Fragmenta in epistulam ad Kolossenses (in catenis) 314 Τὰ πολλὰ τῆς ἐπιστολῆς ταύτης δυσχερῆ ἔχει τὴν κατανόησιν διὰ τὸ πολλοὺς μὴ γινώσκειν τὴν ὑπό315 θεσιν τοῦ γράμματος καὶ τὸν σκοπὸν τοῦ ἀποστόλου. ἡ δὲ ὑπόθεσίς ἐστιν αὕτη. Οἱ ἀπὸ Ἑλλήνων πιστεύσαντες εἶχον τοὺς ἔτι Ἕλληνας ἀφέλκοντας αὐτοὺς εἰς τὰς παρατηρήσεις τὰς Ἑλληνικάς, οἱ δὲ ἀπὸ Ἰουδαίων τοὺς Ἰουδαίους παρακελεύοντας τὸν νόμον τηρεῖν, ὡς τῆς χάριτος ἀτελεστέρας οὔσης ἄνευ τοῦ νόμου. ὁ δὲ λόγος ἦν τοῖς Ἕλλησι πρὸς αὐτοὺς ὅτι δίκαιον καὶ ἀγγέλοις προσκυνεῖν, τοὺς θεοὺς αὐτῶν ἀγγέλους λέγοντες εἶναι· τὸν γὰρ θεὸν μέγαν ὄντα καὶ ἀνθρώποις ἀνέφικτον, διὰ τῶν ἀγγέλων τούτων ὥσπερ μεσιτῶν χορηγεῖν τὰς ἐνεργείας τοῖς δεομένοις. ἴσασι δέ, φασί, καὶ αἱ γραφαὶ τὴν τῶν ἀγγέλων ὠφέλειαν· καὶ γὰρ ὁ θεὸς ἔστησεν ὅρια ἐθνῶν κατ' ἀριθμὸν ἀγγέλων θεοῦ, καὶ Μιχαὴλ ἄρχων τῶν Ἰουδαίων, καὶ ὁ ἄρχων τῆς Περσίδος ἕτερος ἄγγελος. καὶ πάλιν· ἰδοὺ ὁ ἄρχων τῶν Ἑλλήνων ἔρχεται, καὶ Ἰακώβ· ὁ ἄγγελος ὁ ῥυόμενός με, καὶ ἐν ταῖς Πράξεσι περὶ τοῦ ἀποστόλου Πέτρου· ὁ ἄγγελος αὐτοῦ, φασίν, ἔστιν, καὶ ὁ κύριος περὶ τῶν παιδίων· μὴ κωλύετε αὐτὰ ἔρχεσθαι πρός με, ὅτι οἱ ἄγγελοι αὐτῶν διὰ παντὸς βλέ316 πουσι τὸ πρόσωπον τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. ἀπὸ γὰρ τούτων ἁπάντων ὧν οἱ μὲν ἐπίστευον οἱ δὲ ἠπίστουν, συνήγοντο καὶ Ἰουδαῖοι καὶ Ἕλληνες, φάσκοντες περιττὴν εἶναι τὴν διὰ τοῦ κυρίου Ἰησοῦ χάριν ἀρκούντων τῶν ἀγγέλων τῶν ἀπ' αἰῶνος τοὺς πειθομένους προσάγειν τῷ θεῷ ἀτελὲς δὲ ἔλεγον πάσας τὰς παρατηρήσεις παρορᾶν τὰς παρὰ Ἰουδαίοις καὶ Ἕλλησιν πρὸς ταῦτα ὁ σκοπὸς τῶν ἀποστόλων τῆς ἐν χερσὶν ἐπιστολῆς. 314,col2 Ἄξιον δὲ τὴν ὑπόθεσιν εἰπεῖν ἣν ἐκ τῆς ἐπιστολῆς εὕρομεν· ἑτέρως γὰρ παρὰ τοῖς πολλοῖς 315,col2 νοεῖται πολλὰ τῆς πρὸς Kolοσσαεῖς διὰ τὸ τὴν ὑπόθεσιν μὴ πάνυ γινώσκεσθαι μηδὲ τὸν σκοπὸν τοῦ ἀποστόλου. Οἱ ἀπὸ Ἑλλήνων πιστεύσαντες εἶχον καὶ τοὺς ἔτι Ἕλληνας ἀνθέλκειν εἰς τὰς παρατηρήσεις τὰς Ἑλληνικὰς