰ ῥήματα. Τοῖς δὲ πι στεύειν νομιζομένοις διαφωνία οὐχ ἡ τυχοῦσα γεγέ νηται, διὰ τό· «Ἐσκλήρυνε Κύριος τὴν καρδίαν Φαραώ·» οἱ μὲν γὰρ πειθόμενοι μὴ ἄλλον εἶναι Θεὸν παρὰ τὸν δημιουργὸν φρονοῦσιν ὡς ἄρα κατὰ ἀποκλήρωσιν ὁ Θεὸς ὃν θέλει ἐλεεῖ, ὃν δὲ θέλει σκλη ρύνει, αἰτίαν οὐκ ἔχοντος τοῦ, τόνδε μὲν ἐλεεῖσθαι, τόνδε δὲ σκληρύνεσθαι ὑπ' αὐτοῦ. Ἕτεροι δὲ βέλτιον παρὰ τούτους φερόμενοι, φασὶ πολλὰ καὶ ἄλλα κεκρύ φθαι τῆς Γραφῆς αὐτοῖς νοήματα, καὶ οὐ παρὰ τοῦτο τῆς ὑγιοῦς πίστεως τρέπεσθαι· ἓν δὲ τῶν ἀποκεκρυμ μένων εἶναι καὶ τὸν περὶ ταύτης τῆς γραφῆς ὑγιῆ λόγον. Οἱ δὲ ἕτερον θεὸν φάσκοντες παρὰ τὸν δημιουργὸν, δίκαιον μὲν αὐτὸν εἶναι θέλουσι καὶ οὐκ ἀγαθὸν, σφόδρα ἰδιωτικῶς ἅμα καὶ ἀσεβῶς ἐνεχθέν τες, ἐν τῷ χωρίζειν δικαιοσύνην ἀγαθότητος, καὶ οἴεσθαι ὅτι οἷόν τέ ἐστι δικαιοσύνην εἶναι ἔν τινι χω ρὶς ἀγαθότητος, καὶ ἀγαθότητα δίχα δικαιοσύνης· ὅμως δὲ καὶ τοῦτο λέγοντες ἐναντία τῇ ἰδίᾳ ὑπολή ψει περὶ δικαίου προσίενται Θεοῦ, σκληρύνειν τὴν καρδίαν Φαραὼ, καὶ ἀπειθῆ αὐτὴν κατασκευάζειν ἑαυτῷ. Εἰ γὰρ ὁ τὸ κατ' ἀξίαν ἀπονέμων ἑκάστῳ δί καιος, καὶ ἀπὸ τῆς ἑαυτῶν αἰτίας κρείττοσιν ἢ χεί ροσι γεγενημένοις ἀποδιδοὺς ὧν ἐπιτήδειον ἕκαστον τυγχάνειν ἐπίσταται, πῶς δίκαιος, ὁ ἁμαρτίας χείρο νος αἴτιος γενόμενος τῷ Φαραώ; καὶ οὐχ ἁπλῶς αἴτιος, ἀλλ' ὅσον ἐφ' οἷς ἐκεῖνοι ἐξεδέξαντο συν εργήσας εἰς τὸ γενέσθαι αὐτὸν ἀδικώτατον. Ἐπ' οὐ δὲν γὰρ ἀναφέροντες ἄξιον προαιρέσεως δικαίου θεοῦ τὴν σκλήρυνσιν τῆς καρδίας Φαραὼ, οὐκ οἶδ' ὅπως δίκαιον θεὸν, κἂν καθάπερ διηγεῖσθε βούλωνται, πα ραστῆσαι δύνανται τὸν σκληρύνοντα τὴν καρδίαν Φα ραώ· ὅθεν θλιπτέον αὐτοὺς ἐν τοῖς κατὰ τὸν προκεί μενον τόπον, ὅπως ἤτοι παραστήσωσι πῶς δίκαιος σκληρύνει, ἢ τολμήσωσιν εἰπεῖν, ὅτι ἐπεὶ σκληρύνει, πονηρὸς ὁ ∆ημιουργός· ἢ μήτε εὐποροῦντες ἀποδεί ξεων πρὸς τὸ τὸν δίκαιον σκληρυντικὸν εἶναί τινος, μήτε τολμῶντες τὸ ἐπὶ τοσοῦτον ἀσεβὲς προέ σθαι περὶ τοῦ κτίσαντος ὡς πονηροῦ, καταφύγωσιν ἐπὶ ἑτέραν ὁδὸν, ἐξηγητικὴν τοῦ, «Ἐσκλήρυνε Κύριος τὴν καρδίαν Φαραὼ,» ἀποστάντες τοῦ ἐκ τοῦ νομί 12.268 ζειν τὰ κατὰ τὰς λέξεις νοεῖν, τὰς ἰδίας ἀναιρεῖν περὶ δικαίου θεοῦ νοήσεις. Τὸ δὲ τελευταῖον. κἂν ἀπορεῖν ὅ τι ποτὲ ὁ λόγος ὑποβάλλῃ ὁμολογήσω σιν· ταῦτα μὲν οὖν ἐσπαράχθω ἐξεταζόμενα περὶ Θεοῦ ἐν τῷ προκειμένῳ προβλήματι. Ἐπεὶ δὲ εἰς τὸν περὶ φύσεως τόπον οἱ ὑπολαμβάνοντές τινας ἐκ τῆς κατασκευῆς ἐπ' ἀπωλείᾳ γεγονέναι, καὶ ταῦτα φέρουσι, λέγοντες δηλοῦσθαι ὃ διδά σκουσι διὰ τοῦ «ἐσκληρύνθαι ὑπὸ Κυρίου τὴν καρ δίαν Φαραὼ,» φέρε ταῦτα αὐτῶν πυνθανώμεθα· Ὁ ἐπ' ἀπωλείᾳ κτισθεὶς, οὐκ ἄν ποτε ποιῆσαί τι τῶν κρειττόνων δύναιτο, αὐτῆς τῆς ἐνυπαρχούσης φύσεως ἀντιπραττούσης αὐτῷ πρὸς τὰ καλά. Τίς οὖν χρεία τὸν