βουλομένους, καὶ τῶν Ἰουδαίων τοὺς πιστεύσαντας πείθοντας τὸν νόμον τηρεῖν, ὡς τῆς χάριτος ἀτελεστέρας οὔσης ἄνευ τοῦ νόμου. πρὸς τούτοις καὶ Ἕλληνες καὶ Ἰουδαῖοι τοὺς Kolοσσαέας ἔπειθον ἀγγέλοις προσέχειν· Ἕλληνες μὲν τοὺς θεοὺς αὐτῶν λέγοντες ἀγγέλους εἶναι, ὅτι τε ὁ μὲν θεὸς ἀχώρητος καὶ μέγας, οὐκ ἐφικτὸς ἀνθρώποις, διὰ δὲ τῶν ἀγγέλων τούτων ὥσπερ μεσιτῶν χορηγεῖ τὰς εὐεργεσίας τοῖς δεχομένοις· οἱ δὲ Ἰουδαῖοι, ὅτι ὁ θεὸς ἔστησεν ὅρια ἐθνῶν κατ' ἀριθμὸν ἀγγέλων θεοῦ· οὕτω καὶ Μιχαὴλ ἄρχων τῶν Ἰουδαίων, οὕτω καὶ ὁ ἄρχων Περσίδος ἀντέστη μοι. καὶ πάλιν· ἰδοὺ ὁ ἄρχων τῶν Ἑλλήνων ἤρχετο, ὡς καὶ ὁ Ἰακώβ· ὁ ἄγγελος ὁ ῥυόμενός με ἐκ νεότητός μου, καὶ ἐν ταῖς καθόλου Πράξεσι περὶ Πέτρου· ἄγγελος αὐτοῦ ἐστιν, καὶ ὁ κύριος· ὁρᾶτε μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων, ὅτι οἱ ἄγγελοι αὐτῶν τὸ πρόσωπον 316,col2 ὁρῶσι τοῦ πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς. ἀπὸ γὰρ τούτων ἁπάντων ὧν τοῖς μὲν ἐπίστευον τοῖς δὲ ἠπίστουν, συνῆγον καὶ Ἰουδαῖοι καὶ Ἕλληνες τὸ περιττὴν εἶναι τὴν διὰ τοῦ κυρίου Ἰησοῦ Χριστοῦ χάριν ὄντων ἀγγέλων τῶν ἀπ' αἰῶνος τοὺς πειθομένους προσαγόντων. ἀτελὲς δὲ καὶ τὸ τὰς παρατηρήσεις παρορᾶν τάς τε παρ' Ἕλλησι καὶ παρὰ Ἰουδαίοις. πρὸς ταῦτα ὁ σκοπὸς τῷ Παύλῳ, καὶ ταῦτα διορθοῦται. διὰ τοῦτο καὶ ἀρχόμενός φησίν· Kol 1,2 Ἐπισημήνασθαι χρὴ διότι ἐν ὀλίγοις στίχοις πολλάκις τοῦ Χριστοῦ μέμνηται· τοῦ γὰρ ἀθετουμένου συνεχῶς ποιεῖται τὴν μνήμην ἐντυπῶν ταῖς ψυχαῖς τὸν εἰς αὐτὸν πόθον. Kol 1,5-6 Ἤδη αὐτοὺς ὑποδείκνυσιν, ὅτι τὴν ἐλπίδα τὴν ἀποκειμένην τῆς ἀναστάσεως καὶ τῆς βασιλείας οὐκ ἀγγέλων διοίκησις κατώρθωσεν, ἀλλ' ἡ παρουσία τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. ∆ιὰ τοῦ εἰπεῖν τῷ λόγῳ τῆς ἀληθείας δείκνυσιν ὡς οὐκ ἀκίνδυνον παροφθῆναι τὸ εὐαγγέλιον ἀληθὲς ὂν καὶ ἀψευδές. ∆ιὰ τοῦ προσθεῖναι καθὼς καὶ ἐν παντὶ τῷ κόσμῳ τὴν πίστιν αὐτῶν βεβαιοῖ· οὐ γὰρ 317 μόνον φησὶν μέχρις ὑμῶν ἔφθασε τὸ